Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιγράμματα
Επιτύμβια επιγράμματα σε διάφορα πρόσωπα
Επιγράμματα αφιερωμένα στη μνήμη κληρικών, ευσεβών πιστών και διακεκριμένων μελών χριστιανικών οικογενειών, όπως η Λιβία, ο Αμφίλοχος, ο Νικομήδης και ο Ναυκράτιος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιτύμβια επιγράμματα σε διάφορα πρόσωπα
Επιγράμματα αφιερωμένα στη μνήμη κληρικών, ευσεβών πιστών και διακεκριμένων μελών χριστιανικών οικογενειών, όπως η Λιβία, ο Αμφίλοχος, ο Νικομήδης και ο Ναυκράτιος.
Ὤφελες, ὦ Λιβία, ζώειν τεκέεσσι φίλοισιν· ὤφελες ἄχρι πύλης γήραος ἐμπελάσαι. νῦν δέ σε μοῖρ᾽ ἐδάμασσεν ἀώριον, εἰσέτι καλήν, εἰσέτι κουριδίοις ἄνθεσι λαμπομένην. αἰαῖ, Ἀμφίλοχος δὲ τεὸς πόσις ἀντὶ δάμαρτος ἐσθλῆς καὶ πινυτῆς τλήμονα τύμβον ἔχει.
Αἰαῖ, καὶ Λιβίαν κατέχει κόνις. οὔποτ᾽ ἔγωγε ὠισάμην θνητὴν ἔμμεναι εἰσορόων εἶδος μειλιχίην τε σαοφροσύνην τε γυναικός, τοῖς φῦλον πασέων καίνυτο θηλυτέρων. τοὔνεκα καὶ τοίῳ σε τάφῳ κύδηνε θανοῦσαν σῶν τε τριὰς τεκέων καὶ πόσις Ἀμφίλοχος.
Ἦν δυὰς ἦν ἱερή, ψυχὴ μία, σώματα δισσά, πάντα κασιγνήτω, αἷμα, κλέος, σοφίην, υἱέες Ἀμφιλόχου, Εὐφήμιος Ἀμφίλοχός τε, πᾶσιν Καππαδόκαις ἀστέρες ἐκφανέες. δεινὸν δ᾽ ἀμφοτέρους Φθόνος ἔδρακε· τὸν μὲν ἄμερσε ζωῆς, τὸν δ᾽ ἔλιπεν ἥμισυν Ἀμφίλοχον.
Ῥήτωρ ἐν ῥητῆρσιν, ἀοιδοπόλος δ᾽ ἐν ἀοιδοῖς, κῦδος ἑῆς πάτρης, κῦδος ἑῶν τοκέων, ἄρτι γενειάσκων Εὐφήμιος, ἄρτι δ᾽ ἔρωτας ἐς θαλάμους καλέων ὤλετο, φεῦ παθέων· ἀντὶ δὲ παρθενικῆς τύμβον λάχεν, ἠδ᾽ ὑμεναίων ἤματα νυμφιδίων ἦμαρ ἐπῆλθε γόων.
Εἰκοσέτης πᾶσαν Εὐφήμιος, ὡς μίαν οὔτις, Ἑλλάδα καὐσονίην μοῦσαν ἐφιπτάμενος, στράπτων ἀγλαΐῃ τε καὶ ἤθεσιν ἦλθ᾽ ὑπὸ γαῖαν. αἰαῖ, τῶν ἀγαθῶν ὡς μόρος ὠκύτερος. Χρυσείης γενεῆς Εὐφήμιος ἦν ἔτι τυτθὸν λείψανον, εὐγενέτης ἤθεα καὶ πραπίδας, μείλιχος, ἡδυεπής, εἶδος Χαρίτεσσιν ὁμοῖος· τοὔνεκα καὶ θνητοῖς οὐκ ἐπὶ δὴν ἐμίγη.
