Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Εκκλησιαστική μέριμνα και προστασία οικογενειών και παρθένων

Παρεμβάσεις για την Εκκλησία, συστάσεις υπέρ της οικογένειας του Νικοβούλου και εκκλήσεις για τη δικαίωση και προστασία γυναικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 19 από 29

ΘΕΟΔΩΡΩΙ Καιρός μοι τὸ τῆς Γραφῆς εἰπεῖν· 〈Πρὸς τίνα βοήσομαι ἀδικούμενος; Τίς ὀρέξει μοι χεῖρα πιεζομένῳ;〉 Εἰς τίνα τὸ βάρος τῆς Ἐκκλησίας χωρήσει, κακῶς οὕτω διακειμένης καὶ λελυμένης; 〈Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων〉 ὅτι μὴ δίκαια πάσχει τὸ τοῦ Θεοῦ ποίμνιον, ἀποίμαντον ὂν καὶ ἀνεπίσκεπτον διὰ τὴν ἡμετέραν νέκρωσιν.

Ἐμὲ γὰρ ἡ νόσος κατέχει καὶ τάχιον ἀπήγαγε τῆς Ἐκκλησίας καὶ νῦν παντάπασιν ἀχρειοῖ, ἀεὶ τὰ τελευταῖα πνέοντα καὶ πλέον τοῖς πράγμασι συντριβόμενον. Εἰ μὲν οὖν ἄλλην τινὰ κεφαλὴν εἶχεν ἡ ἐπαρχία, πρὸς ἐκείνην ἔδει βοᾶν καὶ διαμαρτύρεσθαι· τῆς δὲ σῆς εὐλαβείας ὑπερκειμένης, πρὸς σὲ βλέπειν ἀναγκαῖον. Φρόντισον τῆς σῆς Ἐκκλησίας ὃν βούλει τρόπον καὶ μὴ παρίδῃς ἀναξίως ἑαυτῆς πράττουσαν.

Ἵνα γὰρ τἄλλα ἐάσω, οἷα νῦν ἐπιστάντες οἱ Ἀπολλιναριανοί, τὰ μὲν πεποιήκασι, τὰ δὲ ἀπειλοῦσι, παρὰ τῶν κυρίων μου τῶν συμπρεσβυτέρων μαθήσῃ, Εὐλαλίου τοῦ χωρεπισκόπου καὶ Κελευσίου, οὓς ἐξ ἔργου πρὸς τὴν σὴν εὐλάβειαν ἀπεστάλκαμεν.

Καὶ τὸ ταῦτα ἐπισχεῖν, οὗ τῆς ἡμετέρας ἐστὶν ἡλικίας καὶ ἀσθενείας, ἀλλὰ τῆς σῆς ἀγχινοίας καὶ δυνάμεως, ἐπειδή σοι, μετὰ τῶν ἄλλων, καὶ τὸ ἰσχύειν ἔδωκεν ὁ Θεὸς ἐπὶ τῇ κοινῇ τῆς Ἐκκλησίας προστασίᾳ. Εἰ δὲ ταῦτα λέγων καὶ γράφων μὴ ἀκουοίμην, ὃ λείπεται μόνον, τοῦτο γενήσεται, δημοσίᾳ κηρύξαι πᾶσι καὶ καταστῆσαι γνώριμον ὅτι ἐπισκόπου χρῄζει ἡ Ἐκκλησία, ἵνα μὴ παρὰ τῆς ἡμετέρας ἀρρωστίας καταβλάπτηται. Τὸ δὲ ἑξῆς ὑμεῖς εἴσεσθε.

