Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Επιστολές περί της αποχωρήσεως από τη Ναζιανζό και παρεμβάσεις υπέρ του Νικοβούλου

Αναφορές στην αποχώρηση από την Εκκλησία της Ναζιανζού, εκκλήσεις για επιείκεια προς άρχοντες και προστασία του Νικοβούλου και του Γεωργίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 18 από 29

ΘΕΟΔΩΡΩΙ Ὁ ἀναλαβὼν Δαυῒδ μὲν τὸν ἑαυτοῦ δοῦλον ἐκ ποιμαντικῆς εἰς βασιλείαν, τὴν δὲ σὴν εὐλάβειαν εἰς ποιμαντικὴν ἀπὸ ποίμνης, ὁ οἰκονομῶν κατὰ τὸ ἑαυτοῦ θέλημα τὰ ἡμέτερα καὶ πάντων τῶν ἐλπιζόντων ἐπ᾽ αὐτόν, αὐτὸς καὶ νῦν ἐπὶ νοῦν ἀγάγοι τῇ σῇ τελειότητι γνῶναι τὴν ἀτιμίαν ἣν ἠτιμάσμεθα παρὰ τῶν κυρίων τῶν ἐπισκόπων περὶ τὰς ψήφους, τῇ μὲν καταστάσει συντιθεμένων, ἡμᾶς δὲ παρωθουμένων.

Οὐ γὰρ δὴ τὴν σὴν εὐλάβειαν αἰτιάσομαι, νεωστί τε ἐπιστᾶσαν τοῖς πράγμασι καὶ ἀγνοοῦσαν τὰ πλεῖστα, ὡς εἰκός, τῆς καθ᾽ ἡμᾶς ἱστορίας. Ταῦτα μὲν οὖν ἱκανῶς· οὐδὲ γὰρ βούλομαι διοχλεῖν σοι μακρότερα, ἵνα μὴ φαίνωμαι φορτικός, ἄρτι τῆς φιλίας ἀρχόμενος. Ἃ δὲ πάρεστι μετὰ τοῦ Θεοῦ βουλευομένοις ἡμῖν, ταῦτα γνωρίζομεν.

Ἐγὼ γὰρ ὑπεχώρησα μὲν τῆς κατὰ Ναζιανζὸν Ἐκκλησίας οὔτε ὡς καταφρονῶν τοῦ Θεοῦ, οὔτε ὡς περιορῶν τοῦ μικροῦ ποιμνίου (μηδὲ γὰρ πάθοι τοῦτο ψυχὴ φιλόσοφος), ἀλλὰ πρῶτον μὲν ὡς οὐδενὶ κηρύγματι τοιούτῳ κρατούμενος, δεύτερον δὲ διὰ τὸ συντετρίφθαι τῇ ἀρρωστίᾳ καὶ νομίζειν μὴ ἐξαρκεῖν πρὸς τὰς τοιαύτας φροντίδας.

Ἐπειδὴ καὶ ὑμεῖς ἐβαρεῖτε, τὴν ἀναχώρησιν ὀνειδίζοντες, καὶ αὐτὸς οὐκ ἔφερον τὰς παρὰ πάντων μοι γινομένας καταβοήσεις, ὅ τε καιρὸς χαλεπός, ἀπειλῶν ἡμῖν ἐχθρῶν ἔφοδον ἐπὶ βλάβῃ τοῦ κοινοῦ πάσης τῆς Ἐκκλησίας, τέλος ἡττήθην ἧτταν τῷ σώματι μὲν ὀδυνηράν, τῇ δὲ ψυχῇ ἴσως οὐ πονηράν.

Ἐπιδίδωμι τὸ ταπεινὸν τοῦτο σῶμα τῇ Ἐκκλησίᾳ, μέχρις ἂν ᾖ δυνατόν, αἱρετώτερον εἶναι νομίζων ὁτιοῦν παθεῖν σαρκικῶς μᾶλλον ἢ πνευματικῶς πλήσσεσθαι καὶ πλήσσειν τοὺς πολλοὺς τὰ χείρω περὶ ἡμῶν ὑπειληφότας, ἐξ ὧν αὐτοὶ πάσχουσι.

Ταῦτ᾽ οὖν εἰδώς, καὶ συνεύχου καὶ τὴν γνώμην ἡμῶν ἀπόδεξαι· οὐ χεῖρον δ᾽ ἴσως εἰπεῖν, καὶ τυποῦ πρὸς εὐλάβειαν.

ΟΛΥΜΠΙΩΙ Πάλιν γράφω, παρεῖναι δέον· ἀλλὰ παρὰ σοῦ μοι τὸ θάρσος, ὦ καὶ τῶν πνευματικῶν βραβευτὰ (ἵνα πρῶτον εἴπω τὸ πρῶτον), καὶ τῶν κοινῶν ἐπανορθωτά, καὶ θεόθεν τὰ ἀμφότερα· ὁ καὶ μισθὸν εὐσεβείας λαβών, τὸ κατὰ νοῦν χωρεῖν σοι τὰ πράγματα καὶ μόνῳ τυγχάνειν ἁλωτὰ τὰ μὴ τοῖς ἄλλοις ἁλώσιμα.

