Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Επιστολές προς τη Θέκλα και περί της θεολογίας του Αγίου Πνεύματος

Προτροπές προς τη Θέκλα, θεολογική απολογία προς τον Μέγα Βασίλειο για το Άγιο Πνεύμα και νουθεσίες προς τους αδελφούς Αέριο και Αλύπιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 10 από 29

ΘΕΚΛΗΙ Τὴν σμικράν σου προσθήκην τοῦ γράμματος, ὡς μεγάλην ἐπιστολὴν ἐδεξάμην. Ἐμοὶ γὰρ ὑμεῖς καὶ ὑμῶν ἐγώ, τοῦ Πνεύματος οὕτως ἡμᾶς ἁρμόσαντος. Τοῦτο εἰδότες, καὶ εὔχεσθέ τε ὑπὲρ ἡμῶν καὶ περὶ πάντων θαρρεῖτε, ὡς οὐδένας γνησιωτέρους ἡμῶν εὑρήσοντες οὐδὲ μᾶλλον τὰ ὑμέτερα κοινουμένους, εἰ καὶ μήπω μήτε συνήθεια πολλὴ μήτε πεῖρα τοῦτο ἐδίδαξε.

Περὶ δὲ τῶν λυπηρῶν τί χρὴ γράφειν, ἢ ὅτι βούλομαι τῆς ἄκρας φιλοσοφίας καιρὸν τοῦτον νομίσαντας ἐγκαρτερεῖν τοῖς πάθεσι καὶ οὕτως ἀγωνίζεσθαι πρὸς τοὺς λυποῦντας, ἐπειδή γε ἄλλως οὔτε δυνατὸν οὔτε ὅσιον;

ΤΗΙ ΑΥΤΗΙ Τὸ παριππεῦσαν ἔτος κρυμὸς γέγονε τῇ πατρίδι βαρὺς καὶ τὰς βλεφαρίδας τῶν ἀμπέλων τὰς ἤδη πρὸς ὠδῖνας λυομένας ἀνέκοψεν· αἱ δὲ ἀπομείνασαι στεῖραι αὐχμηρὰς καὶ ἀβρόχους τὰς φιάλας ἐξειργάσαντο.

Τί δή ποτ᾽ οὖν σοι τὴν τῶν φυτῶν ἀκαρπίαν ἐκτραγῳδῆσαι προήχθημεν; Ἵνα γένῃ ἡμῖν, κατὰ τὸν Σολομῶντα, καὶ αὐτὴ 〈ἄμπελος κυπρίζουσα〉 καὶ κατάκαρπος κληματίς, οὐ βότρυν ἐξανθήσασα, ἀλλὰ τῶν βοτρύων ἐκθλίψασα τοῖς διψῶσι τὴν δρόσον.

Τίνες δέ εἰσιν οἱ διψῶντες; οἱ τὸν περίβολον τῆς συνόδου τειχίζοντες. Τούτους ὀρεινῷ μεθύσματι ποτίζειν οὐκ ἔχων ἐγώ, ἐπὶ τὴν πολυστάφυλόν σου κεχώρηκα δεξιάν, ἵν᾽ ἡμῖν ἐκ ποταμίας τοὺς σοὺς κελεύσῃς ἐπιρρεῦσαι κρούνους.

Τοῦτο γὰρ τάχος ποιήσασα πολλῶν μὲν στόματα ξηρὰ θεραπεύσεις, εὐφρανεῖς δὲ πρῶτον ὡς ἔνι μάλιστα καὶ τὸν Ἀττικιστὴν ἐπαίτην ἐμέ.

ΒΑΣΙΛΕΙΩΙ Ἐγώ σε καὶ βίου καθηγητὴν καὶ δογμάτων διδάσκαλον καὶ πᾶν ὅ τι ἂν εἴποι τις τῶν καλῶν ἐθέμην τε ἀπ᾽ ἀρχῆς καὶ νῦν τίθεμαι· καὶ εἴ τις ἄλλος ἐπαινέτης τῶν σῶν, ἢ μετ᾽ ἐμοῦ πάντως ἢ μετ᾽ ἐμέ· τοσοῦτον ἥττημαί σου τῆς εὐλαβείας καὶ οὕτω καθαρῶς εἰμι σός. Καὶ θαυμαστὸν οὐδέν· οὗ γὰρ πλείων ἡ συνουσία, πλείων καὶ ἡ πεῖρα· οὗ δὲ ἡ πεῖρα δαψιλεστέρα, καὶ ἡ μαρτυρία τελεωτέρα.