ΒΟΣΠΟΡΙΩΙ Δὶς ἤδη τοῦτο ἐπτέρνισμαι παρ᾽ ὑμῶν καὶ ἠπάτημαι (οἶδας ὃ λέγω)· καὶ εἰ μὲν δικαίως, ὀσφρανθείη Κύριος παρ᾽ ὑμῶν ὀσμὴν εὐωδίας· εἰ δὲ ἀδίκως, συγγνοίη Κύριος. Οὕτω γὰρ ἐμὲ περὶ ὑμῶν λέγειν εὔλογον, ἐπειδὴ φέρειν καὶ ἀδικούμενοι προστετάγμεθα. Πλὴν ὥσπερ ὑμεῖς κύριοι τῆς ὑμετέρας γνώμης, οὕτω κἀγὼ τῆς ἐμῆς. Οὐκέτι βαρὺς ὑμῖν ἔσται Γρηγόριος ὁ βαρύς. Ἀναχωρήσω πρὸς Θεὸν τὸν μόνον καθαρόν τε καὶ ἄδολον. Εἰς ἐμαυτὸν συσταλήσομαι.

Ταῦτα ἐμαυτῷ νενομοθέτηκα· δὶς γὰρ πρὸς τὸν αὐτὸν λίθον πταίειν τοῖς ἀνοήτοις μόνοις ἡ παροιμία δίδωσιν.

ΟΛΥΜΠΙΩΙ Ἡμῖν ἄρχων σὺ καὶ μετὰ τὴν ἀρχὴν (κρίνομεν γὰρ ἑτέρως ἢ ὡς οἱ πολλοὶ τὰ πράγματα), ὅτι πᾶσαν ἀρχικὴν ἀρετὴν ἐν σεαυτῷ συλλαβὼν ἔχεις. Πολλοὶ μὲν γὰρ τῶν ὑψιθρόνων ἐμοὶ κάτω, ὅσους ἡ χεὶρ ποιεῖ ταπεινοὺς καὶ δούλους τῶν ἀρχομένων· πολλοὶ δὲ ὑψηλοὶ καὶ μετέωροι, κἂν ἑστήκασι κάτω, ὅσους ἄνω τίθησιν ἀρετὴ καὶ ποιεῖ μειζόνων ἀρχῶν ἀξίους.

Ἀλλὰ τί τούτων ἐμοί; Οὐκέτι μεθ᾽ ἡμῶν ὁ μέγας Ὀλύμπιος οὐδὲ φέρει τοὺς ἡμετέρους οἴακας· οἰχόμεθα, προδεδόμεθα, γεγόναμεν αὖθις δευτέρα Καππαδοκία, πρώτη παρὰ σοῦ γεγονότες. Καὶ τὰ μὲν τῶν ἄλλων τί χρὴ λέγειν; Ἀλλὰ τίς γηροκομήσει τὸν σὸν Γρηγόριον καὶ φαρμακεύσει τὴν ἀσθένειαν ταῖς τιμαῖς καὶ θήσει τιμιώτερον τὸν παρὰ σοῦ πολλοῖς προξενοῦντα φιλάνθρωπον;

Νῦν μὲν οὖν ἀπίοιτε τὴν ὑμετέραν ὁδὸν σὺν ὁδηγίᾳ καὶ πομπῇ κρείττονι, πολλὰ μὲν δάκρυα καταλιπόντες ἡμῖν, πολὺν δὲ πλοῦτον ἐπικομιζόμενοι παρ᾽ ὑμῶν καὶ οἷον οὐ πολλοὶ τῶν ἀρχόντων, τὴν εὐδοξίαν καὶ τὸ ἀνάγραπτοι τυγχάνειν ἐν ταῖς ἁπάντων ψυχαῖς, στήλαις οὐκ ἐυκινήτοις.

Εἰ δὲ πάλιν ἡμῖν ἐπισταίητε μετὰ μείζονος καὶ λαμπροτέρας τῆς ἀρχῆς (τοῦτο γὰρ ὁ πόθος ἡμῖν μαντεύεται), τελεώτερα τῷ Θεῷ τὰ χαριστήρια πάντως ἀνοίσομεν.