Σύνεσις γάρ σοι καὶ ἀνδρεία τὴν ἀρχὴν ἄγουσιν, ἡ μὲν εὑρίσκουσα τὸ πρακτέον, ἡ δὲ ῥᾳδίως ἐπιτελοῦσα τὸ εὑρεθέν. Καὶ τὸ μέγιστον, ἡ τῆς χειρὸς καθαρότης, ᾗ πάντα εὐθύνεται. Ποῦ σοι χρυσὸς ὁ ἄδικος; οὐδ᾽ ἐγένετο, πρῶτον ἐξορίαν κατακριθείς, ὡς ἀφανὴς τύραννος. Ποῦ δὲ ἀπέχθεια; κατακέκριται.

Ποῦ δὲ χάρις; ἐνταῦθά τι κλίνῃ (κατηγορήσω γάρ σου μικρόν), ἀλλὰ Θεοῦ φιλανθρωπίαν μιμούμενος, ἣν καὶ νῦν αἰτεῖ δι᾽ ἡμῶν Αὐρήλιος, ὁ σὸς στρατιώτης, ὃν ἄφρονα φυγάδα καλῶ καὶ ἱκέτην σώφρονα, ὅτι ὑπὸ τὰς ἡμετέρας ἑαυτὸν τέθεικε χεῖρας, καὶ διὰ τῶν ἡμετέρων τὰς σάς, ὥσπερ τινὰ εἰκόνα βασιλικήν, τὴν πολιὰν ἡμῶν προβαλλόμενος καὶ τὴν ἱερωσύνην, ἣν αἰδεῖσθαι πολλάκις καθωμολόγησας.

Ἰδού σοι προσάγει τοῦτον ἡ θυοφόρος χεὶρ αὕτη καὶ ἀναίμακτος καὶ πολλοὺς μὲν ἐπαίνους σου γράψασα, γράψουσα δέ, οἶδ᾽ ὅτι, καὶ πλείους, εἰ Θεὸς παρατείνειεν ὑμῖν τὴν ἀρχήν, τήν τε σὴν λέγω καὶ τοῦ συνεργοῦ τῆς σῆς θέμιδος.

ΤΩΙ ΑΥΤΩΙ Πάλιν φιλανθρωπίας καιρός, καὶ πάλιν ἐγὼ τολμηρὸς γράμμασι πιστεύων παράκλησιν περὶ τοσούτου πράγματος. Ποιεῖ γάρ με θρασὺν ἡ νόσος, οὐδὲ προϊέναι συγχωροῦσα· οὐ γὰρ εὐπρεπῆ παρέχει τὴν εἴσοδον.

Τίς οὖν ἡ πρεσβεία; καί μου δέξαι ταύτην ἡμέρως καὶ φιλανθρώπως. Δεινὸν μὲν καὶ ἀνδρὸς θάνατος (πῶς γὰρ οὔ;) τοῦ σήμερον ὄντος καὶ αὔριον οὐκ ἐσομένου οὐδὲ πρὸς ἡμᾶς ἀναλύσοντος· πολλῷ δὲ δεινότερον πόλιν ἀποθανεῖν, ἣν βασιλεῖς ἱδρύσαντο καὶ χρόνοι συνεστήσαντο καὶ ἀκολουθία μακρὰ διεφύλαξεν.

Ὑπὲρ τῆς Διοκαισαρέων ὁ λόγος, τῆς ποτε πόλεως, νῦν δὲ οὐ πόλεως, εἰ μὴ σὺ νεύσειας ἥμερον. Ταύτην σοι προσπίπτειν νόμισον δι᾽ ἡμῶν, καὶ φωνὴν ἐχέτω καὶ σχῆμα πενθικὸν περικείσθω καὶ κειράσθω κόμας, ὥσπερ ἐν δράματι, καὶ τούτους ποιείσθω πρὸς σὲ τοὺς λόγους· «Δός μοι χεῖρα χαμαὶ κειμένῃ, βοήθησον ἀσθενούσῃ. Μὴ συνεπιθῇ τῷ χρόνῳ, μηδὲ διαφθείρῃς τὰ Περσῶν λείψανα.

