Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιγράμματα

Γρηγόριος ὁ Ναζιανζηνός

Επιγράμματα κατά των τυμβωρύχων και της ιεροσυλίας

Εκτενής σειρά επιγραμμάτων που καταδικάζουν αυστηρά τη σύληση και καταστροφή των μνημείων από φιλαργυρία, επικαλούμενα τη θεία δίκη και στηλιτεύοντας τους ιερόσυλους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 8 από 8

Τρισθανέες, πρῶτον μὲν ἐμίξατε σώματ᾽ ἀνάγνων ἀθλοφόροις, τύμβοι δὲ θυηπόλον ἀμφὶς ἔχουσι· δεύτερον αὖτε τάφους τοὺς μὲν διεπέρσατ᾽ ἀθέσμως αὐτοὶ σήματ᾽ ἔχοντες ὁμοίια, τοὺς δ᾽ ἀπέδοσθε, πολλάκι καὶ τρὶς ἕκαστον· ὃ δὲ τρίτον, ἱεροσυλεῖς Μάρτυρας, οἷς φιλέεις. Σοδομίτιδες ἵξατε πηγαί.

Παῖδες χριστιανῶν, τόδ᾽ ἀκούσατε. οὐδὲν ὁ τύμβος; πῶς οὖν ὑμετέρους χώννυτ᾽ ἀριπρεπέας; ἀλλ᾽ ἔστιν καὶ πᾶσι γέρας τόδε, μηδὲ τάφοισιν βάλλειν ἀλλοτρίοις δυσμενέας παλάμας. εἰ δ᾽, ὅτι μὴ νέκυς οἶδε τὰ ἐνθάδε, τοῦτ᾽ ἀδίκαστον, πείθομαι, ἢν σὺ φέρῃς πατρὸς ὕβριν φθιμένου.

Τυμβολέται, γάστρωνες, ἐρευγόβιοι, πλατύνωτοι, μέχρι τίνος τύμβοις Μάρτυρας ἀλλοτρίοις τιμᾶτ᾽, εὐσεβέοντες ἃ μὴ θέμις; ἴσχετε λαιμούς, καὶ τότε πιστεύσω Μάρτυσιν ἦρα φέρειν. Τιμὴ Μάρτυσίν ἐστιν ἀεὶ θνῄσκειν βιότητι αἵματος οὐρανίου μνωομένους μεγάλου· τύμβοι δὲ φθιμένοις. ὃς βήματα δ᾽ ἡμὶν ἐγείρει ἀλλοτρίοισι λίθοις, μηδὲ τάφοιο τύχοι.

Μάρτυρες, αἷμα Θεῷ μεγάλην ἐσπείσατε λοιβὴν καὶ μέντοι θεόθεν ἄξια δῶρ᾽ ἔχετε, βήμαθ᾽, ὕμνους, λαούς, ψυχῶν σέβας. ἀλλ᾽ ἀπὸ τύμβων φεύγετε, νεκροκόμοι, Μάρτυσι πειθόμενοι. Δαίμοσιν εἰλαπίναζον, ὅσοις τὸ πάροιθε μεμήλει δαίμοσιν ἦρα φέρειν, οὐ καθαρὰς θαλίας. τούτου χριστιανοὶ λύσιν εὕρομεν· ἀθλοφόροισι στησάμεθ᾽ ἡμετέροις πνευματικὰς συνόδους. νῦν δέ τι τάρβος ἔχει με· ἀκούσατε, οἱ φιλόκωμοι· πρὸς τοὺς δαιμονικοὺς αὐτομολεῖτε τύπους.

Μηκέτι πηκτὸν ἄροτρον ἀνὴρ ἐπὶ γαῖαν ἐλαύνοι, μὴ πέλαγος πλώοι, μὴ δόρυ θοῦρον ἔχοι· ἀλλὰ φέρων σκαπάνην τε καὶ ἄγριον ἐν φρεσὶ θυμὸν ἐς τύμβους πατέρων χρυσὸν ἴοι ποθέων, ὁππότε καὶ τοῦτόν τις ἐμὸν περικαλλέα τύμβον σκάψεν ἀτασθαλέων εἵνεκα κερδοσύνης.