ΑΣΤΕΡΙΩΙ Τί τοῦτο πάσχομεν; οἴχεσθε καταλιπόντες ἡμᾶς, καὶ ἡμεῖς ἀρρωστοῦμεν, οὐδὲ τοσοῦτον παρὰ τοῦ φθόνου συγχωρηθέντες, ὅσον ἐφ᾽ ὑμῖν τὰ προπεμπτήρια φθέγξασθαι. Ὢ τῆς ζημίας καὶ τῆς ἐπηρείας. Κινδυνεύω τι καὶ τολμηρὸν εἰπεῖν· τί λαβεῖν ἔδει τὸ ἀγαθόν, εἰ μὴ παραμένειν ἔμελλεν; Οὐ γὰρ τοσοῦτον εὐφραίνει παρὸν τῶν τερπνῶν οὐδὲ ἕν, ὅσον ἀνιᾷ χωριζόμενον.

Τετιμήμεθα παρ᾽ ὑμῶν, δεδοξάσμεθα, τῆς ἀρχῆς ἀπηλαύσαμεν, τῆς φιλανθρωπίας ἐνεφορήθημεν. Οὔτε γὰρ ἐπιλελήσμεθα τούτων, οὔτε ἐπιλησόμεθα· πρότερον ἡμῶν αὐτῶν ἢ ὑμῶν. Τί δὲ παρ᾽ ἡμῶν ἀντὶ τούτων ὑμῖν; Τί δ᾽ ἄλλο γε, ἢ ὧν ἔχομεν τὸ κάλλιστον; ἔχομεν δὲ τὰς εὐχάς, αἷς σώζοισθε καὶ εὐδοκιμοίητε. Καὶ πάλιν ἡμῖν ὀφθείητε, ἂν ἄρα τοσαύτης τύχωμεν τοῦ ζῆν προθεσμίας.

ΤΩΙ ΑΥΤΩΙ Μέγας ἐν ἀνθρώποις ὁ Ἡρακλῆς, ὡς ὁ λόγος (ἵνα σε λόγιον ὄντα καί τινος ἀναμνήσω τῶν σῶν)· ἀλλ᾽ οὐκ ἂν τοσοῦτος ἦν, εἰ μὴ τὸν Ἰόλαον εἶχε συναγωνιζόμενον, καὶ κατὰ τῆς Ὕδρας μάλιστα, τοῦ πικροῦ τούτου καὶ πολυκεφάλου θηρίου, ἧς ὃ μὲν ἐξέτεμνε τὰς κεφαλάς, ὃ δὲ ἐπέκαιεν, ὥσπερ τὰς τῆς κακίας ὑμεῖς.

Πολλοὺς παρήλαυνον οἱ Ἀκτορίωνες ἅρμασιν, ὡς Ὁμήρῳ δοκεῖ· δίδυμοι γὰρ ἦσαν καὶ τὰ σώματα καὶ τὴν τέχνην, ὃ μὲν τὰς ἡνίας, ὃ δὲ τὴν μάστιγα μεριζόμενοι καὶ τὸ νικᾶν ἀλλήλοις συνερανίζοντες. Πολλοὺς διασῴζει κυβερνήτης πλωτῆρας, ἀλλ᾽ οὐκ ἂν ὁμοίως διέσῳζε μὴ καλῷ πρωρεῖ βοηθούμενος, ὃς καὶ διαθρεῖ τοὺς ἀνέμους καὶ τὰς ὑφάλους προδείκνυσι καὶ γίνεται τῆς νηὸς οἷόν τις ὀφθαλμός.

Τοιοῦτον ἡμῖν καὶ τὸ ὑμέτερον. Λαμπρὸν γὰρ ὄντα τὸν ἄρχοντα καὶ παρ᾽ ἑαυτοῦ, λαμπρότερον αὐτὸς ἐργάζῃ τῇ συνεργίᾳ· ὃν πολλὰ ἐπαινοῦντες τοῦτο θαυμάζομεν μάλιστα ὅτι τοσαύτην τοῖς δημοσίοις εὔνοιαν σῴζοντες χώραν δίδοτε τοῖς φιλικοῖς, οὐ τραχύτητι τρόπου τὸ ἀκριβὲς ἐνδεικνύμενοι, κατὰ τοὺς πολλοὺς τῶν ἀμέτρων, ἡμερότητι δὲ μᾶλλον τὸ τῆς ἀρχῆς αὐστηρὸν τιθασσεύοντες.

