Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Επιστολές προς τον Μέγα Βασίλειο περί της επισκοπής Σασίμων

Απολογία του Γρηγορίου για τη χειροτονία του στα Σάσιμα, την προτίμηση προς την ησυχία και την έριδα με τον Άνθιμο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 8 από 29

ΤΩΙ ΑΥΤΩΙ Οὐ παύσῃ βλασφημῶν ἡμᾶς ὡς ἀπαιδεύτους καὶ σκαιοὺς καὶ ἀφίλους καὶ οὐδὲ ζῆν ἀξίους, ὅτι συνιέναι τετολμήκαμεν ἃ πεπόνθαμεν; Οὐ γὰρ ἄλλο γε οὐδὲν ἀδικοῦμεν, αὐτὸς ἂν εἴποις, οὐδέ τι σύνισμεν ἡμῖν αὐτοῖς ἢ μικρὸν ἢ μεῖζον περὶ σὲ κακοῖς γεγονόσι, μηδὲ συγγνοίημεν· πλὴν τοῦτο μόνον ἔγνωμεν ἠπατημένοι, ὀψὲ μὲν ἄγαν, ἔγνωμεν δέ.

Καὶ τὸν θρόνον αἰτιώμεθα, ὡς ὑψηλότερόν σε ἡμῶν ἀθρόως ποιήσαντα. Καὶ κάμνομεν τὰ σὰ ἐγκαλούμενοι καὶ ἀπολογούμενοι πρὸς τοὺς σαφῶς εἰδότας καὶ τὰ πρῶτα ἡμῶν καὶ τὰ νῦν· τοῦτο γὰρ ὧν πάσχομεν τὸ γελοιότατον ἢ ἐλεεινότατον, τοὺς αὐτοὺς καὶ ἀδικεῖσθαι καὶ ἐγκαλεῖσθαι, ὅπερ νῦν ἡμῖν συμβέβηκεν.

Ἐγκαλοῦσι δ᾽ ἄλλοι μὲν ἄλλο τι καὶ ὅ τι ἂν ἕκαστος βούληται, κατὰ τὸν ἑαυτοῦ τρόπον ἢ τὸ μέτρον τῆς ὑπὲρ ἡμῶν ὀργῆς· οἱ φιλανθρωπότατοι δέ, ὑπεροψίαν καὶ περιφρόνησιν καὶ τὸ παρερρίφθαι ἡμᾶς μετὰ τὴν χρείαν, ὥσπερ τῶν σκευῶν τὰ ἀτιμότατα καὶ τοῦ μηδενὸς ἄξια ἢ τῶν ἐρεισμάτων ταῦτα ὑπὲρ ὧν αἱ ἀψῖδες, ἃ μετὰ τὴν πῆξιν ὑφαιρεῖται καὶ διαπτύεται.

Τούτους μὲν οὖν χαίρειν ἐάσωμεν καὶ λέγειν ὅ τι ἂν λέγωσιν· οὐδεὶς ἐφέξει γλώσσης αὐτονομίαν. Καὶ σύ μοι τὸν μισθὸν κατάβαλε τὰς μακαρίας καὶ κενὰς ἐλπίδας, ἃς κατὰ τῶν βλασφημούντων ἐξεῦρες, ὡς διὰ τιμὴν ὑβρίζων τοὺς κούφους ἡμᾶς καὶ προχείρους πρὸς τὰ τοιαῦτα.

Ἐγὼ δὲ τὸ ἐμὸν ὡς ἔχει δηλώσω, καί μοι μηδὲν ὀργισθῇς. Ἐρῶ γὰρ ἃ καὶ παρ᾽ αὐτὰ τοῦ πάθους ἀπεφθεγξάμην, οὐ τοσοῦτον ἢ τῷ θυμῷ ζέσας ἢ τῷ γεγονότι καταπλαγείς, ὥστε κλαπῆναι τοὺς λογισμοὺς καὶ ἀγνοεῖν ἅπερ ἔλεγον. «Οὔτε ὅπλα κτήσομαι, οὔτε τὰ τακτικὰ μαθήσομαι, ἃ μὴ πρότερον ἔμαθον, ἡνίκα καιρὸς εἶναι μᾶλλον ἐδόκει, πάντων ὁπλιζομένων καὶ μαινομένων (οἶσθα τὰ τῶν ἀσθενῶν ἀρρωστήματα), οὔτε τὸν ἀρήιον Ἄνθιμον ὑποστήσομαι, καίπερ ἄωρον ὄντα πολεμιστήν, ψιλός τ᾽ ὢν καὶ ἀπόλεμος καὶ πρὸς τὰ τραύματα ἐπιτηδειότερος.