Πόλεις ἐγείρειν σοι πρεπωδέστερον ἢ καταλύειν τὰς κεκμηκυίας. Γενοῦ πολιστὴς ἢ τῷ προσθεῖναί τι τοῖς οὖσιν ἢ τῷ φυλάξαι τὴν οὖσαν. Μὴ ἀνάσχῃ μέχρι τῆς σῆς ἀρχῆς εἶναι πόλιν, καὶ μετὰ σὲ μηκέτ᾽ εἶναι· μηδὲ δοῦναι πονηρὸν τῷ χρόνῳ διήγημα, λαβεῖν ἀριθμουμένην ἐν πόλεσιν, καὶ καταλιπεῖν χωρίον ἀοίκητον τήν ποτε πόλιν ὄρεσι καὶ κρημνοῖς καὶ ὕλαις μόναις γνωριζομένην.» Ταῦτα μὲν ποιείτω καὶ λεγέτω πρὸς τὴν σὴν φιλανθρωπίαν ἡ τοῦ πλάσματος πόλις. Ἡμῶν δὲ ὡς φίλων δέξαι παραίνεσιν· σωφρονίσαι μὲν θέλησον τοὺς ἐξημαρτηκότας εἰς τὸ πρόσταγμα τῆς σῆς ἐξουσίας, ὑπὲρ γὰρ τούτου οὐδὲν θαρροῦμεν, εἰ καὶ μὴ ἀπὸ κοινοῦ σκέμματός φασιν εἶναι τὸ θράσος, ἀλλὰ μειρακίσκων τινῶν ὁρμὴν ἀλόγιστον· τὸ πλεῖον δὲ τῆς ὀργῆς συγχωρῆσαι καὶ λογισμῷ χρήσασθαι μείζονι· μητρὸς ὑπερήλγησαν νεκρουμένης, οὐκ ἤνεγκαν πολῖται καλεῖσθαι καὶ εἶναι ἀπόλιδες, ἐμάνησαν, παρηνόμησαν, ἀπέγνωσαν τῆς ἑαυτῶν σωτηρίας, ἔκφρονας αὐτοὺς τὸ παράδοξον τοῦ πάθους ἐποίησεν. Ἆρ᾽ οὖν διὰ τοῦτο χρὴ μηδὲ εἶναι πόλιν τὴν πόλιν; Μηδαμῶς, ὦ θαυμάσιε, μὴ τοῦτο ἐπιγράφῃς.

Ἀλλὰ τίμησον μὲν πάντας πολίτας καὶ πολιτευτὰς καὶ ἀξιωματικοὺς ἱκετεύοντας· πάντων γὰρ οἴου τὴν συμφορὰν ὁμοίως ἅπτεσθαι, καὶ εἰ τῷ μεγέθει τῆς σῆς ἐξουσίας ἐφησυχάζουσιν, οἷον ὑποβρύχια στένοντες. Τίμησον δὲ τὴν ἡμετέραν πολιάν, οἷς δεινὸν εἴ ποτε τὴν μεγάλην πόλιν ἔχοντες, νῦν μηδὲ πόλιν ἔχοιμεν, καὶ θηρίων οἰκητήριον γένοιτο μετὰ τὴν σὴν ἀρχὴν ὅ τε ναὸς ὃν ἠγείραμεν τῷ Θεῷ καὶ ἡ περὶ τοῦτον ἡμῶν φιλοκαλία.

Οὐδὲ γὰρ εἰ ἀνδριάντες κατενεχθήσονται, τοῦτο δεινόν, εἰ καὶ ἄλλοις δεινόν· μηδὲ περὶ τούτων νομίσῃς ἡμῖν εἶναι τὸν λόγον, οἷς περὶ τὰ κρείττονα ἡ σπουδή, ἀλλ᾽ εἰ συγκατενεχθήσεται τούτοις πόλις ἀρχαία καί τι λαμπρὸν ἐνεγκοῦσα, ζώντων ἡμῶν καὶ ὁρώντων τῶν παρὰ σοὶ τιμωμένων καί τινα ἰσχὺν ἔχειν νομιζομένων.

Ἀλλ᾽ ὁ μὲν περὶ τούτων λόγος τοσοῦτος. Οὐδὲ γὰρ εἰ πλείονα εἴποιμεν, ἰσχυρότερόν τι τῶν σῶν εὑρήσομεν λογισμῶν, οἷς ἔθνος τοσοῦτον ἄγεται, καὶ ἀχθείη γε πλείω καὶ μείζω, καὶ ἐπὶ μείζοσι ταῖς ἀρχαῖς. Ἐκεῖνο δὲ ἀναγκαῖον γνῶναι τὴν σὴν μεγαλόνοιαν περὶ τῶν προεμπεπτωκότων, ὅτι παντελῶς εἰσιν ἄθλιοι, ἀπερριμμένοι, καὶ μηδεμιᾶς ἀταξίας τοῖς ἡμαρτηκόσι κοινωνήσαντες, ὡς πολλοὶ πείθουσιν ἡμᾶς τῶν τότε παρόντων.

Πρὸς ταῦτα βούλευσαι ὅ τι ἂν συμφέρειν νομίσῃς καὶ πρὸς τὴν ἐντεῦθεν δόξαν καὶ πρὸς τὰς ἐκεῖθεν ἐλπίδας. Ἡμεῖς δὲ τὸ παραστὰν οἴσομεν, οὐκ ἀλύπως μέν, οἴσομεν δέ· τί γὰρ ἂν καὶ πράξαιμεν ἕτερον; Εἰ δὲ τὰ χείρω νικήσειεν, ἓν χαριούμεθα μόνον, τῇ ποτε πόλει ἐπιβαλούμεθα δάκρυα.