Ἑπτὰ βίοιο πέλει τάδε θαύματα· τεῖχος, ἄγαλμα, κῆποι, πυραμίδες, νηός, ἄγαλμα, τάφος· ὄγδοον ἔσκον ἔγωγε πελώριος ἐνθάδε τύμβος, ὑψιπαγής, σκοπέλων τῶνδ᾽ ἀποτῆλε θέων, πρῶτος δ᾽ ἐν φθιμένοισιν ἀοίδιμος, ἔργον ἄπληστον τῆς σῆς, ἀνδροφόνε, μαινομένης παλάμης.

Ἦν ὅτε ἦν ἀτίνακτος ἐγὼ τάφος, οὔρεος ἄκρην πουλὺς ὑπερτέλλων τηλεφανὴς σκόπελος· νῦν δέ με θὴρ ἐτίναξεν ἐφέστιος εἵνεκα χρυσοῦ· ὧδε δ᾽ ἐτινάχθην γείτονος ἐν παλάμαις. Τὸν τύμβοιο τόσου ληίστορα, ὃν πέρι πάντῃ λάων τετραπέδων ἀμφιθέει στέφανος, ἄξιον αὐτίκ᾽ ἔην αὐτῷ ἐνὶ σήματι θέντας αὖθις ἐπικλεῖσαι χάσματα δυσσεβέι.

Ἔργον ἀλιτρὸν ὄπωπα, κεχηνότα τύμβον, ὁδεύων· χρυσοῦ ταῦτα πέλει ἔργματα τοῦ δολίου. εἰ μὲν χρυσὸν ἔχεις, εὗρες κακόν· εἰ δ᾽ ἄρα κεινὸς ἔνθεν ἔβης, κενεὴν μήσαο δυσσεβίην. Ὁσσάτιον παράμειψα βροτῶν βίον, οὐδ᾽ ἄρ᾽ ἔμελλον ἐκφυγέειν παλάμας γείτονος οὐλομένας, ὅς με καὶ αἰπὺν ἐόντα χαμαὶ βάλε νηλέι θυμῷ οὔτε Θεὸν δείσας οὐθ᾽ ὁσίην φθιμένων.

Τὸν τύμβων κακοεργὸν ἀλάστορα φεύγετε πάντες· ἠνίδ᾽, ὅσην σκοπιὴν ῥήξατο ῥηιδίως. οὐ μὲν ῥηιδίως ἐρρήξατο. ἀλλ᾽ ἀποτῆλε χάζεσθε· φθιμένους ὧδ᾽ ἂν ἀρεσσάμεθα. Αἰαῖ, ὥς τι κακὸν προτιόσσομαι ἐγγύθεν ἤδη τοῖσί τε τυμβορύχοις τοῖς τε περικτιόσιν σήματος ὑψιθέοντος ὀλωλότος. ἀλλὰ τὸν ἐχθρὸν οἶδε δίκη· δακρύειν δ᾽ ἡμέτερον φθιμένους.

Μαυσώλου τάφος ἐστὶ πελώριος, ἀλλὰ Κάρεσσι τίμιος· οὔτις ἐκεῖ τυμβολέτις παλάμη· Καππαδόκεσσιν ἔγωγε μέγ᾽ ἔξοχος, ἀλλὰ δέδορκας, οἷα πάθον. στήλῃ γράψατε νεκροφόνον. Τοῖχος ἐνὶ προπόδεσσι καὶ ὄρθιος· ἔνθεν ἔπειτα ὕπτιος ἐκ λαγόνων εἰς ἓν ἀγειρομένων τύμβος ἔην, καθύπερθε λόφου λόφος. ἀλλὰ τί ταῦτα; οὐδὲν χρυσοφίλαις, οἵ μ᾽ ἐτίναξαν ὅλον.

Νεκρῶν νεκρὰ πέλοι καὶ μνήματα· ὃς δ᾽ ἀνεγείρει τύμβον ἀριπρεπέα τῇ κόνι, τοῖα πάθοι· οὐ γὰρ ἂν οὗτος ἀνὴρ τὸν ἐμὸν τάφον ἐξαλάπαξεν, εἰ μὴ χρυσὸν ἔχειν ἤλπετο ἐκ νεκύων. Τίς τίνος; οὐκ ἐρέει στήλη· πρὸ γὰρ ὤλετο τύμβου. τίς χρόνος; ἀρχαίης σῆμα τόδ᾽ ἐργασίης. τίς δέ σ᾽ ἐνήρατο; εἰπέ· φόνος τόδε. —“Χεῖρες ἀλιτραὶ γείτονος.„ —Ὡς τί λάβῃ; —“Χρυσόν.„ —Ἔχοι σκοτίην.

Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, ἴσθι με ταῦτα τοῦ νεοκληρονόμου χερσὶ παθόντ᾽ ἀδίκως· οὐ γὰρ ἔχον χρυσόν τε καὶ ἄργυρον, ἀλλ᾽ ἐδοκήθην, κάλλεϊ μαρμαίρων τοσσατίῳ λαγόνων. Στῆθι πέλας καὶ κλαῦσον ἰδὼν τόδε σῆμα θανόντος, εἴ ποτ᾽ ἔην, νῦν αὖτε τάφον δηλήμονος ἀνδρός. σῆμα πέλω, μὴ τύμβον ἐγείρειε βροτὸς ἄλλος. τί πλέον, εἰ παλάμαισι φιλοχρύσοισιν ὀλεῖται;

Αἰὼν καὶ κληῖδες ἀμειδήτου θανάτοιο καὶ λήθης σκοτίης βένθεα καὶ νέκυες, πῶς ἔτλη τύμβον τις ἐμὸν ἔπι χεῖρας ἐνεγκεῖν; πῶς ἔτλη; φθιμένων 〈κήδεται οὐδ᾽ ὁσίη〉. Τέτρωμαι πληγῇσιν ἀεικελίῃσιν ὁ τύμβος, τέτρωμ᾽, ὥς τις ἀνὴρ ἐν δαῒ λευγαλέῃ. ταῦτα φίλα θνητοῖσι, τὸ δ᾽ αἴτιον ὡς ἀθέμιστον. τὸν νέκυν οἶον ἔχων χρυσὸν ἀποξέομαι.

Πρός σε Θεοῦ ξενίου λιτάζομαι, ὅστις ἀμείβεις τύμβον ἐμόν, φράζειν· “Τοῖα πάθοις, ὁ δράσας.„ — “Οὐκ οἶδ᾽, ὅντινα τύμβος ἔχει νέκυν· ἀλλ᾽ ἐρέω γε δάκρυ᾽ ἐπισπένδων· Τοῖα πάθοις, ὁ δράσας.„ Πάντα λιπών, γαίης τε μυχοὺς καὶ πείρατα πόντου, ἦλθες ἔχειν ποθέων χρυσὸν ἐμοῦ νέκυος. νεκρὸν ἔχω καὶ μῆνιν ὀλωλότος· ἤν τις ἐπέλθῃ, ταῦτ᾽, εἰ ληίζει, δώσομεν ἀσπασίως.

Εἴ σοι χρυσὸν ἔδωκα μόνῳ μόνος, οὐκ ἐφύλασσες τοῦθ᾽, ὅπερ εἰλήφεις, ἢ κακὸς ἦσθ᾽ ἂν ἄγαν; εἰ δὲ τάφον σκάπτεις, τὴν αἰδέσιμον παραθήκην, καὶ τόδ᾽ ἐπὶ χρυσῷ, ἄξιος, εἰπέ, τίνος; Τοὺς ζῶντας κατόρυσσε. τί γὰρ νεκροὺς κατορύσσεις;

Ἄξιοί εἰσι τάφων, οἵ σε ζῆν εἴασαν οὕτω τὸν τῶν οἰχομένων ὑβριστὴν καὶ φιλόχρυσον. Καὶ σύ, τάλαν, παλάμῃσι τεαῖς ἢ μύστιν ἐδωδὴν δέξῃ θαρσαλέως ἢ Θεὸν ἀγκαλέσεις, χείρεσιν αἷς διόρυξας ἐμὸν τάφον; ἦ ῥα δίκαιοι οὐδὲν ἔχουσι πλέον, εἰ σὺ τάλαντα φύγοις.