Καὶ εἴ τι ἄλλο μοι τοῦ ζῆν ὄφελος, ἡ σὴ φιλία καὶ συνουσία. Ἔχω μὲν οὕτω περὶ τούτων, καὶ ἔχοιμι· ἃ δὲ νῦν γράφω, γράφω μὲν οὐχ ἑκών, γράφω δὲ ὅμως. Καί μοι μηδὲν ἀχθεσθῇς· ἢ λίαν αὐτὸς ἀχθεσθήσομαι, εἰ μὴ κατ᾽ εὔνοιαν ταῦτα λέγειν τε καὶ γράφειν πρὸς σὲ πιστευοίμην.

Πολλοὶ κατεγνώκασιν ἡμῶν ὡς περὶ τὴν πίστιν οὐκ ἰσχυρῶν, ὅσοι κοινοποιοῦσι τὰ ἡμέτερα καλῶς ποιοῦντες. Καὶ οἱ μὲν ἀσέβειαν ἐγκαλοῦσι φανερῶς, οἱ δὲ δειλίαν· ἀσέβειαν μέν, οἱ μηδὲ ὑγιῶς ἔχειν πιστεύοντες, δειλίαν δέ, οἱ τὴν ὑποστολὴν αἰτιώμενοι. Καὶ τὰ μὲν τῶν ἄλλων τί χρὴ καὶ λέγειν; Ὃ δ᾽ οὖν νεωστὶ συνέβη, τοῦτό σοι διηγήσομαι.

Συμπόσιον ἦν καὶ τοῦ συμποσίου μετεῖχον οὐκ ὀλίγοι τῶν ἐπιφανῶν καὶ ἡμῖν φίλων, ἐν δὲ τούτοις καὶ ἀνήρ τις τῶν εὐλαβείας ὄνομα καὶ σχῆμα περικειμένων. Οὔπω πότος ἦν, καὶ λόγος ἦν περὶ ἡμῶν, ὅπερ ἐν τοῖς συμποσίοις φιλεῖ συμβαίνειν ἀντ᾽ ἄλλου τινὸς ἐπεισοδίου προτιθεμένων· πάντων δὲ τὰ σὰ θαυμαζόντων καὶ προστιθέντων ἡμᾶς ὡς τὰ ἴσα φιλοσοφοῦντας καὶ τὴν φιλίαν λεγόντων καὶ τὰς Ἀθήνας καὶ τὴν ἐν πᾶσι σύμπνοιάν τε καὶ ὁμόνοιαν, δεινὸν τὸ πρᾶγμα ποιεῖται ὁ δῆθεν φιλόσοφος. «Καὶ τί τοῦτο, φησίν, ὦ οὗτοι;» μάλα τι νεανικὸν ἐκβοήσας, «Ὡς λίαν ὑμεῖς ψευδεῖς τε καὶ κόλακες· τἄλλα μὲν ἐπαινείσθωσαν οἱ ἄνδρες, εἰ δοκεῖ, οὐδὲ αὐτὸς ἀντιλέγω. Τὸ μέγιστον δὲ οὐ δίδωμι, τὴν ὀρθοδοξίαν μάτην μὲν ἐπαινεῖται Βασίλειος, μάτην δὲ Γρηγόριος, ὁ μὲν προδιδοὺς τὴν πίστιν οἷς διαλέγεται, ὁ δὲ συμπροδιδοὺς οἷς ἀνέχεται.» —«Πόθεν τοῦτο, ἔφην, ὦ μάταιε σὺ καὶ νέε Δαθὰν καὶ Ἀβειρὼν τὴν ἀπόνοιαν;

