Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαὶ θεολογικαί

Γρηγόριος ὁ Ναζιανζηνός

Προοίμιο και ορθόδοξη ομολογία της πρώτης επιστολής προς Κληδόνιο

Ο Γρηγόριος ελέγχει τις καινοτομίες των αιρετικών και διατυπώνει την ορθόδοξη πίστη για την υποστατική ένωση θείας και ανθρώπινης φύσης στον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 9

Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη Τῷ τιμιωτάτῳ καὶ θεοφιλεστάτῳ ἀδελφῷ καὶ συμπρεσβυτέρῳ Κληδονίῳ Γρηγόριος ἐν Κυρίῳ χαίρειν. Βουλόμεθα μαθεῖν τίς ἡ καινοτομία περὶ τὴν Ἐκκλησίαν, ἵν᾽ ἐξῇ παντὶ βουλομένῳ καὶ «παραπορευομένῳ», κατὰ τὸ γεγραμμένον, διασπᾶν τὴν ποίμνην καλῶς ἠγμένην καὶ συλαγωγεῖν κλοπιμαίοις ἐφόδοις, μᾶλλον δὲ λῃστρικοῖς καὶ παραλόγοις διδάγμασιν.

Εἰ μὲν γὰρ εἶχόν τι καταγινώσκειν ἡμῶν περὶ τὴν πίστιν οἱ νῦν ἐπελθόντες, οὐδ᾽ οὕτω μὲν χωρὶς ὑπομνήσεως ἡμῶν ἔδει τὰ τοιαῦτα τολμᾶν. Πεῖσαι γὰρ ἐχρῆν ἢ πεισθῆναι θελῆσαι πρότερον (εἴπερ τις καὶ ἡμῶν λόγος ὡς τὸν Θεὸν φοβουμένων καὶ κοπιασάντων ὑπὲρ τοῦ λόγου καὶ τὴν Ἐκκλησίαν ὠφελησάντων), καὶ τότε, εἴπερ ἄρα, καινοτομεῖν, πλὴν καὶ ἀπολογία τις ἦν ἴσως τοῖς ὑβρισταῖς.

Ἐπειδὴ δὲ καὶ ἐγγράφως καὶ ἀγράφως, καὶ ἐνταῦθα καὶ πορρωτέρω, καὶ μετὰ κινδύνων καὶ ἀκινδύνως ἡ πίστις ἡμῶν κεκήρυκται, πῶς οἱ μὲν ἐγχειροῦσι τοῖς τοιούτοις, οἱ δὲ ἡσυχάζουσι; Καὶ οὐχὶ τοῦτό πω δεινόν, καίπερ ὂν δεινόν, εἰ τὴν ἑαυτῶν κακοδοξίαν ἄνθρωποι ταῖς ἀκεραιοτέραις ψυχαῖς διὰ τῶν κακουργοτέρων ἐναποτίθενται, ἀλλ᾽ ὅτι καὶ ἡμῶν καταψεύδονται ὡς ὁμοδόξων καὶ ὁμοφρόνων, τῷ χαλκῷ τὸ δέλεαρ περιβάλλοντες καὶ διὰ τοῦ προσχήματος τούτου τὸ ἑαυτῶν θέλημα κακῶς ἐκπληροῦντες, καὶ τὴν ἁπλότητα ἡμῶν, ἐξ ἧς ἀδελφικῶς αὐτοὺς ἑωρῶμεν, καὶ οὐκ ἀλλοτρίως, κακίας ἐφόδιον ποιησάμενοι· οὐ μόνον δέ, ἀλλ᾽ ὅτι καὶ ὑπὸ τῆς δυτικῆς συνόδου δεδέχθαι φασίν, ὡς πυνθάνομαι, ὑφ᾽ ἧς τὸ πρότερον ἦσαν κατακριθέντες, ὡς πᾶσιν εὔδηλον.

Εἰ μὲν οὖν ἐδέχθησαν ἢ νῦν ἢ πρότερον οἱ τὰ Ἀπολλιναρίου φρονοῦντες, τοῦτο δειξάτωσαν καὶ ἡμεῖς στέρξομεν. Δῆλον γὰρ ὅτι τῷ ὀρθῷ λόγῳ συνθέμενοι· οὐδὲ γὰρ ἐνδέχεται ἄλλως, εἰ τούτου τετυχήκασι. Δείξουσι δὲ πάντως ἢ διὰ τόμου συνοδικοῦ ἢ δι᾽ ἐπιστολῶν κοινωνικῶν· οὗτος γὰρ τῶν συνόδων ὁ νόμος.

Εἰ δὲ λόγος τοῦτό ἐστι καὶ ἀναπλασμὸς εὐπρεπείας ἕνεκεν αὐτοῖς καὶ πιθανότητος τῆς πρὸς τοὺς πολλοὺς εὑρημένος διὰ τὸ τῶν προσώπων ἀξιόπιστον, δίδαξον αὐτοὺς ἠρεμεῖν καὶ διέλεγχε. Τῇ γὰρ σῇ πολιτείᾳ καὶ ὀρθοδοξίᾳ τοῦτο πρέπειν ὑπολαμβάνομεν.

Μὴ ἀπατάτωσαν οἱ ἄνθρωποι μηδὲ ἀπατάσθωσαν ἄνθρωπον ἄνουν δεχόμενοι τὸν Κυριακόν, ὡς αὐτοὶ λέγουσι, μᾶλλον δὲ τὸν Κύριον ἡμῶν καὶ Θεόν. Οὐδὲ γὰρ τὸν ἄνθρωπον χωρίζομεν τῆς θεότητος, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν δογματίζομεν, πρότερον μὲν οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν καὶ Υἱὸν μόνον καὶ προαιώνιον, ἀμιγῆ σώματος καὶ τῶν ὅσα σώματος, ἐπὶ τέλει δὲ καὶ ἄνθρωπον, προσληφθέντα ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας, παθητὸν σαρκί, ἀπαθῆ θεότητι, περιγραπτὸν σώματι, ἀπερίγραπτον πνεύματι, τὸν αὐτὸν ἐπίγειον καὶ οὐράνιον, ὁρώμενον καὶ νοούμενον, χωρητὸν καὶ ἀχώρητον, ἵν᾽ ὅλῳ ἀνθρώπῳ τῷ αὐτῷ καὶ Θεῷ ὅλος ἄνθρωπος ἀναπλασθῇ πεσὼν ὑπὸ τὴν ἁμαρτίαν.