ΤΩΙ ΑΥΤΩΙ Εἰ καὶ ὁ πόθος τῆς σῆς συντυχίας θερμὸς καὶ ἡ χρεία τῶν δεομένων μεγάλη, ἀλλ᾽ ἡ νόσος ἀήττητος. Διὰ τοῦτο γράμμασι πιστεῦσαι ταύτην τὴν πρεσβείαν ἐθάρρησα. Αἰδέσθητι μὲν ἡμῶν τὴν πολιάν, ἣν ᾐδέσθης ἤδη καλῶς ποιῶν καὶ πολλάκις. Αἰδέσθητι δὲ καὶ τὴν ἀρρωστίαν ταύτην ᾗ μέρος τι καὶ οἱ κατὰ Θεὸν ἱδρῶτες συνεισήνεγκαν, εἴ τι δεῖ καὶ νεανιεύσασθαι.

Καὶ διὰ τοῦτο φεῖσαι μὲν τῶν πολιτευομένων πρὸς ἡμᾶς βλεπόντων ὡς ἐχόντων ἡμῶν ἐπὶ σοῦ παρρησίαν. Φεῖσαι δὲ τῶν ἄλλων τῶν ὑπὸ τὴν ἡμετέραν φροντίδα. Καὶ γὰρ οὐδεμία ζημία τοῖς πράγμασιν ἐκ τῆς φιλανθρωπίας, ἐπεὶ τῷ φόβῳ πλείονα κατορθοῖς ἢ ταῖς τιμωρίαις ἕτεροι.

Σοὶ δὲ ἀντὶ τούτων γένοιτο τὸ τοιούτου τυχεῖν τοῦ κριτοῦ οἷόσπερ ἂν αὐτὸς γένῃ τοῖς δεομένοις καὶ ἡμῖν τοῖς πρεσβεύουσιν.

ΤΩΙ ΑΥΤΩΙ Τί τὸ πολλὰ παθεῖν καὶ τὸ εὖ παθεῖν τοῖς ἀνθρώποις χαρίζεται; διδάσκει φιλανθρωπίαν καὶ κλίνει τοῖς δεομένοις. Οὐδὲν γὰρ τοιοῦτον παίδευμα πρὸς τὸ ἐλεεῖν ὡς τὸ προλαβεῖν χρηστότητα. Τοῦτο καὶ αὐτῷ μοι συμβέβηκεν· ἔμαθον τὸ συμπαθὲς ἐξ ὧν ἔπαθον. Καὶ ὁρᾷς τὸ ἡμέτερον μεγαλόψυχον; αὐτὸς χρῄζων τῆς σῆς ἡμερότητος ἐν τοῖς ἐμοῖς πράγμασιν, ὑπὲρ ἄλλων πρεσβεύω καὶ οὐ δέδοικα μὴ δαπανήσω σου τὸ φιλάνθρωπον ἐν τοῖς ἀλλοτρίοις.

Γράφω δὲ ταῦτα ὑπὲρ τοῦ πρεσβυτέρου Λεοντίου, εἴτ᾽ οὖν ποτε πρεσβυτέρου· ὃς εἰ μὲν ἄξια πέπονθεν ὧν πεποίηκεν, ἐνταῦθα στῶμεν, μὴ τὸ ὑπερβάλλον ἀδικία γένηται· εἰ δέ τι τῇ τιμωρίᾳ προσχρεωστεῖται καὶ οὔπω τοῖς ἁμαρτήμασι τὰ τῆς ὕβρεως ἀντισώθη, τοῦτο ἡμῖν συγχώρησον καὶ τῷ Θεῷ καὶ τῷ βήματι καὶ τῷ κοινῷ συλλόγῳ τῶν ἱερέων οἷς ποτε συνηρίθμητο, καὶ εἰ νῦν ἀνάξιον ἑαυτὸν ἀπέφηνεν οἷς τε πεποίηκεν, οἷς τε πέπονθεν.

Εἰ μὲν οὖν πείθομεν, τοῦτο ἄριστον· εἰ δὲ μή, προσάγομέν σοι πρεσβευτὴν αἰδεσιμώτερον, τὸν κοινωνόν σοι καὶ τῆς ἀρχῆς καὶ τῆς εὐδοξίας.

ΤΩΙ ΑΥΤΩΙ Οὐ πανταχοῦ τὸ τάχος ἐπαινετόν. Διὰ τοῦτο ἀνεβαλόμην τὴν ἀπόκρισιν εἰς τόδε περὶ τῆς τοῦ αἰδεσιμωτάτου Οὐηριανοῦ θυγατρός, τῷ χρόνῳ τι διδοὺς εἰς διόρθωσιν καὶ ἅμα τῆς σῆς στοχαζόμενος ἀγαθότητος οὐκ ἐπαινούσης τὸ διαστάσιον, ἐξ ὧν ἡμῖν τὴν πεῦσιν διέτρεψας, οὓς οὐ ταχεῖς ᾔδεις οὐδὲ ἀπερισκέπτους πρὸς τὰ τοιαῦτα.