Πόθεν ἡμῖν ἥκεις δογματιστής; Πῶς σεαυτὸν ποιεῖς τηλικούτων κριτήν;» —«Ἐκ τῆς κατ᾽ Εὐψύχιον, ἔφη, συνόδου νῦν ἥκω τὸν μάρτυρα»—καὶ γὰρ εἶχεν οὕτως—«κἀκεῖσε ἤκουσα τοῦ μεγάλου Βασιλείου θεολογοῦντος τὰ μὲν περὶ Πατρὸς καὶ Υἱοῦ ἄριστά τε καὶ τελεώτατα καὶ ὡς οὐκ ἄν τις ῥᾳδίως ἄλλος, τὸ Πνεῦμα δὲ παρασύροντος», καὶ προσετίθει τινὰ εἰκασίαν ὥσπερ τῶν ποταμῶν οἱ τὰς πέτρας μὲν παρατρέχοντες, τὴν δὲ ψάμμον κοιλαίνοντες. «Ἢ τί δή ποτε, ὦ θαυμάσιε, σὺ μέν»—ἔφη πρὸς ἐμὲ βλέπων—«ἤδη φανερῶς οὕτω τὸ Πνεῦμα θεολογεῖς» (καί τινος ἀπεμνημόνευε τῶν ἐμῶν, ὡς ἐν συνόδῳ πολυανθρώπῳ θεολογήσαντος εἶτα ἐπειπόντος τῷ Πνεύματι τοῦτο δὴ τὸ περιβόητον τό· Μέχρι τίνος ὑπὸ τῷ μοδίῳ τὸν λύχνον κρύψομεν;), «ὁ δὲ ὑποφαίνει μὲν ἀμυδρῶς καὶ οἷον σκιαγραφεῖ τὸν λόγον, οὐ παρρησιάζεται δὲ τὴν ἀλήθειαν πολιτικώτερον ἢ εὐσεβέστερον τὴν ἀκοὴν ἐπικλύζων καὶ τῇ δυνάμει τοῦ λόγου τὴν διπλόην περικαλύπτων.» «Ὅτι ἐγὼ μέν, ἔφην, ἐν παραβύστῳ κείμενος καὶ τοῖς πολλοῖς ἀγνοούμενος καὶ μηδὲ ἃ λέγοιμι μηδὲ ὅτι λέγοιμι σχεδὸν γινωσκόμενος, ἀκινδύνως φιλοσοφῶ· τοῦ δὲ πλείων ὁ λόγος, ὡς περιφανεστέρου καὶ παρ᾽ ἑαυτοῦ καὶ παρὰ τῆς Ἐκκλησίας.

Καὶ δημοσίᾳ πᾶν τὸ λεγόμενον, πολύς τε περὶ αὐτὸν ὁ πόλεμος, ζητούντων λαβέσθαι τῶν αἱρετικῶν γυμνῆς τῆς φωνῆς καὶ αὐτοῦ Βασιλείου, ἵν᾽ ὁ μὲν ἐξωσθῇ τῆς Ἐκκλησίας, ὁ μόνος σχεδὸν ὑπολειπόμενος τῆς ἀληθείας σπινθὴρ καὶ ἡ ζωτικὴ δύναμις, τῶν κύκλῳ πάντων κατειλημμένων, ῥιζωθῇ δὲ τὸ κακὸν ἐν τῇ πόλει καὶ ὥσπερ ἀπό τινος ὁρμητηρίου τῆς Ἐκκλησίας ταύτης πᾶσαν καταδράμῃ τὴν οἰκουμένην.

Βέλτιον οὖν οἰκονομηθῆναι τὴν ἀλήθειαν, μικρὸν εἰξάντων ἡμῶν ὥσπερ νέφει τινὶ τῷ καιρῷ, ἢ καταλυθῆναι τῷ φανερῷ τοῦ κηρύγματος. Ἡμῖν μὲν γὰρ οὐδὲν βλάβος καὶ ἀπ᾽ ἄλλων λέξεων τοῦτο συναγουσῶν Θεὸν τὸ Πνεῦμα γινώσκειν (οὐ γὰρ ἐν ἤχῳ μᾶλλον ἢ διανοίᾳ κεῖσθαι τὴν ἀλήθειαν)· τῇ Ἐκκλησίᾳ δὲ μεγάλην ζημίαν τὸ δι᾽ ἑνὸς ἀνδρὸς διωχθῆναι τὸ ἀληθές».

