Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιγράμματα

Γρηγόριος ὁ Ναζιανζηνός

Επιτύμβια επιγράμματα στον Μαρτινιανό

Ποιήματα αφιερωμένα στη μνήμη του Καππαδόκη αξιωματούχου Μαρτινιανού, με προτροπές για την προστασία του τάφου του από τους τυμβωρύχους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 8

Εἴ τις Τάνταλός ἐστιν ἐν ὕδασιν αὖος ἀπίστοις, εἴ τις ὑπὲρ κεφαλῆς πέτρος ἀεὶ φοβέων δαπτόμενόν τ᾽ ὄρνισιν ἀγήραον ἧπαρ ἀλιτροῦ καὶ πυρόεις ποταμὸς καὶ ζόφος ἀθάνατος ταρτάρεοί τε μυχοὶ καὶ δαίμονες ἀγριόθυμοι ἄλλαι τε φθιμένων τίσιες εἰν ἀίδι, ὅστις Μαρτινιανὸν ἀγακλέα δηλήσαιτο τύμβον ἀνοχλίζων, δείματα πάντα φέροι.

Οὔρεά σοι καὶ πόντος, ἀτάσθαλε, καὶ πεδίοισι τέρπῃ πυροφόροις τετραπόδων τ᾽ ἀγέλαις· καὶ χρυσοῖο τάλαντα καὶ ἄργυρος εὐγενέες τε λᾶες καὶ Σηρῶν νήματα λεπταλέα, πάντα βίος ζωοῖσι· λίθοι δ᾽ ὀλίγοι τε φίλοι τε τοῖς φθιμένοις. σὺ δέ μοι κἀνθάδε χεῖρα φέρεις, οὐδὲ σὸν αἰδόμενος, τλῆμον, τάφον, ὅν τις ὀλέσσει ἄλλος σοῖσι νόμοις χερσὶ δικαιοτέραις.

Ἡνίκα Μαρτινιανὸς ἔδυ χθόνα, μητέρα πάντων, πᾶσα μὲν Αὐσονίων ἐστονάχησε πόλις· πᾶσα δὲ Σικανίη τε καὶ εὐρέα πείρατα γαίης κείρατ᾽ ἀπ᾽ ἀνθρώπων οἰχομένης Θέμιδος. ἡμεῖς δ᾽ ἀντί νυ σεῖο τάφον μέγαν ἀμφιέποντες αἰὲν ἐπερχομένοις δώσομεν ὥς τι σέβας.

Οἱ Χριστὸν φορέοντες ἀκούσατε οἵ τε θέμιστας εἰδότες ἡμερίων καὶ φθιμένων ὁσίην· πάντα λιπών, βασιλῆα, πάτρην, γένος, εὖχος ὑπάρχων, αἰαῖ, πᾶσιν ὁμῶς νῦν κόνις εἴμ᾽ ὀλίγη Μαρτινιανὸς πᾶσι τετιμένος· ἀλλ᾽ ἐπὶ τύμβῳ βάλλειν ἡμετέρῳ δάκρυα, μὴ παλάμας.

Μουσοπόλον, ῥητῆρα, δικασπόλον, ἄκρον ἅπαντα, τύμβος ὅδ᾽ εὐγενέτην Μαρτινιανὸν ἔχω, ναυμάχον ἐν πελάγεσσιν, ἀρήιον ἐν πεδίοισιν· ἀλλ᾽ ἀποτῆλε τάφου πρίν τι κακὸν παθέειν. Μὴ πόλεμον φθιμένοισιν· ἅλις ζώοντες, ἀλιτροί· μὴ πόλεμον φθιμένοις. Μαρτινιανὸς ἐγὼ ταῦτα πάσιν ζῴοις ἐπιτέλλομαι. οὐ θέμις ἐστὶν τῶν ὀλίγων φθονέειν τοῖς φθιμένοισι λίθων.

