Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Παραμυθητικές επιστολές περί πένθους και καρτερίας

Επιστολές παρηγορίας προς τον Αμφιλόχιο, αναφορές σε ασθένειες, αιτήματα για προσευχή και έπαινοι για την υπομονή σε διωγμούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 11 από 29

ΑΜΦΙΛΟΧΙΩΙ Οὐ βάρβαρον τὸ ἐπίταγμα τῆς ἀμιμήτου σου καλοκἀγαθίας, ἀλλ᾽ ἑλληνικόν, μᾶλλον δὲ χριστιανικόν. Ὁ δὲ Ἀρμένιος, ἐφ᾽ ᾧ πάνυ φιλοτιμῇ, βάρβαρος ἄντικρυς καὶ πόρρωθεν τῆς ἡμετέρας φιλοτιμίας.

ΑΜΦΙΛΟΧΙΩΙ Ἀλγεῖς; Ἐγὼ δὲ τρυφῶ δηλονότι. Δακρύεις; Ἐγὼ δέ, ὡς ὁρᾷς, πανηγυρίζω καὶ τοῖς παροῦσι καλλωπίζομαι. Ἢ σὲ μὲν υἱὸς λυπεῖ δι᾽ ἀρετὴν ἁρπαζόμενος καὶ τιμώμενος, καὶ δεινὸν εἰ μὴ παρέσται σοι καὶ γηροκομήσει καὶ τὰ εἰκότα θεραπεύσει κατὰ τὸ σύνηθες;

Ἐμὲ δὲ οὐκ ἀνιᾷ πατὴρ τὴν τελευταίαν ἐκδημίαν ἀφ᾽ ἡμῶν ἐκδημήσας, ἐξ ἧς οὐκέτι πρὸς ἡμᾶς ἀναλύσει οὐδὲ παρ᾽ ἡμῶν ὀφθήσεται; Εἶτα ἡμεῖς μὲν οὐδὲν ἐγκαλοῦμεν οὐδὲ τὴν ὀφειλομένην ἀπαιτοῦμεν παραμυθίαν, εἰδότες ὅτι τὰ ἴδια κακὰ καιρὸν οὐ δίδωσι τοῖς ἀλλοτρίοις σχολάζειν· οὐδὲ γὰρ οὕτω τίς ἐστι φιλικὸς καὶ φιλόσοφος ὥστε ὑπεράνω τῶν παθῶν εἶναι καὶ παρακαλεῖν ἄλλον, αὐτὸς δεόμενος παρακλήσεως.

Σὺ δὲ τῇ πληγῇ πληγὴν ἐπιβάλλεις αἰτιώμενος ἡμᾶς, ὡς πυνθάνομαι, καὶ νομίζων ἀμελεῖσθαι τὸν σὸν υἱόν, ἡμέτερον δὲ ἀδελφόν, ἢ προδεδόσθαι παρ᾽ ἡμῶν, ὃ βαρύτερον, ἀλλὰ μὴ τῆς ζημίας ἡμᾶς ἐπαισθάνεσθαι ἣν ἐζημίωνται πάντες μὲν καὶ φίλοι καὶ συγγενεῖς, ἐγὼ δὲ καὶ πάντων μᾶλλον—ὁ καὶ τὰς ἐλπίδας τῆς ζωῆς ἐν ἐκείνῳ θέμενος καὶ μόνον μὲν ἔρεισμα, μόνον δὲ σύμβουλον ἀγαθόν, μόνον δὲ κοινωνὸν εὐσεβείας ὑπολαμβάνων.

Καὶ τίσι τοῦτο εἰκάζεις; Εἰ μὲν τοῖς πρώτοις, ἐνθυμήθητι ὅτι καὶ διέβην μέχρις ὑμῶν ἐξεπίτηδες, τῇ φήμῃ τεταραγμένος, καὶ κοινωνῆσαι γνώμης ὑμῖν πρόθυμος ἐγενόμην, ἡνίκα καὶ καιρὸς ἦν ἔτι περὶ τούτων βουλεύεσθαι· καὶ πάντα μᾶλλον ἢ ταύτης ἡμῖν ἐκοινωνήσατε, εἴτε ὑπὸ τῆς αὐτῆς ἀπορίας, εἴτ᾽ οὐκ οἶδ᾽ ὅ τι βουληθέντες.

Εἰ δὲ τοῖς τελευταίοις, μάλιστα μὲν οὐκ εἴα τὸ πάθος πάλιν ὑμῖν ἐντυχεῖν καὶ ἡ τῷ πατρὶ χρεωστουμένη τιμὴ καὶ ὁσία, ἧς οὐδὲν ἐδυνάμην ποιήσασθαι προτιμότερον, καὶ ταῦτα ὑπογυίου τοῦ πάθους ὄντος, ἡνίκα οὐκ ἀσεβὲς ἦν μόνον ἀλλ᾽ οὐδ᾽ ὅλως εὐπρεπὲς ἔξω τοῦ καιροῦ φιλοσοφεῖν καὶ ὑπὲρ τὸ ἀνθρώπινον· ἔπειτα καὶ προκατειλῆφθαι ὑπὸ τῶν πραγμάτων ἐνομίσαμεν, πέρας ἤδη τῶν κατ᾽ αὐτὸν ἐχόντων ὁποῖον ἐδόκει τῷ ἄγοντι τὰ ἡμέτερα.