ΘΕΟΔΩΡΩΙ Τὰ μὲν πνευματικὰ πέρας ἔχει· οὐκέτι προσθήσω διοχλεῖν ὑμῖν. Συνίοιτε, φράσσοισθε, βουλεύοισθε καθ᾽ ἡμῶν. Νικάτωσαν οἱ μισοῦντες ἡμᾶς· φυλαττέσθωσαν ἀκριβῶς οἱ κανόνες, ἀφ᾽ ἡμῶν ἀρξάμενοι τῶν ἀμαθεστάτων.

Οὐδεὶς ἀκριβείας φθόνος· τὰ φιλικὰ δὲ μὴ κεκωλύσθω. Οἱ τοῦ τιμιωτάτου υἱοῦ Νικοβούλου παῖδες ἥκασιν εἰς τὴν πόλιν ταχυγραφεῖν μαθησόμενοι· τούτους τά τε ἄλλα καὶ οἰκείως ἰδεῖν καὶ πατρικῶς θέλησον (οὐ γὰρ καὶ τοῦτο κωλύουσιν οἱ κανόνες), καὶ ὅπως ἂν γειτονῶσι τῇ ἐκκλησίᾳ φρόντισον.

Βούλομαι γὰρ αὐτοὺς καὶ τὸ ἦθος τυποῦσθαι πρὸς ἀρετήν, τῇ σῇ τελειότητι συνεχῶς ἐντυγχάνοντας.

ΕΥΛΑΛΙΩΙ Οὐδὲν ἰσχυρότερον ἀληθείας, ὡς τῷ Ἔσδρᾳ κἀμοὶ δοκεῖ· ἡ γὰρ παρθένος Ἀλυπιανὴ κατὰ πᾶσαν ἀκρίβειαν λόγον ἀπαιτουμένη παρ᾽ ἡμῶν, ὡς προσέταξας, τοῦ οἰκείου φρονήματος, ἐπαρρησιάσατο καθαρῶς τὴν ἀλήθειαν, παρθενίαν ὁμολογοῦσα καὶ ταύτης ἐχομένη θερμότερον μὲν ἢ ὡς προσεδοκῶμεν, εὐσταθέστερον δὲ ἢ θερμότερον, λέγω ζήλῳ μὲν παρθενικῷ, πολιαῖς δὲ ταῖς ἀποκρίσεσι.

Καὶ τὸ τραχὺ τῆς ἐρωτήσεως ἡμῶν τῷ τέλει χρηστὸν ἐφάνη· τὸ γὰρ στερρὸν τῆς γνώμης μᾶλλον διέδειξε. Ταῦτ᾽ οὖν εἰδώς, ὑπερεύχου τε τῆς παιδὸς καὶ ἣν ἔλαβεν ἀρχὴν τῆς σωτηρίας γεώργησον, εἰς δόξαν Θεοῦ τε καὶ ἡμῶν καὶ παντὸς τοῦ τῶν εὐλαβῶν συντάγματος.

ΘΕΟΔΩΡΩΙ Αἷμα μὲν ἐμόν, θρέμμα δὲ ὑμέτερον, κτῆμα δὲ Θεῷ τῶν τιμίων προσάγω τῇ σῇ εὐλαβείᾳ τὴν αἰδεσιμωτάτην θυγατέρα ἡμῶν Ἀμαζονίαν τὴν παρθένον· ἧς καὶ τὸ πιστὸν αἰδούμενος καὶ τῇ ἀρρωστίᾳ τοῦ σώματος βοηθῶν καὶ διὰ τοῦτο ἐν πᾶσι χεῖρά τε ὀρέγων καὶ κηδόμενος, πρᾶγμα ποιήσεις ἐλευθέριον καὶ τῆς σῆς εὐλαβείας ἄξιον, προσθήσω δέ, καὶ τῆς ἡμετέρας φιλίας.

