Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Παρεμβάσεις υπέρ προστασίας διωκομένων και υποθέσεις του Αμφιλοχίου

Στοχασμοί περί κινδύνων και σειρά επιστολών για την προστασία του Αμφιλοχίου, του Νικοβούλου και άλλων αδικηθέντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 29

ΚΑΙΣΑΡΙΩΙ Οὐδ᾽ οἱ φόβοι τοῖς εὐφρονοῦσιν ἄχρηστοι· ὡς δ᾽ ἔγωγέ φημι, καὶ λίαν καλοὶ καὶ σωτήριοι. Εἰ γὰρ καὶ γίνεσθαι αὐτοὺς ἀπευχόμεθα, γινομένοις γε παιδευόμεθα. Κάμνουσα γὰρ ψυχὴ ἐγγίζει Θεῷ, φησί που θαυμασιώτατα λέγων ὁ Πέτρος, καὶ παντὶ διαφυγόντι κίνδυνον πλείων οἰκείωσις πρὸς τὸν περισώσαντα.

Μὴ οὖν, ὅτι μετεσχήκαμεν τοῦ κακοῦ, δυσχεράνωμεν· ἀλλ᾽ ὅτι διαπεφεύγαμεν, εὐχαριστήσωμεν. Μηδ᾽ ἄλλοι φανῶμεν τῷ Θεῷ παρὰ τὸν καιρὸν τῶν κινδύνων, καὶ ἄλλοι μετὰ τοὺς κινδύνους· ἀλλὰ βουληθῶμεν εἴτ᾽ ἐνδημοῦντες, εἴτ᾽ ἐκδημοῦντες, εἴτ᾽ ἰδιωτεύοντες, εἴτε τὰ κοινὰ πράττοντες (δεῖ γὰρ οὕτω λέγειν καὶ μὴ λιπεῖν), τῷ σώσαντι κατακολουθεῖν καὶ γίνεσθαι τῆς ἐκείνου μοίρας, μικρὰ τῶν μικρῶν καὶ χαμαὶ ἐρχομένων φροντίσαντες.

Καὶ δῶμέν τι διήγημα τοῖς εἰς ὕστερον, μέγα μὲν εἰς δόξαν ἡμῖν, μέγα δ᾽ εἰς ὠφέλειαν ψυχῆς· τὸ δ᾽ αὐτὸ καὶ παίδευμα τοῖς πολλοῖς χρησιμώτατον, ὅτι κρεῖττον ἀσφαλείας κίνδυνος, καὶ συμφορὰ εὐημερίας αἱρετωτέρα· εἴ γε πρὸ μὲν τῶν φόβων ἦμεν τοῦ κόσμου, μετὰ δὲ τοὺς φόβους τοῦ Θεοῦ γεγενήμεθα.

Ἴσως σοι φορτικοὶ δοκοῦμεν πολλάκις σοι περὶ τῶν αὐτῶν ἐπιστέλλοντες, καὶ οὐ παραίνεσιν, ἄλλ᾽ ἐπίδειξιν νομίζεις τοὺς λόγους. Διὸ τούτων μὲν ἅλις· ἡμᾶς δ᾽ ἴσθι προθυμουμένους καὶ εὐχομένους μάλιστα μὲν γενέσθαι μέχρι σοῦ, συνησθησομένους τῇ σωτηρίᾳ σου καὶ περὶ τούτων τελεώτερον διαλεξομένους· εἰ δ᾽ οὖν, ἀλλ᾽ ἐνταῦθά σε δεξομένους ὡς τάχιστα, συνεορτάσαι τὰ χαριστήρια.

ΣΩΦΡΟΝΙΩΙ Ὁ χρυσὸς ἄλλοτε μὲν ἄλλως μεταποιεῖται καὶ σχηματίζεται, εἰς πολλοὺς κόσμους τυπούμενος καὶ πρὸς πολλὰ ὑπὸ τῆς τέχνης ἀγόμενος· μένει δ᾽ ὅπερ ἐστί, χρυσός, καὶ οὐχ ἡ ὕλη μεταβολήν, ἀλλὰ τὸ σχῆμα λαμβάνει.