Ὦ Θέμι, τῆς πολλοῖσιν ἐγὼ νώμησα τάλαντα· ὦ φοβεραὶ ψυχῶν μάστιγες οὐχ ὁσίων· οὗτος ἐμοῖσι λίθοισι φέρει στονόεντα σίδηρον· οὗτος ἐμοί. φεῦ φεῦ, ποῦ δὲ λίθος Σισύφου; Ὄλβιος, εὐγήρως, ἄνοσος θάνον ἐν βασιλῆος πρῶτα φέρων, ἱερῆς ἄκρον ἔχων σοφίης. εἴ τινα Μαρτινιανὸν ἀκούετε, ἀλλ᾽ ἀπὸ τύμβου, μηδὲ φέρειν ἐπ᾽ ἐμοὶ δυσμενέας παλάμας.

Χάζεο, χάζεο τῆλε· κακὸν τὸν ἄεθλον ἐγείρεις λᾶας ἀνοχλίζων καὶ τάφον ἡμέτερον· χάζεο· Μαρτινιανὸς ἐγώ, καὶ ζῶσιν ὄνειαρ, καὶ νέκυς οὐκ ὀλίγον ἐνθάδε κάρτος ἔχω. Καππαδοκῶν μέγ᾽ ἄεισμα, φαάντατε Μαρτινιανέ, σεῖο, βροτῶν γενεή, καὶ τάφον αἰδόμεθα· ὅς ποτ᾽ ἔης βασιλῆος ἐν ἕρκεσι κάρτος ὑπάρχων, δουρὶ δὲ Σικανίην κτήσαο καὶ Λιβύην.

Ὄμνυμεν ἀθανάτοιο Θεοῦ κράτος ὑψιμέδοντος καὶ ψυχὰς νεκύων, κύδιμε, σήν τε κόνιν μή ποτε, Μαρτινιανέ, τεοῖς ἐπὶ χεῖρας ἐνέγκαι στήλῃ καὶ τύμβῳ· οὐδὲ γὰρ οὐδ᾽ ἱεροῖς. Ῥώμη καὶ βασιλῆες ἐμοὶ καὶ πείρατα γαίης στῆλαι Μαρτινιανῷ, τὰς χρόνος οὐ δαμάσει· ἀλλ᾽ ἔμπης ὀλίγῳ περιδείδια, μή τι πάθῃσι, τῷδε τάφῳ· πολλῶν οὐχ ὁσίαι παλάμαι.

Μαρτινιανοῦ σῆμα μεγακλέος, εἴ τιν᾽ ἀκούεις Καππαδοκῶν Ῥώμης πρόθρονον εὐγενέων, παντοίαις ἀρετῇσι κεκασμένον· ἀλλὰ κόνιν περ ἁζόμενοι στήλην καὶ τάφον ἀμφιέπειν. Οὔποτ᾽ ἐγὼ φθιμένοισιν ἐπέχραον οὐδ᾽ ἀπὸ τύμβων ἔργον ἔγειρα, Δίκην ὄμνυμι καὶ φθιμένους· τοὔνεκα μηδ᾽ ἐπ᾽ ἐμοῖσι φέρειν λάεσσι σίδηρον· εἰ δὲ φέροις, τὴν σὴν ἐς κεφαλὴν πεσέτω.

Μαρτινιανὸς ἐγὼ τάδε λίσσομαι· εἴ τις ἐμεῖο κύδεός ἐστι χάρις, τύμβος ἀεὶ μενέτω. Εἷς δόμος, ἀλλ᾽ ὑπένερθε τάφος, καθύπερθε δὲ σηκός· τύμβος δειμαμένοις, σηκὸς ἀεθλοφόροις· καί ῥ᾽ οἱ μὲν γλυκερὴν ἤδη κόνιν ἀμφεβάλοντο ὡς σύ, μάκαιρα δάμαρ Ἀμφιλόχου Λιβίη, κάλλιμέ θ᾽ υἱήων, Εὐφήμιε· τοὺς δ᾽ ὑπόδεχθε, μάρτυρες ἀτρεκίης, τοὺς ἔτι λειπομένους.