Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Επιστολές περί αναχωρήσεως, συνόδων και προστασίας της Εκκλησίας

Διαμαρτυρίες για την ανάμειξη σε εκκλησιαστικές έριδες και συνόδους, αναφορές σε Απολλιναριστές και συστατικές επιστολές υπέρ κληρικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 17 από 29

ΟΛΥΜΠΙΩΙ Παιδεύεταί τι καὶ πολιά, καὶ οὐ πάντη τὸ γῆρας, ὡς ἔοικεν, εἰς σύνεσιν ἀξιόπιστον. Ἐγὼ γοῦν πάντων μὲν μάλιστα τῶν Ἀπολλιναριστῶν εἰδὼς τὴν ἐνθύμησιν καὶ ἀσέβειαν, ὁρῶν δὲ οὐκ ἀνεκτὴν τὴν ἀπόνοιαν, ἐνόμιζον τῇ μακροθυμίᾳ πρᾴους ποιήσειν καὶ μαλάξειν κατὰ μικρόν, ὅπερ οὖν καὶ ταῖς ἐλπίσιν ὑπέτεινον.

Ἔλαθον δέ, ὡς ἔοικε, κἀκείνους χείρους ποιήσας καὶ τὴν Ἐκκλησίαν βλάψας τῇ ἀκαίρῳ φιλοσοφίᾳ· οὐ γὰρ δυσωπεῖ τοὺς πονηροὺς ἐπιείκεια. Καὶ νῦν, εἰ μὲν αὐτό μοι δυνατὸν ἦν δι᾽ ἐμαυτοῦ ταῦτα διδάξαι, οὐκ ἂν ὤκνησα, εὖ ἴσθι, καὶ παρὰ δύναμιν κινηθεὶς προσπεσεῖν τῇ σῇ τιμιότητι.

Ἐπειδὴ δὲ περαιτέρω προήγαγεν ἡμᾶς ἡ ἀρρωστία καὶ τοῖς Ξανξαρίδος θερμοῖς χρήσασθαι ἀναγκαῖον ἐγένετο, τῶν ἰατρῶν τοῦτο συμβουλευσάντων, ἀντ᾽ ἐμαυτοῦ ποιοῦμαι τὰ γράμματα. Ἐτόλμησαν οἱ κακοὶ καὶ κακῶς ἀπολούμενοι πρὸς πᾶσι τοῖς ἄλλοις καὶ καθῃρημένους ἐπισκόπους ὑπὸ πάσης ἀνατολικῆς καὶ δυτικῆς συνόδου καλέσαντες, ἢ παριοῦσι καταχρησάμενοι (οὐ γὰρ ἔχω τοῦτο εἰπεῖν ἀκριβῶς), καὶ πασῶν κατεξαναστάντες βασιλικῶν διατάξεων καὶ ὑμετέρων προσταγμάτων, ἐπισκόπου ὄνομα περιθεῖναί τινι τῶν παρ᾽ αὐτοῖς ἀσεβῶν καὶ κιβδήλων, οὐδενὶ τοσοῦτον, ὡς οἶμαι, ὅσον τῇ ἐμῇ νεκρώσει (τοῦτο γὰρ δεῖ λέγειν) θαρρήσαντες.

Ταῦτα εἰ μὲν ἀνεκτά, ἐνεγκάτω μὲν ἡ σὴ στερρότης· οἴσομεν δὲ καὶ ἡμεῖς, ὥσπερ οὖν καὶ πολλάκις ἠνέγκαμεν. Εἰ δὲ βαρέα καὶ οὐδὲ τοῖς εὐλαβεστάτοις βασιλεῦσιν αὐτοῖς φορητά, ἐπεξελθεῖν τοῖς γεγενημένοις, εἰ καὶ τῆς ἀπονοίας ἔλαττον, καταξίωσον.

ΤΩΙ ΑΥΤΩΙ Ὄναρ ηὐθύμησα. Καὶ γὰρ μέχρι τῆς μονῆς ἐνεχθεὶς ὥστε τινὸς ἐκ τοῦ λουτροῦ παραμυθίας τυχεῖν, εἶτα τὴν σὴν συντυχίαν ἐλπίσας καὶ ὥσπερ ἐν χεροῖν ἔχων ἤδη τὸ ἀγαθὸν καί τινας ἡμέρας προσδιατρίψας, ἐξαίφνης ἀπήχθην ὑπὸ τῆς ἀρρωστίας τὰ μὲν ἤδη λυπούσης, τὰ δὲ ἀπειλούσης.

Καὶ εἰ δεῖ τινα εἰκασίαν εὑρεῖν τῷ πάθει, ταὐτὸν ἔπαθον τοῖς πολύποσιν, οἳ βίᾳ τῶν πετρῶν ἀποσπώμενοι κινδυνεύουσι καὶ ταῖς κοτύλαις πολλάκις, ὧν τι προσαφιᾶσι ταῖς πέτραις, ἤ τι παρ᾽ αὐτῶν προσλαμβάνουσι.

Τὸ μὲν οὖν ἡμέτερον τοιοῦτον. Ἃ δ᾽ ἂν παρὼν ἐδεήθην τῆς σῆς καλοκἀγαθίας, ταῦτα καὶ ἀπὼν ἐθάρρησα. Τὸν υἱὸν Νικόβουλον σφόδρα εὗρον τῇ τοῦ δρόμου φροντίδι καὶ τῇ τῆς μονῆς προσεδρείᾳ στενοχωρούμενον, ἄνθρωπον καὶ ἀσθενῆ καὶ τῶν τοιούτων ἀήθη καὶ τὴν ἐρημίαν οὐ φέροντα.