Οὐκ ἐδέξαντο τὴν οἰκονομίαν ὡς ἕωλον καὶ παίζουσαν αὐτοὺς οἱ παρόντες· ἀλλὰ καὶ κατεβόων ἡμῶν ὡς τὴν δειλίαν μᾶλλον ἢ τὸν λόγον οἰκονομούντων. Πολὺ γὰρ εἶναι βέλτιον τὸ ἡμέτερον φυλάττειν διὰ τῆς ἀληθείας ἢ τοῦτό γε ἀχρειοῦν καὶ μὴ προσλαμβάνειν τὸ ἀλλότριον διὰ τῆς δῆθεν οἰκονομίας.

Τὰ μὲν οὖν καθ᾽ ἕκαστον, ὧν τε εἶπον, ὧν τε ἤκουσα, καὶ ὡς ἠγανάκτησα πρὸς τοὺς ἀντιτείνοντας πέρα τοῦ μετρίου σχεδὸν καὶ τῆς ἐμαυτοῦ συνηθείας, μακρὸν ἂν εἴη νῦν ἐκδιηγεῖσθαι καὶ ἴσως οὐκ ἀναγκαῖον. Τέλος δὲ τοῦ λόγου, τοὺς μὲν οὕτως ἀπεπεμψάμην. Σὺ δὲ δίδαξον ἡμᾶς, ὦ θεία καὶ ἱερὰ κεφαλή, μέχρι τίνος προϊτέον ἡμῖν τῆς τοῦ Πνεύματος θεολογίας καὶ τίσι χρηστέον φωναῖς καὶ μέχρι τίνος οἰκονομητέον, ἵν᾽ ἔχωμεν ταῦτα πρὸς τοὺς ἀντιλέγοντας.

Ἐγὼ γὰρ εἰ δεοίμην νῦν τοῦτο μανθάνειν, ὁ πάντων μάλιστα σέ τε καὶ τὰ σὰ γινώσκων καὶ πολλάκις περὶ τούτων πληροφορίαν καὶ δεδωκὼς καὶ δεξάμενος, πάντων ἂν εἴην ἀμαθέστατός τε καὶ ἀθλιώτατος.

ΤΩΙ ΑΥΤΩΙ Τοῦτο ἦν ὅπερ ἄλλος μὲν ἄν τις ὑπείδετο τῶν συνετωτέρων· ἐγὼ δὲ οὐκ ἔδεισα πρὸς σὲ γράφων, ὁ λίαν ἀρχαῖος καὶ μάταιος. Ἐλύπησέ σε τὰ γράμματα, ὡς δὲ ἐγώ φημι οὐκ ὀρθῶς οὐδὲ δικαίως, ἀλλὰ καὶ λίαν περιττῶς.

Καὶ τὴν λύπην οὐχ ὡμολόγησας μέν, οὐκ ἔκρυψας δέ, εἰ καὶ σοφῶς τοῦτο ἐποίησας, ὥσπερ τινὶ προσωπείῳ τῇ αἰδοῖ τὸ τῆς λύπης καλύπτων πρόσωπον. Ἐγὼ δὲ εἰ μὲν δολερῶς καὶ κακοήθως τοῦτο ἐποίησα, οὐχ ὑπὸ τῆς σῆς λύπης μᾶλλον ἢ τῆς ἀληθείας βλαβήσομαι· εἰ δὲ ἁπλῶς καὶ μετὰ τῆς συνήθους εὐνοίας, τὰς ἐμὰς ἁμαρτίας, οὐ τὴν σὴν διάθεσιν αἰτιάσομαι. Πλήν γε ὅτι διορθώσασθαι ταῦτα μᾶλλον εἶχε καλῶς ἢ πρὸς τοὺς συμβουλεύοντας δυσχεραίνειν.