Στράψε μέγ᾽ ἀνθρώποις Εὐφήμιος, ἀλλ᾽ ἐπὶ τυτθόν· καὶ γὰρ καὶ στεροπῆς οὐ μακρόν ἐστι σέλας· στράψεν ὁμοῦ σοφίῃ τε καὶ εἴδεϊ καὶ πραπίδεσσιν· τὰ πρὶν Καππαδόκαις ἦν κλέα, νῦν δὲ γόος. Τίς τίνος; —“Ἀμφιλόχου Εὐφήμιος ἐνθάδε κεῖται, οὗτος ὁ Καππαδόκαις πᾶσι διὰ στόματος, οὗτος, ὃν αἱ Χάριτες Μούσαις δόσαν· οἱ δ᾽ ὑμέναιοι ἀμφὶ θύρας· ἦλθεν δ᾽ ὁ Φθόνος ὠκύτερος.„ Ἔρνος ἀμώμητον, Μουσῶν τέκος, εἶαρ ἑταίρων καὶ χρύσεον Χαρίτων πλέγμα ἰοστεφάνων, ᾤχετο ἐκ μερόπων Εὐφήμιος, οὐδέ τ᾽ ἀνέσχεν, αἰαῖ, σοῖς θαλάμοις πυρσός, ὃν ἧψεν Ἔρως.
Αἱ Χάριτες Μούσαισι· “Τί ῥέξομεν; οὐκέτ᾽ ἄγαλμα χειρῶν ἡμετέρων Εὐφήμιος ἐν μερόπεσσιν.„ χαἰ Μοῦσαι Χαρίτεσσιν· “Ἐπεὶ Φθόνος ἐστὶν ἀλιτρός, τόσσον ἔχοι· ἡμῖν δὲ τόδ᾽ ὅρκιον ἔμπεδον ἔστω μηκέτ᾽ ἀναστῆσαι τοῖον μερόπεσσιν ἄγαλμα.„ Κρῆναι καὶ ποταμοὶ καὶ ἄλσεα καὶ λαλαγεῦντες ὄρνιθες λιγυροὶ καλὸν ἐπ᾽ ἀκρεμόνων αὖραί τε μαλακὸν συρίγμασι κῶμα φέρουσαι καὶ κῆποι Χαρίτων εἰς ἓν ἀγειρομένων, κλαύσατε· ὦ χαρίεσσ᾽ Εὐφημιάς, ὥς σε θανών περ Εὐφήμιος κλεινὴν θήκατ᾽ ἐπωνυμίῃ.
Κάλλιμος ἠιθέων Εὐφήμιος, εἴ ποτ᾽ ἔην γε· κάλλιμος ἐν χώροις χῶρος ὅδ᾽ ἠλύσιος· τοὔνεκεν εἰς ἓν ἄγερθεν· ἐπεὶ ζωὴν μὲν ἔλειψε, οὔνομα δ᾽ ἐν χώρῳ κάλλιπεν ἠγαθέῳ. Ἤλυθε κἀμφιλόχοιο φίλον δέμας ἐς μέγα σῆμα, ψυχὴ δ᾽ ἐς μακάρων ᾤχετ᾽ ἀποπταμένη. πηοῖς πάντα πέπασο, μακάρτατε· βίβλον ἔῳξας πᾶσαν, ὅση θνητῶν κεἴ τις ἐπουρανίη· γηραλέος φιλίην ὑπέδυς χθόνα· τέκνα λέλοιπας κρείσσονα καὶ τοκέων· τὸ πλέον οὐ μερόπων.
Ἄσμενος ᾗ τε δάμαρτι καὶ υἱέι πάρθετο σῶμα Ἀμφίλοχος λιπαροῦ γήραος ἀντιάσας, ὄλβιος, εὐγενέτης, μύθων κράτος, ἄλκαρ ἁπάντων πηῶν, εὐσεβέων, εὐγενέων, λογίων καὶ μύθοιο δοτὴρ περιώσιος. ἠνίδ᾽ ἑταίρων σῶν ἑνός, ὦ φιλότης, γράμμ᾽ ἐπιτυμβίδιον.
Ὦ μάκαρ, ὦ ξυνὸν πενίης ἄκος, ὦ πτερόεντες μῦθοι καὶ πηγὴ πᾶσιν ἀρυομένη, ἄσθματι πάντα λίπες πυμάτῳ· τὸ δ᾽ ἅμ᾽ ἕσπετο μοῦνον ἔνθεν ἀειρομένῳ κῦδος ἀεὶ θαλέθον. Γρηγόριος τάδ᾽ ἔγραψα, λόγῳ λόγον ὃν παρὰ σεῖο, Ἀμφίλοχ᾽, ἐξεδάην ἀντιχαριζόμενος.