Διὰ τοῦτο μὲν οὖν κατέσχον ἐμαυτὸν εἰς δεῦρο καί, οἶμαι, οὐκ ἀλογίστως. Ἐπεὶ δὲ εἰς στενὸν ἥκομεν τοῦ καιροῦ καὶ ἀνάγκη γνωρίσαι τὸ παρὰ τῆς ἐξετάσεως εὑρεθέν, καὶ δὴ γνωρίσομεν. Διπλῆ τις ἡ παῖς εἶναί μοι φαίνεται, μεριζομένη αἰδοῖ τε γονέων καὶ ἀνδρὸς συνηθείᾳ. Καὶ τὰ μὲν ῥήματα μετ᾽ ἐκείνων ἐστίν, ἡ δὲ διάνοια οὐκ οἶδα εἰ μή τι καὶ μετὰ τούτου, ὡς παραδηλοῖ τὸ δάκρυον.

Αὐτὸς μὲν οὖν δηλαδὴ πράξεις ὃ παρίσταται τῇ σῇ δίκῃ καὶ τῷ κατευθύνοντί σε πρὸς πάντα Θεῷ. Ἐγὼ δὲ ἥδιστα ἂν γνώμην ἔδωκα τῷ υἱῷ Οὐηριανῷ πολλὰ τῶν ἐν μέσῳ παραδραμεῖν ἐπὶ τῷ μὴ κυρῶσαι τὸ ἀποστάσιον, ὃ τοῖς ἡμετέροις ἀπαρέσκει πάντως νόμοις, κἂν οἱ Ῥωμαίων ἑτέρως κρίνωσι.

Τὸ δίκαιον γὰρ φυλαχθῆναι ἐπαναγκές, ὃ καὶ ἡμεῖς σοι εὐχόμεθα ἀεὶ λέγειν τε καὶ ποιεῖν.

ΟΥΗΡΙΑΝΩΙ Οὐδὲν δεινὸν ποιοῦσιν οἱ δήμιοι· καὶ γὰρ ὑπηρετοῦνται νόμοις· οὐδὲ τὸ ξίφος παράνομον, ᾧ τοὺς πονηροὺς κολάζομεν· ἀλλ᾽ ὅμως οὐκ ἐπαινεῖται δήμιος οὐδὲ ἀσμενίζεται φοινικὸν ξίφος. Οὕτως οὐδὲ ἡμεῖς ἀνεχόμεθα γενέσθαι μισητοὶ διὰ τῆς ἡμετέρας χειρὸς καὶ γλώσσης τοῦ ἀποστασίου βεβαιουμένου. Κρεῖττον γὰρ ἑνώσεως καὶ φιλίας ἢ διαστάσεως καὶ βίου λύσεως μέσους γίνεσθαι.

Τοῦτό μοι δοκεῖ καὶ ὁ θαυμασιώτατος ἄρχων ἐνθυμηθεὶς ἡμῖν ἐπιτρέψαι τὴν πεῦσιν τῆς σῆς θυγατρός, ὡς οὐκ ἀποτόμως οὐδὲ ἀπαθῶς ἐλθεῖν δυναμένοις ἐπὶ τὴν λύσιν. Οὐ γὰρ ὡς λογιστήν, ἀλλ᾽ ὡς ἐπίσκοπον δηλαδὴ προεβάλετο καὶ μέσον ἐποιήσατο τῆς καθ᾽ ὑμᾶς περιπετείας.

Παρακαλῶ τοίνυν χαρίσασθαί τι τῇ ἐμῇ δειλίᾳ· καὶ εἰ μὲν τὰ κρείττω νικᾷ, χρήσασθε ἡμῖν ὑπηρέταις τῆς ὑμετέρας βουλήσεως, καὶ χαίρομεν τὰ τοιαῦτα ἐπιταττόμενοι· εἰ δὲ τὰ χείρω τε καὶ σκαιότερα καὶ οἷς οὐδέπω καὶ τήμερον ἐνεχειρήσαμεν, ἄλλον ἐπιζητεῖτε τὸν πρὸς ταῦτα ἐπιτηδειότερον.

Ἐμοὶ δὲ οὐ σχολή, ἵνα τῇ ὑμετέρᾳ φιλίᾳ χαρίσωμαι (εἰ καὶ τὰ πάντα οἶδα ὑμᾶς ἐμαυτῷ τιμιωτάτους), Θεῷ προσκρούειν, ᾧ λόγον ὑπέχω παντὸς κινήματος καὶ διανοήματος. Τῇ δὲ σῇ θυγατρὶ τότε πιστεύσομεν (εἰρήσεται γὰρ τἀληθές), ὅταν δυνηθῇ τὸ αἰδεῖσθαι ὑμᾶς φυγοῦσα παρρησιάζεσθαι τὴν ἀλήθειαν. Ὡς νῦν γε τὸ πάθος ἐλεεινόν· μερίζει γὰρ ὑμῖν μὲν τὰ ῥήματα, τῷ δὲ ἀνδρὶ τὸ δάκρυον.