ΤΩΙ ΑΥΤΩΙ Σὺ καὶ ἡμεῖς διὰ τοῦτο βουλόμεθα τὰ δίκαια γενέσθαι τῇ θυγατρὶ ἡμῶν Εὐγενίᾳ παρὰ τῆς σῆς εὐλαβείας καὶ μὴ περιιδεῖν αὐτὴν ἀδικουμένην ὑπὸ τῶν αὐτῆς κληρονόμων· ἀδικηθείη δ᾽ ἄν, ὡς ἐμοὶ φαίνεται, εἴ τινος στερηθείη τῶν τῇ ἐγγόνῃ παρὰ τῆς τήθης καταλειφθέντων, ἣν καὶ ἀνεθρέψατο κατὰ πᾶσαν ἐπιμέλειαν· καὶ ἀπέλιπεν ἐπ᾽ ὀλίγοις ἀντὶ πολλῶν ὧν ὑπισχνεῖτό τε καὶ ἤλπιζεν.

ΤΩΙ ΑΥΤΩΙ Ἃ δίκαια ᾤμην, ἐπέσταλκα. Εἰ δὲ ἄλλο τι καὶ μὴ ταῦτα παρέστη (πείθομαι γὰρ ὡς ὀρθῶς παρέστη), καὶ τοῦτο δεξόμεθα. Ἢ ἀδικοῖμεν ἂν καὶ παρανομοῖμεν εἰς αὐτὴν τὴν εὐσέβειαν, ὡς μὲν τὰ δίκαια κρίνοντι τοὺς προσιόντας ἡμῖν προσάγοντες, οἷς δ᾽ ἂν δικάσῃς μηκέτι ἐμμένοντες· ὃ τοῖς πολλοῖς ποιεῖν σύνηθες τῶν λίαν ἀθλίων καὶ ἀπαιδεύτων.

ΤΩΙ ΑΥΤΩΙ Ἃ παρὰ τῶν κυρίων μου τῶν τιμιωτάτων ἐπισκόπων ἐπέσταλται πρὸς τὴν σὴν εὐλάβειαν, ταῦτα καὶ παρ᾽ ἡμῶν ἐπεστάλθαι νομίσας, δός, παρακαλῶ, χεῖρα ταῖς ἐλευθέραις καὶ μὴ περιίδῃς αὐτὰς τυραννουμένας καὶ περιωθουμένας ὑπὸ τῆς τοῦ ἀνδρὸς δυναστείας, καθ᾽ οὗ προεληλύθασιν, ἀλλ᾽ ἐπικούρησον τὰ εἰκότα, εἰ μὲν οἶδας ἃ πάσχουσι δι᾽ ἃ πάσχουσιν· εἰ δ᾽ ἀγνοεῖς, ὅτι καὶ τοῦτο πάσχουσι, τῷ σοι μὴ γινώσκεσθαι τὴν ἀδικίαν μηδὲ πιστεύεσθαι.

Εἰ δέ τις οἴεται περιεργοτέρους εἶναι ἡμᾶς, ὡς οὐδὲν προσήκουσαν δίκην οἰκειουμένους, πειθέτω τοῦτο, καὶ στέρξομεν. Νῦν δὲ δέδοικα μὴ οὐχ οὕτως ἔχει· μάλιστα μὲν γὰρ οὐδὲ μεμέρισται τὰ Χριστοῦ καὶ Χριστὸς οὐδὲ ὅρους ἔχει φιλανθρωπία. Εἰ δὲ καὶ μεμερίσθαι θείη τις, δύο τοὺς ἐν τῷ πράγματι βαρουμένους γινώσκω, τήν τε σὴν εὐλάβειαν καὶ ἡμᾶς, εἰ παροφθείη τὸ δίκαιον.

Ὑπὸ γὰρ τὴν ἀμφοτέρων οἰκονομίαν οἱ κρινόμενοι. Καὶ δέος μὴ παρασυρῇ λόγων πιθανότητι τὸ ἀληθές. Διὰ τοῦτο καὶ συνδίκαζε καὶ προδίκαζε καὶ ὑπερμάχει τῆς ἀσθενείας ἡμῶν, μή πως εἰς ἀνάγκην καταστῶμεν, καίπερ οὕτω τοῦ σώματος ἔχοντος, θερμότερον τῇ ἀληθείᾳ συναγωνίζεσθαι μετὰ τοῦ Θεοῦ καὶ τῆς τῶν σῶν εὐχῶν συνεργίας.