Οὕτω καὶ τὴν σὴν καλοκἀγαθίαν ἡγούμενοι τὴν αὐτὴν μένειν τοῖς φίλοις, κἂν ἀεὶ προΐῃς ἐπὶ τὰ ἔμπροσθεν, ταύτην ἐθαρρήσαμεν τὴν πρεσβείαν προσαγαγεῖν, οὐ μᾶλλον τὴν ἀξίαν εὐλαβηθέντες ἢ τῷ τρόπῳ πιστεύσαντες.

Τῷ αἰδεσιμωτάτῳ υἱῷ ἡμῶν Νικοβούλῳ τὰ πάντα ἔχοντι πρὸς ἡμᾶς ἐπιτηδείως καὶ διὰ συγγένειαν καὶ διὰ τὴν οἰκειότητα καί, τὸ τούτων μεῖζον, διὰ τὸν τρόπον, γενοῦ δεξιός. Ἐν τίσι, καὶ πόσον; Ἐν οἷς αὐτὸς σοῦ δεηθήσεται, καὶ ὅσον τῇ σῇ μεγαλονοίᾳ πρέπειν ὑπολαμβάνεις.

Ἀντιδώσομεν δὲ καὶ ἡμεῖς ὧν ἔχομεν τὸ κάλλιστον. Ἔχομεν δὲ τοὺς λόγους καὶ τὸ κήρυκες εἶναι τῆς σῆς ἀρετῆς, εἰ καὶ μὴ τῆς ἀξίας ἐγγύς, ἀλλά γε κατὰ τὴν ἡμετέραν δύναμιν.

ΤΩΙ ΑΥΤΩΙ Ἔδει, καθάπερ τὸν χρυσὸν καὶ τοὺς λίθους τῇ ὄψει γνωρίζομεν, οὕτω καὶ τοὺς καλοὺς καὶ μὴ τῶν ἀνδρῶν αὐτόθεν διαγινώσκεσθαι, καὶ μὴ μακροτέρας δεῖσθαι δοκιμασίας. Οὐ γὰρ ἂν πολλῶν ἐδέησεν ἡμῖν λόγων ὑπὲρ τοῦ τιμιωτάτου υἱοῦ Ἀμφιλοχίου πρεσβεύουσι πρὸς τὴν σὴν μεγαλόνοιαν.

Θᾶττον ἂν ἤλπισα ἕν τι τῶν ἀπίστων καὶ παραδόξων, ἢ τοῦτον ἀγεννές τι πράξειν ἐπὶ χρήμασιν, ἢ διανοήσεσθαι· τοσοῦτον αὐτῷ τὸ παρὰ πάντων συγκεχωρηκὸς ἐπὶ καλοκἀγαθίᾳ καὶ τὸ πρεσβυτέραν τῆς ἡλικίας ἔχειν φρόνησιν.

Ἀλλὰ τί χρὴ παθεῖν; Οὐδὲν διαφεύγει τὸν φθόνον, ὁπότε καὶ τούτου τις μῶμος ἥψατο, ἀνδρὸς δι᾽ ἀπλότητα μᾶλλον ἢ τρόπου κακίαν περιπέσοντος ἐγκλήμασιν. Ἀλλά σοι μὴ ἀνεκτὸν φανήτω περιϊδεῖν αὐτὸν ταῖς συκοφαντίαις παρασυρόμενον. Μή, δέομαί σου τῆς ἱερᾶς καὶ μεγάλης ψυχῆς, —ἀλλὰ καὶ τὴν πατρίδα τίμησον, καὶ τῇ ἀρετῇ βοήθησον, καὶ ἡμᾶς αἰδέσθητι τοὺς παρὰ σοῦ καὶ διὰ σοῦ δοξασθέντας, καὶ ἀντὶ πάντων γενοῦ τῷ ἀνδρί, τῷ δύνασθαι τὸ θέλειν προσθείς, ἐπειδὴ πάντα τῆς σῆς ἀρετῆς οἶδα ἡττώμενα.

ΚΑΙΣΑΡΙΩΙ Εἰ μεγάλα ἐστὶν ἃ αἰτοῦμεν, μηδὲν θαυμάσῃς, ἐπεὶ καὶ παρὰ μεγάλου, καὶ συμμετρεῖσθαι δεῖ τῷ αἰτουμένῳ τὴν αἴτησιν. Ὁμοίως γὰρ ἄτοπον παρὰ μικροῦ μεγάλα ζητεῖν, καὶ παρὰ μεγάλου μικρά· τὸ μὲν γὰρ ἄκαιρον, τὸ δὲ μικρόλογον.