Ἀμφίλοχος τέθνηκεν· ἀπώλετο, εἴ τι λέλειπτο καλὸν ἐν ἀνθρώποις, ῥητορικῆς τε μένος καὶ Χάριτες Μούσαισι μεμιγμέναι· ἔξοχα δ᾽ αὖ σε ἡ Διοκαισαρέων μύρατο πάτρα φίλη. Τυτθὸν μὲν πτολίεθρον, ἀτὰρ πολὺν ἀνέρα δῶκα βήμασιν ἰθυδίκοις ἡ Διοκαισαρέων, Ἀμφίλοχον· φθιμένῳ δὲ συνέφθιτο καὶ πυρόεσσα ῥήτρη καὶ πάτρης εὖχος ἀριστοτόκου.
Τὸν ῥήτρην πυρόεσσαν ἐπ᾽ ἀντιπάλοισι φέροντα, τὸν μέλιτος γλυκίω ἤθεα καὶ πραπίδας Ἀμφίλοχον κατέχω τυτθὴ κόνις ἔκτοθι πάτρης, υἱέα Φιλτατίου Γοργονίας τε μέγαν. Ῥητῆρες, φθέγγοισθε· μεμυκότα χείλεα σιγῇ Ἀμφιλόχου μεγάλου τύμβος ὅδ᾽ ἀμφὶς ἔχω.
Ἠρίον Ἀμφιλόχοιο μελίφρονος, ὅς ποτε ῥήτρῃ πάντας Καππαδόκας καίνυτο καὶ πραπίσιν. Οἴχεαι, ὦ Νικόμηδες, ἐμὸν κλέος· ἡ δὲ συνωρὶς σῶν καθαρὴ τεκέων πῶς βίον ἐξανύσει; τίς δὲ τέλος νηῷ περικαλλέι χεὶρ ἐπιθήσει; τίς δὲ Θεῷ πέμψει φρὴν τελέην θυσίην σεῖο, μάκαρ, μιχθέντος ἐπουρανίοισι τάχιστα; ὦ γενεὴ τλήμων, οἷα πάθες, μερόπων.
Δέρκεο καὶ τύμβον Νικομήδεος, εἴ τιν᾽ ἀκούεις, ὃς νηὸν Χριστῷ δειμάμενος μεγάλῳ αὑτὸν μὲν πρώτιστον, ἔπειτα δὲ τὴν περίβωτον δῶκεν ἁγνὴν θυσίην παρθενίην τεκέων, φέρτερον οὐδὲν ἔχων ἱερεὺς γενέτης τε φέριστος. τοὔνεκα καὶ μεγάλῃ ὦκα μίγη Τριάδι.
Ὕστατος ἐς βίον ἦλθες ἀοίδιμον, ἀλλὰ τάχιστα ἔνθεν ἀνηέρθης. τίς τάδ᾽ ἔνευσε δίκη; Χριστὸς ἄναξ, Νικόμηδες, ὅπως σέο λαὸν ἄνωθεν ἰθύνῃς τεκέων σὺν ἱερῇ δυάδι. Πῇ με λιπὼν πολύμοχθον ἐπὶ χθονί, φίλταθ᾽ ἑταίρων, ἤλυθες ἁρπαλέως, κύδιμε Καρτέριε; πῇ ποτ᾽ ἔβης νεότητος ἐμῆς οἰήια νωμῶν, ἦμος ἐπ᾽ ἀλλοδαπῆς μῦθον ἐμετρεόμην, ὃς βιότῳ μ᾽ ἔζησας ἀσαρκέι; ἦ ῥ᾽ ἐτεόν σοι Χριστὸς ἄναξ πάντων φίλτερος, ὅν νυν ἔχεις.
Ἀστεροπὴ Χριστοῖο μεγακλέος, ἕρκος ἄριστον ἠιθέων, ζωῆς ἡνίοχ᾽ ἡμετέρης, μνώεο Γρηγορίοιο, τὸν ἔπλασας ἤθεσι κεδνοῖς, ἦν ὅτε ἦν, ἀρετῆς κοίρανε Καρτέριε. Ὦ πηγαὶ δακρύων, ὦ γούνατα, ὦ θυέεσσιν ἁγνοτάτοις παλάμαι Χριστὸν ἀρεσσάμεναι Καρτερίου, πῶς λῆξεν ὁμῶς πάντεσσι βροτοῖσιν; ἤθελεν ὑμνοπόλον κεῖθι χοροστασίη.