Φησὶ Δίκη· “Τίς πίστις, ὅτ᾽ ὤλεσας, ὃν λαγόνεσσι σῇσιν ἔδωκα νέκυν, γαῖα φίλη, φθιμένῳ;„ — “Οὐ γαίη μ᾽ ἐτίναξεν· ἀτάσθαλος ὤλεσεν ἀνήρ, καὶ φιλοκερδείης εἵνεκα· τοῦτον ἔχω.„ Πρόσθε τάδ᾽ ἦεν ἄσυλα· Θεός, νέκυς. ἀλλὰ Θεὸς μὲν ἵλαος· εἰ δὲ νέκυς, ὄψεθ᾽ ὁ τυμβολέτης.

Ἦ ῥά σε δινήσουσιν Ἐρινύες· αὐτὰρ ἔγωγε κλαύσομ᾽ ἀποφθιμένους, κλαύσομ᾽ ἄγος παλάμης. Λήξατε, τυμβοχόοι, ναὶ λήξατε βένθεσι γαίης κεύθειν τοὺς φθιμένους· εἴξατε τυμβολέταις. νεκρῶν καὶ τάδε γ᾽ ἐστὶ σοφίσματα, ὡς φιλόχρυσον εὕρωσιν παλάμην, σήματα τοῖα χέειν.

Τίς σ᾽ ἀνέηκεν, ἄπληστε, τόσον κακὸν ἀντὶ τόσοιο κέρδεος ἀλλάξαι, μηδὲ παρεσταότος; Στῆλαι καὶ τύμβοι, μέγα χαίρετε, σήματα νεκρῶν· οὐκέτι κηρύξω μνήμασι τοὺς φθιμένους, ἡνίκα τὸν περίφαντον ἐμὸν τάφον ὤλεσε γείτων. γαῖα φίλη, σὺ δέ μοι δέχνυσο τοὺς φθιμένους.

Στῆλαι καὶ πλακόεντες ἐν οὔρεσιν, ἔργα Γιγάντων, τύμβοι καὶ φθιμένων ἄφθιτε μνημοσύνη, σεισμὸς πάντα βράσειεν ἐμοῖς νεκύεσσιν ἀρήγων, οἷς ἔπι χεὶρ ὀλοὴ ἦλθε σιδηροφόρος. Ἡνίκα τὸν περίβωτον ἐπ᾽ οὔρεος, ἄγριε Τιτάν, τύμβον ἀνερρήξω, πῶς ἔσιδες νέκυας, ὡς δ᾽ εἶδες, πῶς χεῖρες ἐπ᾽ ὀστέα; ἦ τάχα κέν σε τῇ σχέθον, εἰ θέμις ἦν τοῖσδ᾽ ἕνα τύμβον ἔχειν.

Σήματα καὶ σποδιὴ καὶ ὀστέα οἵ τε πάρεδροι δαίμονες, οἳ φθιμένου ναίετε τόνδε λόφον, τόνδ᾽ ἀλιτρὸν τίννυσθε, ὃς ὑμέας ἐξαλάπαξεν. τῶν δὲ περικτιόνων δάκρυον ὕμμιν ὅσον. Τύμβοι καὶ σκοπιαὶ καὶ οὔρεα καὶ παροδῖται, κλαύσατε τύμβον ἐμόν, κλαύσατε τυμβολέτην· ἠχὼ δ᾽ ἐκ σκοπέλων πυματηγόρος ἀντιαχείτω τῶνδε περικτιόνων· “Κλαύσατε τυμβολέτην.„ Κτείνετε, ληίζεσθε, κακοὶ κακοκερδέες ἄνδρες· οὔτις ἐπισχήσει τὴν φιλοχρημοσύνην, εἰ τάδ᾽ ἔτλης, κακοεργέ, κακόφρονος εἵνεκα χρυσοῦ σήμασι σὴν ἐπέχειν ἁρπαλέην παλάμην.

Οὗτος ἔπερσεν ἐμὸν φίλιον τάφον ἐλπίδι κούφῃ, ὃν μοῦνον κτεάνων ἔνθεν ἀπῆλθον ἔχων· καὶ τοῦτόν τις ἀλιτρὸς ἑαῖς παλάμαις ὀλέσειεν, ἐκ δ᾽ ὀλέσας τύμβου τῆλε βάλοι πατέρων. Τίς τὸν ἐμὸν διέπερσε φίλον τάφον οὔρεος ἄκρης τῆσδ᾽ ἀναειρόμενον ἡλίκον ὁσσατίης; χρυσὸς ἔθηξε μάχαιραν ἐπ᾽ ἀνδράσι· χρυσὸς ἄπληστον κύμασι χειμερίοις ὤλεσε ναυσιβάτην· κἀμοὶ χρυσὸς ἔπερσε μέγαν περικαλλέα τύμβον ἐλπισθείς· χρυσοῦ δεύτερα πάντ᾽ ἀδίκοις.