ΟΛΥΜΠΙΩΙ Τοῦτο ἦν ὅπερ ἔλεγον ὥσπερ ἔκ τινος προφητείας εἰς πάντα δεξιοῦ σου τυγχάνων καὶ ἀπλήστως τῆς σῆς ἡμερότητος ἐμφορούμενος, ὅτι δέδοικα μὴ κενώσω τὸ φιλάνθρωπον ὑμῶν ἐν τοῖς ἀλλοτρίοις. Ἰδοὺ γὰρ ἀγὼν ἐμὸς (εἴπερ ἐμός, ὁ τῶν ἐμῶν), καὶ οὐ μετὰ τῆς ἴσης παρρησίας ποιοῦμαι τοὺς λόγους. Πρῶτον μὲν ὅτι ἐμός.

Τὸ γὰρ ὑπὲρ ἑαυτοῦ δεῖσθαι, εἰ καὶ χρησιμώτερον, ἀλλὰ ταπεινότερον. Ἔπειτα ὑφορῶμαι τὸν κόρον ὡς τὸ ἡδὺ λύοντα καὶ πᾶσιν ἐναντιούμενον τοῖς καλοῖς. Ἔχει μὲν οὖν οὕτως ταῦτα, καὶ εἰκάζω λίαν ὀρθῶς. Ὅμως δὲ τῷ τε Θεῷ θαρρῶν, ᾧ παρέστηκα, καὶ τῇ σῇ περὶ τὸ εὖ ποιεῖν μεγαλοψυχίᾳ, τὴν ἱκεσίαν ταύτην ἐθάρρησα.

Ἔστω κάκιστος πάντων Νικόβουλος ὃς ἓν ἀδικεῖ μόνον ὅτι δι᾽ ἡμᾶς ἐστιν ἐπίφθονος καὶ τοῦ δέοντος ἐλευθεριώτερος. Ἔστω καὶ δικαιότατος ἀνθρώπων ὁ νῦν ἡμῖν πολεμῶν. Αἰσχύνομαι γὰρ κατηγορεῖν ἐπὶ τῆς σῆς ὀρθότητος οὗ πρώην ὑπερεμάχουν· ἀλλ᾽ οὐκ οἶδα εἴ σοι παραστήσεται δίκαιον ὑπὲρ ἄλλων ἁμαρτημάτων ἐν ἄλλοις ἀπαιτεῖσθαι δίκην, καὶ τούτων ἀλλοτρίων, καὶ οὐδὲ ἑκουσίων, τὸν οὕτω κινήσαντα τοὺς οἰκέτας καὶ τοσοῦτον ἀγανακτήσαντα, ὥστε ἐνδοῦναι τῷ ἐγκαλοῦντι προθυμότερον ἤπερ ἐκεῖνος Ἐβούλετο.

Ἀλλὰ δεῖ δουλεύειν Νικόβουλον, ἢ τοὺς τούτου παῖδας, ὃ δοκεῖ τοῖς ἐπηρεάζουσιν; αἰσχύνομαι γὰρ τὴν ὑπόθεσιν τῆς ἐπηρείας καὶ τὸν καιρόν, εἰ σοῦ τε ἄρχοντος καὶ ἡμῶν παρὰ σοὶ δυναμένων τοῦτο γενήσεται. Νῦν βοηθεῖται τὰ δημόσια, νῦν αὔξεται τὰ βουλευτήρια, ὅτε λυπεῖ τὰ ἴδια;

Μηδαμῶς, ὦ θαυμάσιε, μὴ τοῦτο παραστήτω τῇ σῇ καθαρότητι. Ἀλλὰ συνεὶς μὲν τῷ πτηνῷ τάχει τῆς διανοίας τὴν ἀφ᾽ ἧς ταῦτα γίνεται κακοήθειαν, αἰδεσθεὶς δὲ ἡμᾶς τοὺς σοὺς ἐπαινέτας, φιλάνθρωπον σεαυτὸν παράσχου τοῖς κινουμένοις κριτήν, ὡς οὐκ ἀνθρώποις μόνον δικάζων σήμερον, ἀλλὰ καὶ ἀρετῇ καὶ κακίᾳ· οὗ μᾶλλον ἢ τοῦ καθ᾽ ἕκαστον φροντιστέον τοῖς γε κατὰ σὲ τὴν ἀρετὴν καὶ δεξιοῖς ἄρχουσιν.

Ἔσται δέ σοι παρ᾽ ἡμῶν ἐπὶ τούτοις οὐ τὸ τῶν εὐχῶν μόνον, ὧν οἶδά σε μὴ περιφρονοῦντα κατὰ τοὺς πολλούς, ἀλλὰ καὶ τὸ περιβόητον καταστῆσαι τὴν σὴν ἀρχὴν πᾶσιν οἷς γνωριζόμεθα.