ΤΩΙ ΑΥΤΩΙ Ὁ Θεὸς χαρίσαιτό σε ταῖς Ἐκκλησίαις, εἰς δόξαν τε ἡμῶν καὶ πολλῶν ὄφελος, οὕτως ὄντα περιεσκεμμένον καὶ ἀσφαλῆ τὰ πνευματικά, ὥστε καὶ ἡμᾶς ποιεῖν ἀφελεστέρους, τοὺς πλέον ἔχειν τι τῷ χρόνῳ νομιζομένους.

Ἐπειδὴ τοίνυν ἠθέλησας κοινωνοὺς ἡμᾶς λαβεῖν πνευματικοῦ σκέμματος (λέγω δὴ τοῦ ὅρκου ἕνεκεν, ὃν Γεώργιος ὁ Πασπασινὸς ἄνθρωπος ὀμωμοκὼς φαίνεται), τό γε παραστὰν ἡμῖν τῇ σῇ εὐλαβείᾳ δηλώσομεν. Παίζουσιν ἑαυτοὺς οἱ πολλοί, κατὰ τὸν ἐμὸν λόγον, τοὺς μὲν κατὰ τῶν ἀρῶν προκειμένους ὅρκους ὅρκους νομίζοντες, τοὺς ἐγγράφους δὲ δίχα τῶν ῥημάτων ἀφοσίωσιν ἀλλ᾽ οὐχ ὅρκον ὑπολαμβάνοντες.

Πῶς γὰρ τὸ μὲν τῶν χρεῶν χειρόγραφον δεσμεῖ πλέον τῆς ἁπλῆς ὁμολογίας, τὸν δὲ ἐγγεγραμμένον ὅρκον, ἄλλο τι ἢ ὅρκον ὑποληψόμεθα; Καί, συντόμως εἰπεῖν, ὅρκος ἡμῖν ἐστιν ἡ τοῦ ἐπερωτήσαντος καὶ πεισθέντος πληροφορία.

Οὐ μὴν οὐδὲ τὸ βεβιᾶσθαι φάσκειν ἱκανὸν εἰς παραίτησιν (ἡ βία γὰρ ἦν ὁ νόμος ὃν ἔδεισεν), οὐδὲ τῷ δικαστηρίῳ ὕστερον ὑπερέχειν· αὐτὸ γὰρ τὸ δικάσασθαι, παρορκίας. Τοῦτο καὶ τὸν ἀδελφὸν Γεώργιον ἐπείσαμεν μὴ 〈προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις〉, μηδὲ λόγους ἀνευρίσκειν συνηγόρους τοῦ πλημμελήματος, ἀλλ᾽ ὅρκον εἰδέναι τὸν ἐγγεγραμμένον καὶ ὑποκλαίειν τῷ Θεῷ καὶ τῇ σῇ εὐλαβείᾳ περὶ τῆς ἁμαρτίας, εἰ καὶ πρότερον ἄλλως ὑπελάμβανεν, ἑαυτὸν ἀπατῶν.

Ταῦτα οὖν αὐτοί τε διελέχθημεν τῷ ἀνδρί· καὶ σὺ δῆλον ὅτι διαλεχθεὶς ἐπιμελέστερον, ἐπὶ πλέον αὐτὸς κατανύξεις, ὡς μέγας τῶν ψυχῶν θεραπευτὴς καὶ τῷ κανόνι φαρμακεύσας αὐτὸν ἐφ᾽ ὅσον ἂν δοκῇ χρόνον, οὕτως ἐποίσεις τὴν φιλανθρωπίαν τοῦ χρόνου· τοῦ χρόνου δὲ μέτρον, τὸ μέτρον τῆς κατανύξεως.