Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιγράμματα

Γρηγόριος ὁ Ναζιανζηνός

Κατά των απρεπών συμποσίων στις μνήμες των μαρτύρων

Έλεγχος της γαστριμαργίας και των κοσμικών εορτασμών κατά τις ιερές συνάξεις προς τιμήν των μαρτύρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 7 από 8

Εἰ φίλον ὀρχησταῖς ἀθλήματα, καὶ φίλον ἔστω θρύψις ἀεθλοφόροις· ταῦτα γὰρ ἀντίθετα. εἰ δ᾽ οὐκ ὀρχησταῖς ἀθλήματα οὐδὲ ἀθληταῖς ἡ θρύψις, πῶς σὺ Μάρτυσι δῶρα φέρεις ἄργυρον, οἶνον, βρῶσιν, ἐρεύγματα; ἦ ῥα δίκαιος, ὃς πληροῖ θυλάκους, κἂν ἀδικώτατος ᾖ;

Μάρτυρες, εἴπατε ἡμὶν ἀληθῶς, εἰ φίλον ὑμῖν αἱ σύνοδοι. —“Τί μὲν οὖν ἥδιον;„ —Ἀντὶ τίνος; — “Τῆς ἀρετῆς· πολλοὶ γὰρ ἀμείνους ὧδε γένοιντ᾽ ἄν, εἰ τιμῷτ᾽ ἀρετή.„ —Τοῦτο μὲν εὖ λέγετε· ἡ δὲ μέθη τό τε γαστρὸς ὑπάρχειν τοὺς θεραπευτὰς ἄλλοις· ἀθλοφόρων δ᾽ ἔκλυσις ἀλλοτρία.

Μὴ ψεύδεσθ᾽, ὅτι γαστρὸς ἐπαινέται εἰσὶν ἀθληταί· λαιμῶν οἵδε νόμοι, ὠγαθοί, ὑμετέρων· Μάρτυσι δ᾽ εἰς τιμὴν ἓν ἐπίσταμαι· ὕβριν ἐλαύνειν ψυχῆς καὶ δαπανᾶν δάκρυσι τὴν πιμελήν. Μαρτύρομ᾽, ἀθλοφόροι καὶ μάρτυρες· ὕβριν ἔθηκαν τιμὰς ὑμετέρας οἱ φιλογαστορίδαι. οὐ ζητεῖτε τράπεζαν ἐύπνοον οὐδὲ μαγείρους· οἱ δ᾽ ἐρυγὰς παρέχουσ᾽ ἀντ᾽ ἀρετῆς τὸ γέρας.