Πολλάκι ναυηγοῖο δέμας κατέχωσεν ὁδίτης κύμασι πλαζόμενον, πολλάκι θηρολέτου, ἤδη καί, πολέμῳ τις ὃν ὤλεσεν· ἀλλ᾽ ἐμὲ γείτων χωσθέντ᾽ ἀλλοτρίαις χερσὶν ἔπερσε τάφον. Ὢ χρυσοῦ δολίοιο, πόσον κακὸν ἔπλεο θνητοῖς. ζῶσιν καὶ φθιμένοις χεῖρα φέρεις ἀδικῶν· οἷς γὰρ ἐμὸν τύμβον τε καὶ ὀστέα δῶκα φυλάσσειν, τῶνδ᾽ ὑπὸ ταῖς μιαραῖς ἐξολόμην παλάμαις.

Πάντ᾽ ἔθανεν νεκύεσσι. τί παίζομεν; οὔτις ἔτ᾽ αἰδὼς ἐκ ζώντων φθιμένοις. δέρκεο τόνδε τάφον, ὅν γ᾽ ἐλπὶς χρυσοῖο διώλεσε τόσσον ἐόντα θαῦμα παρερχομένοις, θαῦμα περικτίοσιν. Λίσσομαι· ἤν γε θάνω, ποταμῷ δέμας ἠὲ κύνεσσιν ῥίψατε ἠὲ πυρὶ δάψατε παντοφάγῳ· λώιον ἢ παλάμῃσι φιλοχρύσοισιν ὀλέσθαι. δείδια τόνδε τάφον τοῖα παθόνθ᾽ ὁρόων.

Δή ποτε Κῦρος ἄναξ βασιλήιον ὡς ἀνέῳξεν τύμβον ἐπὶ χρυσῷ, γράμμα τόδ᾽ εὗρε μόνον· “Οἴγειν ἀπλήστοιο τάφους χερός.„ ὣς δὲ σὺ τόσσον σῆμα τόδ᾽ οὐχ ὁσίαις οἶξας, ἄνερ, παλάμαις. Ὃς κακὸς οὐ φθιμένοισι, τάχ᾽ ἂν φθιμένοισιν ἀρήγοι· ὃς δ᾽ οὐδὲ φθιμένοις, οὔποτ᾽ ἂν οὐ φθιμένοις. ὣς δὲ σύ, τοῖς φθιμένοισιν ἐπεὶ τάφον ἐξαλάπαξας, οὔποτ᾽ ἂν οὐ φθιμένοις χεῖρα φέροις ὁσίην. “Μαρτύρομ᾽, οὐδὲν ἔχω· πτωχὸς νέκυς ἐνθάδε κεῖμαι· μή με τεαῖς ἀτίσῃς τυμβοφόνοις παλάμαις.„ — Οὐδὲ γὰρ οὗτος ἔχεν χρυσὸν τάφος, ἀλλ᾽ ἐδαΐχθη. πάντα φιλοχρύσοις ἔμβατα· φεῦγε, Δίκη.„ Οἱ τύμβοι φθιμένοισιν “Ἀρήξατε„ εἶπον ἅπαντες, ἡνίχ᾽ ὁ λυσσήεις τόνδ᾽ ἐτίνασσε τάφον. οἱ νέκυες τύμβοισι· “Τί ῥέξομεν; αὖθις ἀέρθη ὡς ἐπὶ βουκτασίῃ γαῖαν ἀφεῖσα Δίκη.„ Ἤλυθεν εἰς Ἀίδην τις, ὁ δ᾽ ἔπτατο, ἄλλος ὄλεσσε θῆρας, ὁ δὲ πλεκτὸν υἱέϊ τεῦξε δόμον· τούτων οὗτος ἀνὴρ οὐ δεύτερον ἔργον ἔρεξεν, τόνδε τάφον ῥήξας χείρεσιν οὐχ ὁσίαις.