Ἥρπασας, ὦ Νικόμηδες, ἐμὸν κέαρ· ἥρπασας ὦκα Καρτέριον, τῆς σῆς σύζυγον εὐσεβίης. Ὦ Ξώλων ζαθέων ἱερὸν πέδον, οἷον ἔρεισμα σταυροφόρων κόλποις Καρτέριον κατέχεις. Βάσσε φίλος, Χριστῷ μεμελημένος ἔξοχον ἄλλων, τῆλε τεῆς πάτρης ληίστορι χειρὶ δαμάσθης, οὐδέ σε τύμβος ἔχει πατρώιος· ἀλλὰ καὶ ἔμπης πᾶσιν Καππαδόκεσσι μέγ᾽ οὔνομα σεῖο λέλειπται καὶ στῆλαι παγίων μέγ᾽ ἀμείνονες, αἷς ἐνιγράφθης, Γρηγορίου τόδε σοι μνημήιον, ὃν φιλέεσκες.
Ὡς Ἀβραὰμ κόλποισι τεθεὶς ὑποδέχνυσο, Βάσσε, σὸν τέκος ἀτρεκέως πνεύματι Καρτέριον· αὐτὰρ ἐγών, εἰ καί με τάφος σὺν πατρὶ καλύπτοι, οὔποτ᾽ ἀφ᾽ ὑμετέρης στήσομ᾽ ὁμοζυγίης. Ἠίθεον μεγάλοιο μέγαν κοσμήτορα λαοῦ χθὼν ἱερὴ κεύθω Φιλτατίοιο δέμας.
Εὐσέβιον, Βασίλισσα μεγακλέες ἐνθάδε κεῖνται, Ξώλων ἠγαθέων θρέμματα χριστοφόρων, καὶ Νόννης ζαθέης ἱερὸν δέμας. ὅστις ἀμείβεις τούσδε τάφους, ψυχῶν μνώεο τῶν μεγάλων. Αἰεί σοι νόος ἦεν ἐς οὐρανὸν οὐδ᾽ ἐπὶ γαίης ἤρειδες χθαμαλῆς ἴχνιον οὐδ᾽ ὀλίγον· τοὔνεκεν ὡς τάχος ἦλθες ἀπὸ χθονός· Εὐλάλιος δὲ σὴν κόνιν ἀμφιέπει σὸς κάσις, Ἑλλάδιε.
Τὸν νεαρόν, Χριστῷ δὲ μέγαν πολιόν τε νόημα χῶρος ὅδ᾽ ἀθλοφόρων Ἑλλάδιον κατέχω· οὐ νέμεσις· κείνοις γὰρ ὁμοίιον ἄλγος ἀνέτλη σβεννὺς ἀντιπάλου τοῦ φθονεροῖο μόθον. Μικρὸν μὲν πνείεσκες ἐπὶ χθονὶ σαρκὸς ἀνάγκῃ, πλείονα δὲ ζωῆς ὑψόθι μοῖραν ἔχεις, Ἑλλάδιε, Χριστοῖο μέγα κλέος· εἰ δὲ τάχιστα δεσμῶν ἐξελύθης, τοῦτο γέρας καμάτων.
Καὶ σύ, Γεωργίοιο φίλον δέμας, ἐνθάδε κεῖσαι, ὃς πολλὰς Χριστῷ πέμψας ἁγνὰς θυσίας· σὺν δὲ κασιγνήτη σῶμα, φρένας, ἡ Βασίλισσα, ξυνὸν ἔχει μεγάλη καὶ τάφον ὡς βίοτον. Χώρης τῆσδ᾽ ἱερῆς Εὐπράξιον ἀρχιερῆα ἥδ᾽ Ἀριανζαίη χθὼν μεγάλη κατέχω, Γρηγορίοιο φίλον καὶ ἥλικα καὶ συνοδίτην· τοὔνεκα καὶ τύμβου γείτονος ἠντίασεν.
Ἰχθυβόλον ποτ᾽ ἔλυε λίνον βυθίης ἀπὸ πέτρης Ναυκράτιος δίναις ἐν ποταμοῦ βρυχίαις· καὶ τὸ μὲν οὐκ ἀνέλυσεν, ὁ δ᾽ ἔσχετο. πῶς ἁλιῆα εἴρυσεν ἀνθ᾽ ἁλίης δίκτυον; εἰπέ, Λόγε, Ναυκράτιον, καθαροῖο βίου νόμον, ὥσπερ ἐίσκω, καὶ χάριν ἐλθέμεναι καὶ μόρον ἐξ ὑδάτων.
