Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαὶ θεολογικαί

Γρηγόριος ὁ Ναζιανζηνός

Έλεγχος του συγγράμματος του Απολλιναρίου και προτροπή για παρέμβαση

Έκθεση των πλανών του Απολλιναρίου περί προαιώνιας σάρκας και έκκληση προς τον Νεκτάριο να ενημερώσει τον αυτοκράτορα ώστε να αποτραπούν οι συνάξεις των αιρετικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 9 από 9

Πάντως μὲν οὖν διὰ πάντων κατὰ Θεοῦ χάριν τὰ θεῖα πεπαιδευμένος μυστήρια, οὐ μόνον τὴν τοῦ ὀρθοῦ λόγου συνηγορίαν ἐπίστασαι, ἀλλὰ κἀκεῖνα ὅσα παρὰ τῶν αἱρετικῶν κατὰ τῆς ὑγιαινούσης ἐπινενόηται πίστεως· πλὴν καὶ παρὰ τῆς βραχύτητος ἡμῶν οὐκ ἄκαιρον ἴσως ἀκοῦσαί σου τὴν σεμνοπρέπειαν ὅτι μοι πτυκτίον γέγονεν ἐν χερσὶ τοῦ Ἀπολλιναρίου, ἐν ᾧ τὰ κατασκευαζόμενα πᾶσαν αἱρετικὴν κακίαν παρέρχεται.

Διαβεβαιοῦται γὰρ μὴ ἐπίκτητον εἶναι τὴν σάρκα κατ᾽ οἰκονομίαν ὑπὸ τοῦ μονογενοῦς Υἱοῦ προσληφθεῖσαν ἐπὶ μεταστοιχειώσει τῆς φύσεως ἡμῶν, ἀλλ᾽ ἐξ ἀρχῆς ἐν τῷ Υἱῷ τὴν σαρκώδη ἐκείνην φύσιν εἶναι. Καὶ κακῶς ἐκλαβὼν εὐαγγελικήν τινα ῥῆσιν εἰς μαρτυρίαν τῆς τοιαύτης ἀτοπίας προβάλλεται λέγων ὅτι «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου», ὡς καὶ πρὶν τοῦ κατελθεῖν αὐτὸν υἱὸν ἀνθρώπου εἶναι, καὶ κατελθεῖν ἰδίαν ἐπαγόμενον σάρκα ἐκείνην, ἣν ἐν τοῖς οὐρανοῖς ἔχων ἐτύγχανε, προαιώνιόν τινα καὶ συνουσιωμένην.

Λέγει γὰρ πάλιν ἀποστολικήν τινα ῥῆσιν, τοῦ ὅλου σώματος τῆς συμφράσεως ἀποκνίσας, ὅτι «ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ». Εἶτα κατασκευάζει τὸν ἄνθρωπον ἐκεῖνον τὸν ἄνωθεν ἥκοντα τὸν νοῦν μὴ ἔχειν, ἀλλὰ τὴν θεότητα τοῦ Μονογενοῦς τὴν τοῦ νοῦ φύσιν ἀναπληρώσασαν, μέρος γενέσθαι τοῦ ἀνθρωπείου συγκράματος τὸ τριτημόριον, ψυχῆς τε καὶ σώματος κατὰ τὸ ἀνθρώπινον περὶ αὐτὸν ὄντων, νοῦ δὲ μὴ ὄντος, ἀλλὰ τὸν ἐκείνου τόπον τοῦ Θεοῦ Λόγου ἀναπληροῦντος.

Καὶ οὔπω τοῦτο δεινόν· ἀλλὰ τὸ πάντων χαλεπώτατον, ὅτι αὐτὸν τὸν μονογενῆ Θεόν, τὸν κριτὴν τῶν πάντων, τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν καθαιρέτην τοῦ θανάτου, θνητὸν εἶναι κατασκευάζει, καὶ τῇ ἰδίᾳ αὐτοῦ θεότητι πάθος δέξασθαι, καὶ ἐν τῇ τριημέρῳ ἐκείνῃ νεκρώσει τοῦ σώματος καὶ τὴν θεότητα συναπονεκρωθῆναι τῷ σώματι, καὶ οὕτω παρὰ τοῦ Πατρὸς πάλιν ἀπὸ τοῦ θανάτου διαναστῆναι.

Τὰ δ᾽ ἄλλα ὅσα προστίθησι ταῖς τοιαύταις ἀτοπίαις μακρὸν ἂν εἴη διεξιέναι. Εἰ τοίνυν οἱ τὰ τοιαῦτα φρονοῦντες ἐν ἐξουσίᾳ τοῦ συνάγειν γίνονται, σκοπείτω σου ἡ ἐν Χριστῷ εὐδόκιμος φρόνησις ὅτι, μὴ συμβαινόντων ἡμῶν οἷς ἐκεῖνοι φρονοῦσι, τὸ λαβεῖν αὐτοὺς ἐξουσίαν συνάξεως οὐδὲν ἕτερόν ἐστιν ἢ ἀληθεστέρους τοῦ καθ᾽ ἡμᾶς δόγματος νομισθῆναι.

Εἰ γὰρ ὡς εὐσεβοῦντες ἐκεῖνοι διδάσκειν ὡς φρονοῦσι καὶ κηρύττειν ἐν παρρησίᾳ τὸ καθ᾽ ἑαυτοὺς ἐπιτρέπονται, δῆλον ὅτι κατέγνωσται ὁ τῆς Ἐκκλησίας λόγος, ὡς τῆς ἀληθείας παρ᾽ αὐτοῖς οὔσης. Δύο γὰρ ἐναντίους λόγους περὶ τοῦ αὐτοῦ πράγματος ἀληθεῖς εἶναι φύσιν οὐκ ἔχει.

Πῶς οὖν ὑπέμεινέ σου ἡ μεγαλοφυὴς καὶ ὑψηλὴ διάνοια μὴ χρήσασθαι τῇ συνήθει παρρησίᾳ εἰς διόρθωσιν τοῦ τοσούτου κακοῦ; Ἀλλ᾽ εἰ καὶ μὴ πρότερον τοῦτο γέγονε, νῦν γοῦν διαναστήτω ἡ ἀμίμητός σου ἐπ᾽ ἀρετῇ τελειότης καὶ διδαξάτω τὸν εὐσεβέστατον βασιλέα ὅτι οὐδὲν κέρδος ἔσται τῆς λοιπῆς αὐτοῦ περὶ τὰς Ἐκκλησίας σπουδῆς, εἰ τὸ τοιοῦτο κακὸν ἐπὶ καθαιρέσει τῆς ὑγιαινούσης πίστεως διὰ τῆς παρρησίας αὐτῶν κατισχύσει.