Αὐτός σοι προσάγω διὰ τῆς ἐμαυτοῦ χειρὸς τὸν τιμιώτατον υἱὸν ἡμῶν Ἀμφιλόχιον, ἄνδρα τοσοῦτον ἐπὶ καλοκἀγαθίᾳ γνώριμον καὶ παρὰ τὸ εἰκὸς τῆς ἡλικίας, ὥστ᾽ αὐτὸς ἂν ἠγάπησα ὁ γέρων καὶ ἱερεὺς καὶ ὑμέτερος φίλος οὕτως ὑπολαμβάνεσθαι.

Εἰ δὲ φιλίας ἀνδρὸς ἡττηθεὶς τὴν διαβολὴν οὐχ ὑπείδετο, τί θαύμαστον; Τῷ γὰρ μὴ πονηρὸς εἶναι οὐδ᾽ ὑπείδετο τὴν πονηρίαν, λόγου μᾶλλον διόρθωσιν ἢ τρόπου προσήκειν αὐτῷ νομίσας. Οὕτω συμπονεῖν ἐδέξατο.

Τί τοῦτο δεινὸν τοῖς εὐγνώμοσι; Μὴ τοίνυν ἀνάσχῃ πλέον ἔχειν ἀρετῆς κακίαν, μηδὲ τὴν ἡμετέραν πολιὰν ἀτιμάσῃς· ἀλλὰ καὶ τὴν μαρτυρίαν αἰδέσθητι καὶ τὸ φιλάνθρωπον ὑπόθες ταῖς παρ᾽ ἡμῶν εὐλογίαις, ὧν ἴσως τις παρὰ Θεῷ λόγος, ᾧ παρεστήκαμεν.

ΘΕΜΙΣΤΙΩΙ Λόγοι τὸ κινδυνευόμενον· καὶ σὸς ὁ καιρός, εἴπερ βασιλεὺς σὺ τῶν λόγων. Καὶ πρός γε, σοὶ φίλος πατρόθεν ὁ ἐμὸς Ἀμφιλόχιος· προσθήσω δ᾽ ὅτι καὶ τοιοῦτος, οἷος μήτε γένος πατέρων αἰσχύνειν, μήτε τὴν ἡμετέραν φιλίαν, εἰ μὴ φαῦλος ἐγὼ τῶν τοιούτων κριτής.

Καὶ τὸ μέγιστον, ἀνδρὶ μάλιστα κατὰ σὲ φιλοσόφῳ, ὅτι μηδὲν ἀδικῶν ἔχει πράγματα. Ὃ τῷ μέν ἐστι κουφότατον, ἡμῖν δ᾽ αὖ βαρύτατον, εἰ περιορῶντες φαινοίμεθα. Ἐγὼ μὲν οὖν ὃ μόνον δύναμαι, τοῦτο ποιῶ· δύναμαι δὲ πρεσβεύειν πρὸς τοὺς εὖ ποιεῖν δυναμένους· οὐ γὰρ ἄλλο γ᾽ οὐδὲν ἐμοὶ δυνατὸν οὕτως ἔχοντι ὥσπερ νῦν ἔχω.

Σὺ δὲ τὸν τοῦ σοῦ Πλάτωνος βεβαίωσον λόγον, μὴ πρότερον παύσασθαι κακῶν τὰς πόλεις εἰπόντος, πρὶν ἂν συνέλθῃ φιλοσοφίᾳ τὸ δύνασθαι. Ἱκανὸς γὰρ εἶ ἀμφότερα. Δὸς χεῖρα τῷ δεομένῳ καὶ παραινέσας τὰ εἰκότα καὶ βοηθήσας.

Ὡς οὐκ ἔστιν ὅ τι φιλοσοφήσαις ἄμεινον ἢ νῦν τῷ δικαίῳ συναγωνισάμενος, πρὸς τῷ καὶ ἡμᾶς εὖ ποιεῖν τοὺς σοὺς ἐπαινέτας, εἰ δὲ δίδως εἰπεῖν, καὶ φίλους.