Ναυκράτιος στροφάλιγγι θάνε φθονεροῦ ποταμοῖο, δεσμοῖσιν βυθίης ἄρκυος ἐνσχόμενος, ὥς κε μάθῃς σύ, θνητέ, τὰ παίγνια τοῦδε βίοιο, ἔνθεν ἀνηέρθη πῶλος ὅδ᾽ ἄκρα θέων. Ναυκράτιος πλεκτοῖο λίνου δεσμοῖσιν ἐλυσθεὶς δεσμῶν τοῦδε βίου ἐξ ἁλίης ἐλύθη.
Αἵματος εὐγενέος γενόμην, βασιλῆος ἐν αὐλαῖς ἔστην, ὀφρὺν ἄειρα κενόφρονα. πάντα κεδάσσας, Χριστὸς ἐπεί με κάλεσσε, βίου πολλαῖσιν ἀταρποῖς ἴχνος ἔρεισα πόθοιο τινάγμασιν, ἄχρις ἀνεῦρον τὴν σταθερὴν Χριστῷ τήξας δέμας ἄλγεσι πολλοῖς· καὶ νῦν κοῦφος ἄνω Μαξέντιος ἔνθεν ἀνέπτην.
Πάλλετ᾽ ἐμοὶ κραδίη, Μαξέντιε, σεῖο γράφουσα οὔνομα, 〈ὃς στυφελὴν ἦλθες ὁδὸν βιότου,〉 ἄμβροτον, 〈αἰπήεσσαν, ἀτερπέα· σεῖο, φέριστε,〉 ἄτρομος οὐδὲ τάφῳ χριστιανὸς πελάει. Ἐμμέλιον τέθνηκε. τίς ἔφρασεν; ἥ γε τοσούτων καὶ τοίων τεκέων δῶκε φάος βιότῳ, υἱέας ἠδὲ θύγατρας ὁμόζυγας ἀζυγέας τε, εὔπαις καὶ πολύπαις ἥδε μόνη μερόπων. τρεῖς μὲν τῆσδ᾽ ἱερῆες ἀγακλέες, ἡ δ᾽ ἱερῆος σύζυγος, οἱ δὲ πέλας ὡς στρατὸς εὐαγέων.
Θάμβος ἔχεν μ᾽ ὁρόωντα τόσον γόνον Ἐμμελίοιο καὶ τοῖον, μεγάλης νηδύος ὄλβον ὅλον· ὡς δ᾽ αὐτὴν φρασάμην Χριστοῦ κτέαρ, εὐσεβὲς αἷμα, Ἐμμέλιον, τόδ᾽ ἔφην· “Οὐ μέγα· ῥίζα τόση. τοῦτό σοι εὐσεβίης ἱερὸν γέρας, ὦ παναρίστη, τιμὴ σῶν τεκέων, οἷς πόθον εἶχες ἕνα.„ Παρθένον αἰγλήεσσαν ἔχω κόνις, εἴ τιν᾽ ἀκούεις Μακρίναν, Ἐμμελίου πρωτότοκον μεγάλης· ἣ πάντων ἀνδρῶν λάθεν ὄμματα, νῦν δ᾽ ἐνὶ πάντων γλώσσῃ καὶ πάντων φέρτερον εὖχος ἔχει.
Καὶ σύ, Θεοσσέβιον, κλεινῆς τέκος Ἐμμελίοιο, Γρηγορίου μεγάλου σύζυγε, ἀτρεκέως ἐνθάδε τὴν ἱερὴν ὑπέδυς χθόνα, ἕρμα γυναικῶν εὐσεβέων· βιότου δ᾽ ὥριος ἐξελύθης. Γρηγόριον μήτρως, ἱερεὺς μέγας, ἐνθάδ᾽ ἔθηκε Γρηγόριος καθαροῖς Μάρτυσι παρθέμενος, ἠίθεον θαλέθοντα νεόχνοον· αἱ δὲ πάροιθεν τῆς γηροτροφίης ἐλπίδες οὐδὲ κόνις.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.