Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Επιστολές προς τον Νικόβουλο περί επιστολογραφίας

Οδηγίες και συμβουλές για τους κανόνες του επιστολικού ύφους και αναφορά στη συλλογή των επιστολών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 9 από 29

ΝΙΚΟΒΟΥΛΩΙ Τῶν γραφόντων ἐπιστολὰς (ἐπειδὴ καὶ τοῦτο αἰτεῖς), οἱ μὲν μακρότερα γράφουσιν ἤπερ εἰκός, οἱ δὲ καὶ λίαν ἐνδεέστερα· καὶ ἀμφότεροι τοῦ μετρίου διαμαρτάνουσιν, ὥσπερ τῶν σκοπῶν οἱ τοξεύοντες, ἄν τε εἴσω πέμπωσιν, ἄν τε ὑπερπέμπωσι· τὸ γὰρ ἀποτυγχάνειν ἴσον, κἂν ἀπὸ τῶν ἐναντίων γίνηται.

Ἔστι δὲ μέτρον τῶν ἐπιστολῶν, ἡ χρεία· καὶ οὔτε μακρότερα γραπτέον, οὗ μὴ πολλὰ τὰ πράγματα, οὔτε μικρολογητέον, ἔνθα πολλά. Τί γάρ; Ἦ τῇ περσικῇ σχοίνῳ μετρεῖσθαι δεῖ τὴν σοφίαν, ἢ παιδικοῖς πήχεσι, καὶ οὕτως ἀτελῆ γράφειν ὡς μηδὲ γράφειν, ἀλλὰ μιμεῖσθαι τῶν σκιῶν τὰς μεσημβρινὰς ἢ τῶν γραμμῶν τὰς κατὰ πρόσωπον ἀπαντώσας, ὧν συνιζάνει τὰ μήκη καὶ παραφαίνεται μᾶλλον ἢ φαίνεται τῶν ἄκρων τισὶ γνωριζόμενα, καὶ ἔστιν, ὡς ἂν εἴποιμι καιρίως, εἰκασμάτων εἰκάσματα; Δέον, ἀμφοτέρων φεύγοντα τὴν ἀμετρίαν, τοῦ μετρίου κατατυγχάνειν.

Περὶ μὲν δὴ τῆς συντομίας ταῦτα γινώσκω· περὶ δὲ σαφηνείας ἐκεῖνο γνώριμον, ὅτι χρὴ φεύγοντα τὸ λογοειδές, ὅσον ἐνδέχεται, μᾶλλον εἰς τὸ λαλικὸν ἀποκλίνειν· καί, ἵν᾽ εἴπω συντόμως, αὕτη τῶν ἐπιστολῶν ἀρίστη καὶ κάλλιστα ἔχουσα, ἣ ἂν καὶ τὸν ἰδιώτην πείθῃ καὶ τὸν πεπαιδευμένον, τὸν μέν, ὡς κατὰ τοὺς πολλοὺς οὖσα, τὸν δέ, ὡς ὑπὲρ τοὺς πολλούς, καὶ ᾖ αὐτόθεν γνώριμος· ὁμοίως γὰρ ἄκαιρον καὶ γρῖφον νοεῖσθαι καὶ ἐπιστολὴν ἑρμηνεύεσθαι.

Τρίτον ἐστὶ τῶν ἐπιστολῶν, ἡ χάρις. Ταύτην δὲ φυλάξομεν, εἰ μήτε παντάπασι ξηρὰ καὶ ἀχάριστα γράφοιμεν καὶ ἀκαλλώπιστα, ἀκόσμητα καὶ ἀκόρητα, ὃ δὴ λέγεται, οἷον δὴ γνωμῶν καὶ παροιμιῶν καὶ ἀποφθεγμάτων ἐκτός, ἔτι δὲ σκωμμάτων καὶ αἰνιγμάτων, οἷς ὁ λόγος καταγλυκαίνεται· μήτε λίαν τούτοις φαινοίμεθα καταχρώμενοι· τὸ μὲν γὰρ ἀγροῖκον, τὸ δ᾽ ἄπληστον.

Καὶ τοσαῦτα τούτοις χρηστέον, ὅσα καὶ ταῖς πορφύραις ἐν τοῖς ὑφάσμασι. Τροπὰς δὲ παραδεξόμεθα μέν, ὀλίγας δέ, καὶ ταύτας οὐκ ἀναισχύντους. Ἀντίθετα δὲ καὶ πάρισα καὶ ἰσόκωλα τοῖς σοφισταῖς ἀπορρίψομεν· εἰ δέ που καὶ παραλάβοιμεν, ὡς καταπαίζοντες μᾶλλον τοῦτο ποιήσομεν ἢ σπουδάζοντες.

Πέρας τοῦ λόγου, ὅπερ τῶν κομψῶν τινος ἤκουσα περὶ τοῦ ἀετοῦ λέγοντος, ἡνίκα ἐκρίνοντο περὶ βασιλείας οἱ ὄρνιθες καὶ ἄλλος ἄλλως ἧκον ἑαυτοὺς κοσμήσαντες, ὅτι ἐκείνου κάλλιστον ἦν τὸ μὴ οἴεσθαι καλὸν εἶναι.