ΑΣΤΕΡΙΩΙ Τί Θεοῦ δικαιότερον; Ἀλλ᾽ ὅμως, πάντων ποιητὴς ὢν καὶ δεσπότης, ἐξαίρετον ἑαυτοῦ λαὸν ποιεῖται καὶ ὀνομάζει τὸν Ἰσραήλ, καὶ οὐκ αἰσχύνεται μὴ ἄδικος παρὰ τοῦτο νομίζηται. Τί οὖν θαυμαστὸν εἰ καὶ ἡμεῖς, πάντων κηδόμενοι τῶν ὑπὸ τὴν ἡμετέραν χεῖρα καὶ προστασίαν, πλέον τοῦ υἱοῦ Νικοβούλου περιεχόμεθα, ὃν καὶ γηροκόμον καὶ νοσοκόμον γινώσκομεν, καὶ οἷον ἔρεισμα καὶ βακτηρίαν τῆς ἀσθενείας ἡμῶν ὑποβεβλήμεθα;

Τοῦτον ὑπὸ τὰς σὰς τίθεμεν χεῖρας, καὶ διὰ τῶν σῶν ταῖς τοῦ ἄρχοντος, πάνυ δεινὸν νομίζοντες τοὺς μὲν ἄλλους καὶ τῶν μεγίστων ἐγκλημάτων ἐλευθεροῦν δι᾽ ἡμῶν, καὶ πρώτους γε τοὺς νῦν πικροὺς κατηγόρους, τοῦτον δὲ μηδὲ τῆς ἐπηρείας δύνασθαι, καὶ ἧς τυγχάνομεν ἐπὶ τῶν ξένων τιμῆς, ταύτης ἐφ᾽ ἡμῶν αὐτῶν μὴ τυγχάνειν, ἀλλὰ ταὐτὸν πάσχειν τοῖς ὀφθαλμοῖς οἳ τἄλλα ὁρῶντες ἑαυτοὺς οὐχ ὁρῶσιν, ἢ τῶν πηγῶν ταῖς ἐν βάθει κειμέναις αἳ τὰ πλησίον οὐχ ὑπορρέουσαι τὰ πόρρω ποτίζουσιν.

Ἔστω δεινὰ τὰ τετολμημένα τοῖς παιδαρίοις, ἢ ὑπέρδεινα· ὥσπερ οὖν ἴσως οὐδὲν ἢ μικρὸν εὑρηθήσεται, εἰ μὴ τῷ καιρῷ τῆς ἐξετάσεως στενοχωρηθείημεν. Ἀλλὰ τί τοῦτο πρὸς τοὺς δεσπότας, οἳ μηδενὸς τῶν γεγενημένων κεκοινωνήκασιν; ἢ τίς ὁ λόγος, ὑπὲρ τῶν ἀλλοτρίων ἁμαρτημάτων ἐν ἄλλοις ἀπαιτεῖσθαι δίκην καὶ νῦν τῶν δημοσίων φροντίζειν, ἡνίκα λυπεῖ τὸ ἴδιον;

ΤΩΙ ΑΥΤΩΙ Τί τοῦτο; ἴσως ἐρεῖς· πάλιν ἡμῖν Γρηγόριος; πάλιν ἐπιστολαί; πάλιν αἰτήσεις; Ὢ τῆς ἀπληστίας, ἣν αὐτοὶ κεκινήκαμεν. Μηδαμῶς, ὦ θαυμάσιε, μὴ τοῦτο πάθῃς. Τίνων γὰρ οἱ λιμένες, ἢ τῶν χειμαζομένων; τίνων δὲ τὰ φάρμακα, ἢ τῶν ἀρρωστούντων; ὧνπερ ἡμεῖς μὴ ἀποστερηθείημεν, καὶ τοσούτῳ μᾶλλον ὅσῳ πιστευόμεθα δύνασθαι παρὰ σοί.

Οὐκ ἔτι γὰρ αἰτοῦμεν, ἀλλ᾽ ἀπαιτοῦμεν, ἀεὶ χάριτος χάριν προκαλουμένης. Νικόβουλος ἐν ἐπηρείαις, ταὐτὸν δὲ εἰπεῖν ὅτι ἡμεῖς· ἡμῶν γάρ ἐστιν ἀνάπαυσις. Καὶ πῶς οἷόν τε σιωπᾶν καὶ μὴ φορτικὸν εἶναι καὶ τὸν σφόδρα φιλόσοφον; Δὸς χεῖρα πιεζομένοις, ἵνα καὶ αὐτὸς τῆς ἐκ Θεοῦ τύχῃς, χρῄζων ταύτης ὡς ἄνθρωπος.

Καὶ χρῆσαι πάσῃ τῇ φιλίᾳ καὶ τῇ συνέσει καὶ τῷ δύνασθαι σὺν Θεῷ περὶ τὰ ἡμέτερα πράγματα. Οὔτε γὰρ σίδηρος ἔμπυρος πολλῶν δεῖται τῶν παρὰ τοῦ λίθου κρουμάτων ἵνα τὸ ἐγκείμενον πῦρ δημοσιεύσῃ· ἀλλ᾽ ἐπλήγη τε ὁμοῦ καὶ τὸ πῦρ ἤστραψεν. Οὔτε αὐτὸς μακροτέρας δεήσῃ παρακλήσεως, καὶ τοῦτο ὑπὲρ ἡμῶν, καὶ τοιούτου τοῦ πείθοντος ὄντος, καὶ οὕτω γνησίου κοινωνοῦ τῆς ἀρχῆς.