Ἀλλ᾽ ἐκείνῳ μὲν αὐτὸς πολέμει, εἰ τοῦτό σοι φίλον (καὶ γὰρ τοὺς ἀσθενεῖς πολλάκις αἱ χρεῖαι ποιοῦσι πολεμιστάς), ἢ ζήτει τοὺς πολεμήσοντας, ὅταν σου τῶν ἡμιόνων λαμβάνηται, τὰ στενὰ τηρῶν καὶ ὥσπερ ὁ Ἀμαλὴκ ἐκεῖνος εἵργων τὸν Ἰσραήλ. Ἡμῖν δ᾽ ἀντὶ πάντων δοῦναι τὴν ἡσυχίαν.

Τί γὰρ δεῖ μάχεσθαι περὶ γαλαθηνῶν καὶ ὀρνίθων, καὶ τοῦτο ἀλλοτρίων, ὡς δὴ περὶ ψυχῶν καὶ κανόνων; Τί δὲ τῶν λαμπρῶν Σασίμων ἀποστερεῖν τὴν μητρόπολιν, ἢ γυμνοῦν καὶ ἀνακαλύπτειν τὸ τῆς γνώμης ἀπόρρητον, συγκρύπτειν δέον;» Ἀλλὰ σὺ μὲν ἀνδρίζου καὶ κραταιοῦ καὶ πάντα ἕλκε πρὸς τὴν σεαυτοῦ δόξαν, ὥσπερ οἱ ποταμοὶ τοὺς χειμάρρους, μήτε φιλίαν μήτε συνήθειαν τοῦ καλοῦ προτιμῶν καὶ τῆς εὐσεβείας μήτε τοῦ ποῖός τις εἶναι δόξεις ἐκ τοῦ ταῦτα ποιεῖν φροντίζων, ἀλλ᾽ ἑνὸς ὢν τοῦ πνεύματος.

Ἡμεῖς δὲ τοῦτο μόνον κερδανοῦμεν τῆς σῆς φιλίας, τὸ μὴ πιστεύειν φίλοις μήτε τοῦ Θεοῦ ποιεῖσθαί τι προτιμότερον.

ΤΩΙ ΑΥΤΩΙ Ἐγκαλεῖς ἡμῖν ἀργίαν καὶ ῥᾳθυμίαν, ὅτι μὴ τὰ σὰ Σάσιμα κατειλήφαμεν μηδ᾽ ἐπισκοπικῶς κινούμεθα μηδ᾽, ὥσπερ κυσὶ βρῶμα ῥιφὲν ἐν μέσῳ, κατ᾽ ἀλλήλων ὑμᾶς ὁπλίζομεν· ἐμοὶ δὲ μεγίστη πρᾶξίς ἐστιν ἡ ἀπραξία.

Καὶ ἵν᾽ εἰδῇς τι τῶν ἐμῶν καλῶν, τοσοῦτον τῇ ἀπραγμοσύνῃ φιλοτιμοῦμαι, ὥστ᾽ οἴεσθαι καὶ νόμος εἶναι πᾶσι τῆς περὶ τοῦτο μεγαλοψυχίας. Καὶ ὡς εἰ πάντες ἡμᾶς ἐμιμοῦντο, οὐδὲν ἂν ἦν πρᾶγμα ταῖς Ἐκκλησίαις οὐδ᾽ ἂν ἡ πίστις παρεσύρετο, τῶν ἰδίων ἑκάστῳ φιλονεικιῶν ὅπλον τυγχάνουσα.

ΤΩΙ ΑΥΤΩΙ Ὡς θερμὸν ἐξάλλῃ καὶ πωλικὸν ἐν τοῖς γράμμασι· καὶ θαυμαστὸν οὐδὲν ἄρτι σε δόξης γευόμενον ἡμῖν ἐπιδείκνυσθαι βούλεσθαι ἥντινα δόξαν εὑρίσκεις, ἵν᾽ οὕτω σεαυτὸν μᾶλλον σεμνοποιῇς, ὥσπερ τῶν γραφέων οἱ τὰς ὥρας γράφοντες.

Ἐμοὶ δὲ τὸ μὲν πάντα ἐκδιηγεῖσθαι, τὰ τῶν ἐπισκόπων καὶ τὰ τῆς ἐπιστολῆς, ἐφ᾽ ᾗ σὺ δυσχεραίνεις, ὅθεν τ᾽ ἠρξάμεθα καὶ ὅπη προέβημεν καὶ εἰς ὃ κατελήξαμεν, μακρότερον ἢ κατ᾽ ἐπιστολὴν εἶναι φαίνεται καὶ οὐκ ἀπολογίας μᾶλλον ἔργον ἢ ἱστορίας.