Ταῦτα μὲν δὴ τοιαῦτα. Νῦν δὲ καὶ τὴν λύπην ἄνες ἡμῖν πάντων οὖσαν ἀλογωτάτην, ὡς ἐμαυτὸν πείθω· καὶ εἴ τί σοι πλέον δοκεῖ, παράστησον, ἵνα μὴ καὶ ἡμᾶς ἐν τῷ μέρει καὶ σεαυτὸν λυπῇς καὶ πρᾶγμα πάσχῃς σφόδρα τῆς σῆς εὐγενείας ἀνάξιον ἀντ᾽ ἄλλων ἡμᾶς αἰτιώμενος τοὺς οὐδὲν ἀδικοῦντας, ἀλλ᾽ εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὰ ἴσα τυραννηθέντας ὑπὸ τῶν κοινῶν φίλων καὶ οὓς μόνους εὐεργέτας ἐνόμιζες.

ΕΥΣΕΒΙΩΙ ΣΑΜΟΣΑΤΩΝ Ὅτε παρῄει σου ἡ θεοσέβεια διὰ τῆς πατρίδος ἡμῶν, οὐδὲ τοῦ δωματίου προκύψαι οἷός τε ἤμην, ἐν ἐσχάτῃ ἀρρωστίᾳ διάγων. Ἐλύπει δέ με οὐ τοσοῦτον ἡ νόσος τὸν περὶ τῶν ἐσχάτων φόβον ἐπάγουσα, ἀλλ᾽ ὅτι τῆς ἱερᾶς σου καὶ ἀγαθῆς συντυχίας ἀπεστερούμην, τοσαύτην ἔχων περὶ τὸ ἰδεῖν σου τὸ τίμιον πρόσωπον ἐπιθυμίαν, ὅσον εἰκὸς ἦν τὸν χρῄζοντα μὲν θεραπείας τῶν ψυχικῶν τραυμάτων, ταύτην δὲ παρὰ τῆς σῆς τελειότητος ἕξειν ἐλπίζοντα.

Ἀλλ᾽ εἰ καὶ τῶν ἁμαρτιῶν τῶν ἐμῶν γέγονεν ἔργον τὸ κατὰ τὸν καιρὸν ἐκεῖνον διαμαρτεῖν με τῆς σῆς συντυχίας, νῦν διὰ τῆς σῆς ἀγαθότητος ἔστι δυνατὸν γενέσθαι μοί τινα τῶν λυπηρῶν ἐπανόρθωσιν. Εἰ γὰρ καταξιώσειας κἀμοῦ μνήμην ποιεῖσθαι ἐν ταῖς εὐπροσδέκτοις σου προσευχαῖς πάσης ἔσται μοι τοῦτο τῆς παρὰ τοῦ Θεοῦ εὐλογίας ἐφόδιον, καὶ ἐν ταύτῃ μου τῇ ζωῇ καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι.

Τὸ γὰρ ἄνδρα τοσοῦτον, οὕτως ἐναθλοῦντα τῇ πίστει τοῦ Εὐαγγελίου καὶ τηλικούτους διωγμοὺς ὑπομείναντα καὶ τοσαύτην ἑαυτῷ παρρησίαν ἐπὶ τοῦ δικαιοδότου Θεοῦ ἑτοιμάζοντα διὰ τῆς τῶν θλίψεων ὑπομονῆς τοῦτον καὶ ἡμῶν καταξιοῦν γενέσθαι προστάτην διὰ τῶν προσευχῶν, πέπεισμαι ὅτι τοσαύτην ἔχει τὴν δύναμιν, ὅση ἂν ἦν μοι καὶ εἰ παρά τινος τῶν ἁγίων ἐγίνετο μαρτύρων.

Ὥστε παρακλήθητι ἀπαραλείπτως μεμνῆσθαι τοῦ σοῦ Γρηγορίου ἐν οἷς εὔχομαι εἶναί σου τῆς μνήμης ἐπάξιος.