Εἰ τόσον ἔργον ἔγειρας ὀλωλότι, οὐ μέγα θαῦμα· εἰ δὲ τόσον διέπερσας, ἀοίδιμος ἐσσομένοισιν, καί σέ τις ἐν μεγάλοισιν ἀριθμήσει κακοεργοῖς τύμβον ἀναρρήξανθ᾽, ὃν καὶ τρομέουσι φονῆες. Χρυσὸς μὲν Ῥοδίοισιν ἐπέκλυσε· σοὶ δ᾽ ἀπὸ τύμβων χρυσὸν φέρει σίδηρος, ὃς κακὸν φέρει· ὄρυσσ᾽, ὄρυσσε πάντας· ἦ τάχ᾽ ἄν σέ τις τύμβος κ᾽ ἐξολέσειε πεσών, νεκύεσσι δ᾽ ἀρήγοι.

Τύμβος ἔην· νῦν δ᾽ εἰμὶ λίθων χύσις, οὐκέτι τύμβος· ταῦτα φιλοχρύσοις εὔαδε. ποῖα δίκη; Αἰαῖ, καὶ τέφρη γενόμην καὶ χεῖρας ἀλιτρῶν οὐκ ἔφυγον. χρυσοῦ τίπτε χερειότερον; Ἅζομαι ἀνδρομέης γενεῆς ὕπερ, εἴ σέ τις ἔτλη, τύμβε, χαμαὶ βαλέειν οὐχ ὁσίαις παλάμαις.

Τύμβος ἐγώ, σκοπιή τις ἀπ᾽ οὔρεος· ἀλλά με χεῖρες θῆκαν ἴσον δαπέδῳ. τίς τάδ᾽ ἄνωξε νόμος; Οὗτος ἐμὸς δόμος ἦεν ὀλωλότος· ἀλλὰ σίδηρος ἦλθ᾽ ἐπ᾽ ἐμῷ τύμβῳ· σὸν δόμον ἄλλος ἔχοι. Τὴν σκαπάνην ἐπ᾽ ἄρουραν, ἐμῷ δ᾽ ἐπὶ σήματι βάλλειν δάκρυα, μὴ παλάμας· ἥδε δίκη φθιμένων.

Τὴν σκαπάνην ἐπ᾽ ἄρουραν· ἐμοῦ δ᾽ ἀποχάζεο τύμβου, χάζεο· οὐδὲν ἔχω πλὴν ζακότων νεκύων. Εἴ σ᾽, ἄπληστε, τάφων δηλήμονα τοῖον ἐώλπειν, πάσσαλος ἂν τῇδε καὶ τροχὸς ἐκρέματο. Τίπτε μ᾽ ἀνοχλίζεις κενεὸν τάφον; ὀστέα μοῦνα κεύθω καὶ σποδιὴν τοῖσιν ἐπερχομένοις.

Τύμβος ἐγώ, τύμβων πανυπέρτατος· ἀλλ᾽ ἔμ᾽ ἔῳξεν ὥς τινα τῶν πολλῶν ἀνδροφόνος παλάμη. Ἀνδροφόνος παλάμη με διώλεσε· λήξατε τύμβων, θνητοί, καὶ κτερέων· δεῦτ᾽ ἐπὶ νεκρά, κύνες. Δεῦτ᾽ ἐπὶ νεκρά, κύνες· χρυσοῦ διφήτορες ἄνδρες ἤδη καὶ νεκύων χρυσολογοῦσι κόνιν.

Ἄλλος τύμβον ἔγειρε, σὺ δ᾽ ὤλεσας· ἄλλος ἐγείροι σὸν τάφον, εἴ γε θέμις, ἄλλος ἔραζε βάλοι. Ἤδη καὶ νεκύεσσιν ἐπέχραον οἱ φιλόχρυσοι· φεύγετε ἐκ τύμβων, εἰ σθένος, οἱ φθίμενοι. Τίπτε μ᾽ ἀνοχλίζεις; νεκύων ἀμενηνὰ κάρηνα μοῦνα φέρω· τύμβων ὀστέα πλοῦτος ἅπας.