Τοῦτο κἀν ταῖς ἐπιστολαῖς μάλιστα τηρητέον τὸ ἀκαλλώπιστον καὶ ὅτι ἐγγυτάτω τοῦ κατὰ φύσιν. Τοσαῦτά σοι περὶ ἐπιστολῶν, ὡς δι᾽ ἐπιστολῆς παρ᾽ ἡμῶν· καὶ ταῦτ᾽ ἴσως οὐ πρὸς ἡμῶν, οἷς τὰ μείζω σπουδάζεται· τἄλλα δ᾽ αὐτός τε φιλοπονήσεις, εὐμαθὴς ὤν, καὶ οἱ περὶ ταῦτα κομψοὶ διδάξουσιν.

ΤΩΙ ΑΥΤΩΙ Ἐν μετοπώρῳ τὰ ἄνθη παρὰ τοῦ λειμῶνος αἰτεῖς καὶ γεγηρακότα ὁπλίζεις τὸν Νέστορα, ἐμέ τι νῦν ἀπαιτῶν δεξιὸν εἰς λόγους, ὃς πάλαι καὶ λόγου παντὸς καὶ βίου τὸ τερπνὸν καταλέλυκα. Ὅμως δέ, (οὐ γὰρ Εὐρύσθειόν τινα τοῦτον ἆθλον ἐπιτάττεις ἡμῖν, οὐδὲ Ἡράκλειον, ἀλλὰ καὶ μάλα ἥμερον καὶ ἡμέτερον, τῶν ἐμῶν ἐπιστολῶν σοι συναγαγεῖν ὅσας οἷόν τε)· 〈τῆ νῦν τοῦτον ἱμάντα〉 ταῖς σαῖς 〈ἐγκατάθου〉 βίβλοις, οὐκ ἐρωτικόν, ἀλλὰ λογικόν, οὐδ᾽ ἐπιδεικτικὸν μᾶλλον ἢ χρήσιμον καὶ τῆς ἡμετέρας αὐλῆς.

Ἄλλου μὲν γὰρ ἄλλο τι γνώρισμα, ἢ μικρὸν ἢ μεῖζον· τῶν δ᾽ ἡμετέρων λόγων τὸ παιδευτικὸν ἔν τε γνώμαις καὶ δόγμασιν, ὅπη παρείκοι. Καὶ καθάπερ εὐγενεῖ τόκῳ, τοῖς λόγοις ὁ πατὴρ ἀεὶ συνεμφαίνεται· οὐχ ἧττον ἢ τοῖς σωματικοῖς ὡς τὰ πολλὰ χαρακτῆρσιν οἱ φύσαντες.

Τὸ μὲν οὖν ἡμέτερον τοιοῦτον. Σὺ δ᾽ ἡμῖν ἀντιδοίης αὐτό τε τὸ γράφειν καὶ τὴν ἐξ ὧν γράφομεν ὠφέλειαν. Τούτου γὰρ ἀμείνω μισθὸν οὔτ᾽ αἰτεῖν οὔτ᾽ ἀπαιτεῖν ἔχομεν ἢ τοῖς αἰτοῦσι λυσιτελέστερον ἢ τῷ παρέχοντι πρεπωδέστερον.

ΤΩΙ ΑΥΤΩΙ Ἀεὶ προτιμήσας ἐμαυτοῦ τὸν μέγαν Βασίλειον, εἰ κἀκείνῳ τοὐναντίον ἐδόκει, καὶ νῦν προτιμῶ οὐχ ἧττον διὰ τὴν ἀλήθειαν ἢ τὴν φιλίαν. Διὰ τοῦτο προθεὶς τὰς ἐκείνου ἐπιστολάς, τὰς ἐμὰς ὑποτίθημι.

Καὶ γὰρ ἐπιθυμῶ πανταχοῦ συνεζεῦχθαι ἡμᾶς ἀλλήλοις, καὶ ἅμα τύπον παρέχων τοῖς ἄλλοις τοῦ μετρίου καὶ τῆς ὑφέσεως.

ΤΩΙ ΑΥΤΩΙ Τὸ λακωνίζειν οὐ τοῦτό ἐστιν, ὅπερ οἴει, ὀλίγας συλλαβὰς γράφειν, ἀλλὰ περὶ πλείστων ὀλίγας. Οὕτως ἐγὼ καὶ βραχυλογώτατον Ὅμηρον λέγω καὶ πολὺν τὸν Ἀντίμαχον. Πῶς; τοῖς πράγμασι κρίνων τὸ μῆκος, ἀλλ᾽ οὐ τοῖς γράμμασι.

ΤΩΙ ΑΥΤΩΙ Φεύγεις διώκοντας ἴσως νόμοις ἐρωτικοῖς, ἵνα σεαυτὸν ποιῇς τιμιώτερον. Ἧκε οὖν καὶ νῦν τὴν τοῦ μακροῦ χρόνου ζημίαν ἀναπλήρωσον ἡμῖν. Καὶ εἴ τί σε τῶν αὐτόθι κατέχοι, πάλιν ἀφήσεις ἡμᾶς, ὡς ἂν σεμνότερος ᾖς πάλιν ποθούμενος.