ΤΩΙ ΑΥΤΩΙ Τὰ πάντα τίμιος ὢν ἡμῖν καὶ τῶν φίλων ἐν τοῖς γνησίοις, ὁ αἰδεσιμώτατος ἡμῶν Εὐπράξιος ὁ ἀδελφὸς τιμιώτερος ὤφθη καὶ γνησιώτερος ἐκ τῆς περὶ σὲ διαθέσεως, ὅς γε καὶ νῦν οὕτως ὥρμησε πρὸς τὴν σὴν θεοσέβειαν, ἵν᾽ εἴπω τὸ τοῦ Δαυΐδ, ὡς ἔλαφος πολὺ δίψος, τὸ οὐ φορητόν, ποτίμῳ καὶ καθαρᾷ τῇ πηγῇ καταψύχουσα.

Καὶ μακάριος ὁ σοὶ πλησιάζειν ἠξιωμένος, μακαριώτερος δὲ ὁ τοῖς ὑπὲρ Χριστοῦ παθήμασι καὶ τοῖς ὑπὲρ ἀληθείας ἰδρῶσι τοιαύτην ἐπιθεὶς κορωνίδα ἧς ὀλίγοι τῶν φοβουμένων τὸν Θεὸν τετυχήκασιν. Οὐ γὰρ ἀβασάνιστον ἐπεδείξω τὴν ἀρετήν, οὐδὲ ἐν εὐδίας καιρῷ μόνον ὄρθιος ἔπλευσας καὶ τὰς τῶν ἄλλων ψυχὰς ἐκυβέρνησας, ἀλλ᾽ ἐν ταῖς δυσχερείαις τῶν πειρασμῶν διεφάνης καὶ τῶν διωκόντων γέγονας ὑψηλότερος τῷ γενναίως μεταναστῆναι τῆς ἐνεγκούσης.

Καὶ ἄλλοι μὲν τὸ πατρῷον ἔδαφος ἔχουσιν, ἡμεῖς δὲ τὴν ἄνω πόλιν· ἄλλοι τὸν ἡμέτερον ἴσως θρόνον, ἡμεῖς δὲ τὸν Χριστόν· ὢ τῆς πραγματείας, οἵων ὑπεριδόντες οἷα κεκομίσμεθα. 〈Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος〉, πιστεύω δὲ ὅτι καὶ ἐξελευσόμεθα 〈εἰς ἀναψυχήν〉.

Οὐ γὰρ εἰς τέλος ἐγκαταλείψει ἡμᾶς ὁ Θεός, οὐδὲ περιόψεται τὸν ὀρθὸν λόγον δεδιωγμένον, ἀλλὰ 〈κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν ἡμῶν〉 αἱ 〈παρακλήσεις〉 αὐτοῦ 〈εὐφρανοῦσιν〉 ἡμᾶς. Τοῦτο μὲν οὖν καὶ πιστεύομεν καὶ εὐχόμεθα. Σὺ δέ, παρακαλῶ, ὑπερεύχου τῆς ταπεινώσεως ἡμῶν· καὶ ὁσάκις ἂν ἐμπίπτῃ καιρός, καὶ εὐλογεῖν ἡμᾶς διὰ γραμμάτων μὴ κατόκνει καὶ εὐθυμοτέρους ποιεῖν τὰ κατὰ σαυτὸν δηλῶν, ὃ ποιῆσαι καὶ νῦν κατηξίωσας.

ΤΩΙ ΑΥΤΩΙ Καὶ γράφων καὶ μεμνημένος εὐφραίνεις ἡμᾶς, καί, ὃ τούτου μεῖζον, εὐλογῶν ἐν τοῖς γράμμασιν. Ἡμεῖς δέ, εἰ ἦμεν ἄξιοι τῶν σῶν παθημάτων καὶ τῆς ὑπὲρ Χριστοῦ καὶ διὰ Χριστὸν ἀθλήσεως, κατηξιώθημεν ἂν καὶ μέχρι σοῦ γενόμενοι περιπτύξασθαί σου τὴν θεοσέβειαν καὶ τύπον λαβεῖν τῆς ἐν τοῖς παθήμασι καρτερίας.

Ἐπειδὴ δὲ ἀνάξιοι τούτου τυγχάνομεν, πολλαῖς θλίψεσι καὶ ἀσχολίαις ἐνοχλούμενοι, ὃ δεύτερόν ἐστι ποιοῦμεν· προσαγορεύομεν πρὸς τὴν τελειότητά σου καὶ ἀξιοῦμεν μὴ ἀποκάμνειν σε μεμνημένον ἡμῶν. Οὐ γὰρ ὠφέλεια ἡμῖν μόνον τῶν σῶν καταξιοῦσθαι γραμμάτων, ἀλλὰ καὶ καύχημα πρὸς τοὺς πολλοὺς καὶ καλλώπισμα ὅτι λόγος ἡμῶν ἐστι παρ᾽ ἀνδρὶ τοσούτῳ τὴν ἀρετὴν καὶ τοσαύτην ἔχοντι πρὸς Θεὸν οἰκειότητα ὥστε καὶ ἄλλους οἰκειοῦν δύνασθαι καὶ λόγῳ καὶ ὑποδείγματι.