Δαίμονας, οἵ με ἔχουσιν, ἀλεύεο· οὔτι γὰρ ἄλλο τύμβος ἔχω· τύμβων ὀστέα πλοῦτος ἅπας. Εἰ χρυσοῦ δόμος ἦεν ὅλος τάφος, ὦ φιλόχρυσε, οὔποτ᾽ ἔδει τοίην χεῖρα φέρειν φθιμένοις. Λήθη καὶ σιγὴ νεκύων γέρας· ὡς δ᾽ ἀλαπάξας οὗτος ἐμὸν πολλοῖς θῆκεν ἄεισμα τάφον.

Πάντ᾽ ἔχετε, ζώοντες, ἐμοὶ δ᾽ ὀλίγοι τε φίλοι τε λᾶες τῷ φθιμένῳ· φείδεο σοῦ νέκυος. Οὐ χρυσοῦ δόμος εἰμί. τί τέμνομαι; αὐτὸς ἔγωγε τύμβος, ὃν ὀχλίζεις· πλοῦτος ἐμοῦ νέκυες. Τύμβος ἐγὼ κλέος ἦα περικτιόνων ἀνθρώπων· νῦν δ᾽ εἰμὶ στήλη χειρὸς ἀλιτροτάτης.

Εἰ λίην φιλόχρυσον ἔχεις κέαρ, ἄλλον ὀρύσσειν χρυσόν· ἐμοὶ δ᾽ οὐδὲν πλὴν φθιμένων κτερέων. Μὴ δείξῃς μερόπεσσι γυμνὸν νέκυν, ἤ σε γυμνώσει ἄλλος· ὁ δὲ χρυσὸς πολλάκις ἐστὶν ὄναρ. Οὐχ ἅλις ἦε βροτοῖσι βροτοὺς ἐπὶ χεῖρας ἰάλλειν, ἀλλὰ καὶ ἐκ νεκύων σπεύδετε χρυσὸν ἔχειν.

Ὑμετέροις τύμβοισιν ἀρήξατε, οἱ τόδ᾽ ὁρῶντες σῆμα δαϊχθὲν ὅσον. λεύσατε τυμβολέτην. Τίς με τὸν ἐξ αἰῶνος ἀκινήτοισι λίθοισι κευθόμενον θνητοῖς δεῖξε πένητα νέκυν; Τίπτε τάφον διέκερσας ἐμόν, τάλαν; ὣς διακέρσαι σοί γε Θεὸς βιοτήν, ὦ φιλόχρυσον ἄγος.

Μῦθος Τάρταρος ἦεν, ἐπεὶ τάφον οὐκ ἂν ἔῳξεν οὗτος ἀνήρ. οἴμοι, ὡς βραδύπους σύ, Δίκη. Ὡς βραδύπους σύ, Δίκη, καὶ Τάρταρος οὐκέτι δεινός. οὐ γὰρ ἂν οὗτος ἀνὴρ τόνδ᾽ ἀνέῳξε τάφον. Ὤμοσα τοὺς φθιμένους καὶ ὤμοσα Τάρταρον αὐτὸν μήποτε τυμβολέταις εὐμενὲς ὄμμα φέρειν.

Οὔρεα καὶ πρῶνες, τὸν ἐμὸν τάφον ὥς τιν᾽ ἑταῖρον κλαύσατε, πᾶς δὲ πέσοι τῷ σφε τεμόντι λίθος. Πλούσιός εἰμι πένης· τύμβῳ πολύς, ἔνδον ἄχρυσος· ἴσθι καθυβρίζων νεκρὸν ἀσυλότατον. Κἂν στῇς πυθμένος ἄχρις ἐμοὺς κευθμῶνας ὀρύσσων, μόχθος σοὶ τὸ πέρας ὀστέα μοῦνον ἔχει.

Τέμνετε, τέμνετε ὧδε· πολύχρυσος γὰρ ὁ τύμβος τοῖς ποθέουσι λίθους· τἆλλα δὲ πάντα κόνις. Γαῖα φίλη, μὴ σοῖσι θανόνθ᾽ ὑποδέχνυσο κόλποις τὸν τυμβωρυχίης κέρδεσι τερπόμενον. Ὑβριστὴς ἐπ᾽ ἔμ᾽ ἦλθε τὸν οὐ ζώοντα σίδηρος καὶ χρυσὸν ποθέων εὗρε πένητα νέκυν.