ΑΜΦΙΛΟΧΙΩΙ Ἄρτους μὲν οὐκ ᾐτήσαμεν παρὰ σοῦ, ὅτι μηδ᾽ ὕδωρ παρὰ τῶν Ὀστρακίνην οἰκούντων. Λάχανα δ᾽ εἰ αἰτοῦμεν παρ᾽ ἀνδρὸς Ὀζιζαλέως, ὧν ἀφθονία μὲν παρ᾽ ὑμῖν, παρὰ δ᾽ ἡμῖν πολλὴ σπάνις, θαυμαστὸν οὐδὲν οὐδ᾽ ἔξω τῆς συνηθείας.

Καταξίωσον οὖν λάχανα ἡμῖν ἀποστεῖλαι πλεῖστα καὶ κάλλιστα, ἢ ὅσα γε δυνατὸν (ἐπεὶ καὶ τὰ μικρὰ μεγάλα τοῖς πένησιν), ἐπειδὴ μάλιστα καὶ τὸν μέγαν Βασίλειον δεξιούμεθα· οὗ μὴ βουληθῇς, ὥσπερ ἐπειράθης κεκορεσμένου φιλοσοφοῦντος, οὕτω πειραθῆναι πεινῶντος καὶ δυσχεραίνοντος.

ΤΩΙ ΑΥΤΩΙ Ὡς μικρολόγως ἡμῖν ἥκει τὰ λάχανα παρ᾽ ὑμῶν· καὶ τί γὰρ ἄλλο ἢ χρυσολάχανα; Καίτοι γ᾽ ὁ πᾶς πλοῦτος ὑμῖν κῆποι καὶ ποταμοὶ καὶ ἄλση καὶ παράδεισοι, καὶ λαχανηφόρος ὑμῖν ἡ χώρα, ὡς χρυσοφόρος ἄλλοις, καὶ λειμώνια φύλλα νέμεσθε.

Ὁ δὲ σῖτος ὑμῖν, ἡ μυθικὴ μακαρία· καὶ ὁ ἄρτος, ὃ δὴ λέγεται, 〈ἄρτος ἀγγέλων〉, οὕτως ἄσπαστός τε καὶ ἄπιστος. Ἢ τοίνυν μεταδίδοτε τούτων ἡμῖν ἀφθονώτερον, ἢ ἄλλο μὲν οὐδὲν ἀπειλήσομεν· τὸν δὲ σῖτον ἐφέξομεν, καὶ εἰσόμεθα εἰ ὄντως δρόσῳ μόνῃ τρέφονται τέττιγες.

ΤΩΙ ΑΥΤΩΙ Παίζεις. Ἐγὼ δ᾽ οἶδα τὸν κίνδυνον Ὀζιζαλέως πεινῶντος, ὅταν μάλιστα γεωργήσητε. Ὧν ἓν τοῦτο μόνον ἐπαινετόν, ὅτι κἂν λιμῷ φθαρῶσιν, ἀλλ᾽ εὐωδοῦσι καὶ λαμπρᾶς τυγχάνουσι τῆς ταφῆς. Πῶς; πολλοῖς βάλλονται καὶ ποικίλοις τοῖς ἄνθεσιν.

ΤΩΙ ΑΥΤΩΙ Τὰς ὀρείους μέν, ὁμόρους δὲ τῇ Παμφυλίᾳ πόλεις ἐπισκεψάμενοι, Γλαῦκον ἐκεῖ θαλάττιον ἐν τοῖς ὄρεσιν ἠλιεύσαμεν, οὐ λίνου δικτύοις τοῦ βυθοῦ τὸν ἰχθὺν ἐξελκύσαντες, ἀλλ᾽ ἀγάπῃ φίλων τὸ θήραμα σαγηνεύσαντες.

Ἅπαξ δὲ τὸν Γλαῦκον πεζεύειν μαθόντα, γραμματηφόρον προσαπεστάλκαμεν πρὸς τὴν ὑμετέραν ἀγαθότητα, ὃν φιλοφρόνως ξενισάτω καὶ τῷ παρὰ ταῖς Γραφαῖς εὐδοκιμοῦντι ξενισμῷ μετὰ λαχάνων καταξιωσάτω.