Τὸ μὲν οὖν σὸν καὶ αὐτὸς ὄψει, καὶ ἄλλοις συμβουλεύειν τὰ τοιαῦτα ἱκανὸς ὤν· ἐμὲ δὲ προθύμως ἔχεις, ἐὰν διδῷ Θεός, καὶ παρεσόμενον καὶ συναγωνιούμενον καὶ τὰ δυνατὰ συνεισοίσοντα. Τίς γὰρ ἀναδύσεται; Τίς δὲ οὐ θαρρήσει ὑπὸ σοὶ καὶ μετὰ σοῦ περὶ τῆς ἀληθείας λέγων καὶ ἀγωνιζόμενος;

ΤΩΙ ΑΥΤΩΙ Τοῦ πληρωθῆναί σοι τὸ ἐπίταγμα, τὸ μέν τί ἐστιν ἐφ᾽ ἡμῖν· τὸ δέ γε καί, οἶμαι, τὸ πλέον, ἐπὶ τῇ σῇ εὐλαβείᾳ. Ἐφ᾽ ἡμῖν μέν, τὸ τῆς ὁρμῆς καὶ τῆς προθυμίας· οὔτε γὰρ ἄλλοτέ ποτε τὴν σὴν συντυχίαν ἐφύγομεν (τί μὲν οὖν;), ἀλλ᾽ ἀεὶ τοσοῦτον ταύτην μεταδιώκομεν καὶ νῦν πλέον ταύτην ποθοῦμεν.

Ἐπὶ δὲ τῇ σῇ ὁσιότητι τὸ διορθωθῆναι τὰ ἡμέτερα· προσεδρεύομεν γὰρ τῇ κυρίᾳ τῇ μητρὶ πολὺν ἤδη καμνούσῃ χρόνον ἐξ ἀρρωστίας. Καὶ εἰ μὴ μέλλοιμεν ἀμφιβόλως αὐτὴν καταλείψειν, οὐ ζημιωθησόμεθα, εὖ ἴσθι, τὴν παρουσίαν. Μόνον ταῖς εὐχαῖς τῇ μὲν πρὸς ὑγείαν, ἡμῖν δὲ πρὸς τὴν ὁδὸν ἐπικούρησον.

ΑΕΡΙΩΙ ΚΑΙ ΑΛΥΠΙΩΙ Ὥσπερ ἀπαρχὰς ἀλῶνός τε καὶ ληνοῦ καὶ τέκνων τοὺς ἀληθῶς φιλοτέκνους ἀνατιθέναι Θεῷ δίκαιόν τε καὶ ὅσιον, ὅτι παρ᾽ αὐτοῦ καὶ ἡμεῖς αὐτοὶ καὶ τὰ ἡμέτερα, οὕτω καὶ νέας κληρονομίας, ἵνα τὸ μέρος προθύμως δοθὲν παράσχῃ τῷ πλείονι τὴν ἀσφάλειαν.

Μὴ τοίνυν ἀναμείνητε μετὰ πάντας ἡμῖν γενέσθαι χρηστοί, ἀλλὰ πρὸ πάντων Θεῷ δι᾽ ὃν καὶ πᾶσι, καὶ τοὺς ἔξω ῥίψαντες νόμους τοῖς ἡμετέροις δουλεύσατε, τοῦτο παρ᾽ ὑμῶν αὐτῶν καρποφοροῦντες, τὴν προθυμίαν.

Τὰ μὲν γὰρ καταλειφθέντα παρ᾽ ἄλλων, τὸ δὲ πρόθυμον παρ᾽ ὑμῶν ἕξομεν, οἷς δυνατὸς ὁ Θεὸς ἀντιδοῦναι πολυπλάσια ὧν νῦν ἐπιδώσετε, οὐ μόνον ἐν τῷ προσκαίρῳ τούτῳ βίῳ καὶ ῥέοντι, ἀλλὰ καὶ ἐν τῷ αἰωνίῳ καὶ μένοντι· πρὸς ὃν μόνον ὁρᾶν ἀσφαλὲς καὶ εἰς ὃν πάσας τείνειν ἡμῶν τὰς ἐλπίδας.