Ἓν καὶ σύντομον φθέγξομαι· τὰς μὲν ἄλλας χάριτας ἄλλοι δι᾽ ἡμῶν ἐλάμβανον, ταύτης δὲ ἡμεῖς χρῄζομεν ὑπὲρ ἡμῶν αὐτῶν, ὃ καὶ μᾶλλον δυσωπησάτω τὴν σὴν λογιότητα.

ΓΕΩΡΓΙΩΙ Τὸ ἀρρωστοῦν θεραπεύεται, ἀλλ᾽ οὐ συντρίβεται. Πῶς οὖν ὁ συνδιάκονος ἡμῶν Εὐθάλιος, οὔτε τὸν βαθμὸν αἰδεσθείς, οὔτε τὴν οἰκειότητα τιμήσας, δεσμοῖς καὶ πληγαῖς συνέτριψε τὸν ἄθλιον Φιλαδέλφιον, ὡς δείκνυσι καὶ τῶν πληγῶν τὰ σημεῖα, τοῦτο τεθαύμακα.

Μὴ τοίνυν παρέργως δέξῃ τὸ γεγονός, ἀλλὰ τὸ συμβάν, ἐλθὼν διὰ σεαυτοῦ, παράστησον ἡμῖν. Παρέστω δὲ καὶ ὁ διάκονος, καὶ λόγον ὑφέξων τῆς κατηγορίας καὶ τύπον ληψόμενος περὶ τῆς τοῦ συντριβέντος ζωῆς. Οὐ γὰρ ἀνεχόμεθα τοιαύτην ἀσχημοσύνην τολμᾶσθαι σχεδὸν ἐν ταῖς ἡμετέραις ὄψεσιν.

ΑΣΤΕΡΙΩΙ Χαίρω καὶ γράφων καὶ ἐγκαλούμενος ὅτι μὴ γράφω, εἴ ποτε τοῦτο συμβαίνει· χρηστὰ γάρ σου καὶ τὰ ἐγκλήματα. Καίτοι γε πολλάκις καὶ περὶ πολλῶν ἐπιστείλας οἶδα, καὶ μέντοι καὶ τυχὼν περὶ ὧν ἐδεήθην σου. Καὶ εἰ μή τι ἄλλο, τό γε πλῆθος τῶν εὖ πεπονθότων μαρτυρεῖ μοι τὰ γράμματα.

Εἰ δὲ σὺ μὲν ἀφθονώτερος εἶ τὴν φιλίαν ἤ τις ἂν εὔξαιτο, ἐγὼ δὲ περὶ τὰς αἰτήσεις δειλότερος, σὺ μὲν ἔχε τὰ πρῶτα τῆς ἀρετῆς, ἐμοὶ δὲ συγγνώμη τὸ φορτικὸν φεύγοντι, ἐπειδὴ 〈πᾶν μέτρον ἄριστον〉 οἶδεν ὁ τοῦ σοφοῦ λόγος.

Πλὴν τῷ Θεῷ χάρις, ὅτι σοι τὸ εὖ ποιεῖν ἐνεχείρισεν, οὕτω κοινὸν ἐπιστήσας ἡμῖν εὐεργέτην τε καὶ συνάρχοντα. Ἐπεὶ καὶ νῦν ἐγχειρίζω σοι διὰ ταύτης μου τῆς ἐπιστολῆς τὸν ἀδελφὸν καὶ συνδιάκονον ἡμῶν Γεώργιον, ἄνδρα τῶν ἐξαιρέτων ἡμῖν καὶ τῇ Ἐκκλησίᾳ χρησιμώτατον, ἀξιῶν θάρσους αὐτὸν τυχεῖν ἐν οἷς πρός τινας διαφέρεται καὶ μὴ συναρπασθῆναι τῇ τυραννίδι.

ΝΕΚΤΑΡΙΩΙ Καλῶς οἱ πολλοὶ στοχάζονται τῆς σῆς διανοίας· μᾶλλον δὲ οὐκ εἰκάζουσιν, ἀλλ᾽ ἡμῖν φιλοτιμουμένοις οὐκ ἀπιστοῦσιν, ὅτι μὴ μικρᾶς ἡμᾶς ἀδιοῖς αἰδοῦς καὶ τιμῆς. Τούτων εἷς ἐστι καὶ ὁ τιμιώτατος υἱὸς ἡμῶν Γεώργιος, ὅς, πολλαῖς ζημίαις περιπεσὼν καὶ κάμνων ἱκανῶς ἐν τοῖς πράγμασιν, ἕνα λιμένα σωτηρίας εὑρίσκει, τὸ προσαχθῆναί σοι δι᾽ ἡμῶν καὶ τυχεῖν τινος φιλανθρωπίας παρὰ τοῦ τιμιωτάτου τῶν οἰκείων Κόμητος.

Δὸς οὖν τὴν χάριν, εἰ βούλει μέν, αὐτῷ καὶ τῇ χρείᾳ· εἰ βούλει δέ, ἡμῖν, οἷς τὸ πάντα χαρίζεσθαι οἶδ᾽ ὅτι ἐγνωσμένον ἐστί σοι καὶ αὐτοῖς πείθεις τοῖς πράγμασι.