Ὡς δὲ συντόμως δηλῶσαι, ἧκεν ὁ γενναιότατος Ἄνθιμος μετά τινων ἐπισκόπων, εἴτε ὡς τὸν πατέρα ἐπισκεψόμενος τὸν ἐμὸν (καὶ τοῦτο γὰρ ἔδοξεν), εἴτε σπουδάζων ἅπερ ἐσπούδασε. Πολλὴν δὲ καὶ περὶ πολλῶν πεῖραν καθείς, τῶν παροικιῶν, Σασίμων, Λιμνῶν, τῆς ἡμετέρας χειροτονίας, χαρισάμενος, αἰτήσας, ἀπειλήσας, δικαιολογησάμενος, ψέξας, ἐγκωμιάσας, κύκλους ἑαυτῷ περιγράψας, ὡς δέον πρὸς αὐτὸν μόνον ὁρᾶν ἡμᾶς καὶ τὴν νέαν μητρόπολιν, μείζονα οὖσαν. «Τί περιγράφεις εἴσω τὴν ἡμετέραν πόλιν, ἡμῶν ποιουμένων καὶ τὴν Ἐκκλησίαν, ὡς ὄντως Ἐκκλησιῶν μητέρα καὶ ἄνωθεν;» Τέλος, ἀπῆλθεν ἄπρακτος, πολλὰ περιπνεύσας, καὶ βασιλισμὸν ἡμῖν, ὡς φιλιππισμόν, ἐγκαλέσας.

Μὴ τοῦτο ἀδικεῖν σοι δοκοῦμεν; Οὐκ οἶμαι. Σκόπει δὲ καὶ τὸ τῆς ἐπιστολῆς, ὅπως ἔσχε παρὰ τῶν ὑβριστῶν ἡμῶν. Κλῆσιν συνοδικὴν ἐτύπωσαν πρὸς ἡμᾶς· ἐμοῦ δ᾽ ἀντιλέγοντος καὶ ὕβριν φάσκοντος, ἀλλὰ τό γε δεύτερον ἠξίουν δι᾽ ἐμοῦ παρακληθῆναι ὑμᾶς περὶ τούτων βουλευσομένους.

Τοῦτο ὑπέστην, ἵνα μὴ τὸ πρότερον γένηται, τὸ πᾶν ἐφ᾽ ὑμῖν ποιούμενος, εἰ βούλεσθε συναγαγεῖν αὐτούς, καὶ ὅπου, καὶ πηνίκα· ὅπερ τιμῶντος ἦν, οὐχ ὑβρίζοντος. Ἐπειδὴ δ᾽ οὐδὲ τοῦτο ἀδικοῦμεν, εἰπὲ τὸ λειπόμενον.

Εἰ δὲ δεῖ παρ᾽ ἐμοῦ τοῦτο μαθεῖν ὑμᾶς, αὐτὴν ὑμῖν ἀναγνώσομαι τὴν Ἀνθίμου ἐπιστολήν, ἥν, ὅτε κατέσχε Λίμνας, ἡμῶν ἀπαγορευόντων καὶ ἀπειλούντων, ἐπέσταλκε πρὸς ἡμᾶς, ὑβρίζων καὶ ὀνειδίζων καὶ ὥσπερ ἐπινίκιόν τινα καθ᾽ ἡμῶν ᾄδων ὡς ἡττημένων.

Καίτοι τίνα ἔχει λόγον, ἐκείνῳ μὲν προσκρούειν δι᾽ ὑμᾶς, ὑμῖν δ᾽ ἀπαρέσκειν, ὡς ἐκείνῳ χαριζομένους; Ταῦτα δὲ ἔδει πρότερον μαθεῖν, ὦ θαυμάσιε, καὶ μὴ τότε ὑβρίζειν, εἰ μή τι ἄλλο, ὡς πρεσβυτέρους. Εἰ δὲ λίαν ἐπιδεικτικῶς ἔχεις καὶ φιλοτίμως, καὶ ἐξ ὑπερδεξίων ἡμῖν διαλέγῃ, ὡς μητροπολίτης μικροπολίταις, ἢ καὶ ἀπόλισιν, ἔστι καὶ ἡμῖν ὀφρὺς ἣν ἀνθέξομεν. Ῥᾷστον γὰρ τοῦτο παντί, καὶ ἴσως εὐλογώτερον.