Ὡς οὖν τοιούτου τευξόμενοι τοῦ Θεοῦ περὶ ὑμᾶς, οἷοί περ ἂν αὐτοὶ γένησθε τοῖς πτωχοῖς, μὴ μικροψύχως μηδὲ μικρολόγως, ἀλλὰ καὶ λίαν φιλοτίμως τε καὶ προθύμως πληρώσατε τῇ κατοιχομένῃ τὴν βούλησιν, ἣν παρεῖναί τε ὑμῖν νομίσαντες καὶ ὁρᾶν τὰ γινόμενα, διὰ τῆς ἐπιδόσεως ἀναπαύσατε, ἵνα μὴ τὰ χρήματα μόνον ἔχητε παρ᾽ αὐτῆς, ἀλλὰ καὶ στηρίζουσαν οἴκους τέκνων μητρὸς εὐλογίαν πορίσησθε, τοῦτο ἐνθυμηθέντες ὅτι 〈βελτίων μικρὰ μερὶς μετὰ δικαιοσύνης〉, κατὰ τὸ γεγραμμένον, ἢ 〈πλατυτέρα μετὰ μικρολογίας〉 (ἵνα μὴ λέγω τι βλάσφημον) καὶ ὅτι πολλοὶ καὶ οἴκων ὅλων ἐκποιουμένων εἰς ἐκκλησίας ἠνέσχοντο, οἳ δὲ καὶ παρ᾽ ἑαυτῶν πᾶσαν προήκαντο τὴν οὐσίαν καὶ τὴν καλλίστην ἐπραγματεύοντο πραγματείαν, γενέσθαι διὰ τὸν ἐκεῖ πλοῦτον πένητες.

Μὴ τοίνυν σπείρητε φειδομένως, ἵνα πλουσίως θερίσητε, ἀλλ᾽ ἀγαθὸν κλῆρον καὶ ὑμῖν αὐτοῖς καὶ τοῖς φιλτάτοις ὑμῶν τοῦτον χαρίσασθε, μηδὲν ὑφελόντες τῶν γεγραμμένων, ἀλλὰ πάντα μεθ᾽ ἡδονῆς καὶ φαιδρότητος ἐπιδόντες ἢ ἀποδόντες ὡς οἰκεῖα τοῦ Θεοῦ, ὡς τοῦτο μόνον κερδανοῦντες ὅ τι ἂν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ἀναλώσητε.

Τί γὰρ δεῖ θησαυρίζειν λῃσταῖς καὶ κλέπταις καὶ καιρῶν μεταβολαῖς ἄλλοτε εἰς ἄλλους μετατιθέντων καὶ ῥιπιζόντων τὴν ἄστατον εὐπορίαν, ἀλλὰ μὴ εἰς τὰς ἀσφαλεῖς ἀποθήκας ἀποτίθεσθαι καὶ τῶν ἐπιβουλευόντων ἰσχυροτέρας;

Τὸ μὲν οὖν εὐτελὼς περὶ ἄλλα καὶ ἄλλοις δείξατε (καὶ γὰρ εὔχομαι δυνατοὺς ὑμᾶς εἶναι μετὰ χρηστότητος), ἡμῖν δὲ ἀγωνίσασθε τὸν καλὸν ἀγῶνα, ὅστις νικήσει τὸν ἄλλον εὐλαβείᾳ καὶ ταῖς ὀφειλομέναις εὐλογίαις ἐκ Θεοῦ τοῖς εὐγνώμοσι.

Πείσατε οὖν ἡμᾶς ὅτι γνησίως χριστιανίζετε, μᾶλλον δὲ ἀπὸ καλῆς ἀρξάμενοι ἀρχῆς καὶ οὕτως εὐσεβοῦς καὶ δικαίας, ἐντεῦθεν καὶ περὶ τῶν ἄλλων ὁμονοήσατε, ὡς ἂν ὑμεῖς τε ἀλλήλοις καὶ ἡμεῖς ὑμῖν ἐπευφραινώμεθα τά τε ἄλλα καὶ δεξιὸν ὑπόδειγμα γενομένοις πάσῃ τῇ Ἑκκλησίᾳ τῆς περὶ ταῦτα εὐγνωμοσύνης.