Τούτῳ πρὸς ἄλλο μὲν πᾶν ὅ τι ἂν ᾖ σοι φίλον χρήσασθαι θέλησον· καὶ γὰρ πρόθυμος εἰς πάντα ὑπηρετεῖν τῇ σῇ ἐξουσίᾳ· ταύτης δέ, εἰ δυνατόν, ἐλευθέρωσον τῆς φροντίδος· εἰ μή τι ἄλλο, καὶ ὡς ἡμέτερον τιμῶν νοσοκόμον, ἐπειδὴ πολλὰ καὶ περὶ πολλῶν δεηθέντες καὶ τυχόντες χρῄζομεν καὶ εἰς ἡμᾶς αὐτοὺς τῆς σῆς ἡμερότητος.

ΕΛΛΑΔΙΩΙ Ἡδὺ μὲν καὶ ἄλλως τὸ προσαγορεύειν τὴν σὴν εὐλάβειαν· ἐμοὶ δὲ ἥδιον οὕτω διακειμένῳ. Τὸ γὰρ καθ᾽ ἑκάστην ἀπογινώσκεσθαι σχεδὸν τὴν ἡμέραν πλέον ἔχεσθαί σου ποιεῖ, ὡς ἀεὶ τὰ τελευταῖα παρακερδαίνοντα.

Ἐπειδὴ δὲ τὸ κέρδος ὁμολογῶ, χρεωστῶ τὴν ἀντίδοσιν τῷ αἰδεσιμωτάτῳ υἱῷ Νικοβούλῳ παρ᾽ οὗ τὸ κέρδος· ὅπερ δὲ ποιοῦσιν οἱ πένητες πρὸς τοὺς εὐπόρους βλέποντες ἵνα παρ᾽ ἐκείνων εὖ πάθωσι, τοῦτο καὶ αὐτὸς ποιῶ διὰ σοῦ τῷ ἀνδρὶ διαλύων τὸ χρέος.

Χρῄζει ἀπραγμοσύνης, πάντα τὸν χρόνον ταύτῃ συνειθισμένος· πρὸς ταύτην αὐτῷ συνάρασθαι καταξίωσον.

ΠΡΟΚΟΠΙΩΙ Διὰ μακροῦ σε προσφθέγγομαι, τὸν ἀντὶ πάντων ἐμοὶ καὶ πρὸ πάντων, ὃν καὶ παρόντα τῶν μεγάλων ἠξίους καὶ ἀπόντα οἶδ᾽ ὅτι τῶν αὐτῶν ἀξιοῖς. Μισθὸς δὲ γενέσθω τῷ διακόνῳ τῆς ἐπιστολῆς τῷ υἱῷ ἡμῶν Ἀνθίμῳ ὑπὲρ μεγάλων μέγας. Τίς οὗτος; τῆς παρὰ σοῦ προστασίας τυχεῖν, ἐν οἷς ἂν δέηται.

Μέγιστον δὲ εἰς τὴν πρεσβείαν ἡμῖν καὶ ὁ ἀνὴρ αὐτὸς ἐξ ἐπιφανοῦς στρατείας, ἴσως καὶ τοῖς μεγάλοις ὑμῖν γνώριμος, καὶ ἡ συμφορὰ τοῦ σώματος αὐτόθεν τὴν ὄψιν πείθουσα. Βαρεῖα μὲν καὶ καθ᾽ ἑαυτήν, τῷ παρ᾽ ἀξίαν δὲ ὡς εἰκὸς βαρυτέρα. Τούτοις προστεθεῖσα καὶ ἡ παρ᾽ ἡμῶν παράκλησις οἶδ᾽ ὅτι κατορθώσει μᾶλλον τὸ σπουδαζόμενον.

ΤΩΙ ΑΥΤΩΙ Εἰ μὲν μὴ πονηρῶς ἡμῖν ἐχρῆτο τὸ σῶμα μηδὲ περὶ τοῦ ζῆν αὐτοῦ πονηρὰς εἴχομεν τὰς ἐλπίδας, πρῶτον μὲν ἂν καὶ μέγιστον ἐκερδάναμεν τὴν σὴν συντυχίαν καὶ συνουσίαν, ἥ σοι παρ᾽ ἡμῶν πάντως ἀφείλετο· δεύτερον δὲ ὡς δι᾽ ἡμῶν αὐτῶν ταύτην ἂν ἐπληρώσαμεν τὴν πρεσβείαν.

Ἐπεὶ δὲ κείμεθα παντελῶς τῇ ἀρρωστίᾳ πεπεδημένοι, καὶ οὐχ ἑκόντες ἐζημιώμεθα, ὃ δεύτερον ἦν ποιοῦμεν, πρόσιμέν σοι διὰ τῶν γραμμάτων καὶ δεξιούμεθα καὶ κατασπαζόμεθα καὶ θαρροῦμεν δεηθῆναι περὶ τοῦ συνδιακόνου ἡμῶν Εὐγενίου, ὃν ἐξαιτούμεθα παρὰ τῆς σῆς μεγαλονοίας.

Εἰ μὲν οὖν οὐδέν ἐστιν ἀδίκημα ἡ πρὸς τὸν ἀνόσιον Ῥηγιανὸν οἰκειότης (οὐ γὰρ ἄλλο γε οὐδὲν ἀδικῶν φαίνεται) δι᾽ αὐτὸ τὸ δίκαιον, οὗ σὺ βραβευτὴς καὶ προστάτης· εἰ δὲ ἀδίκημα τοῦτο κρίνεις, διά γε τὸν Θεὸν ᾧ παρέστηκε καὶ τὴν ἡμετέραν πολιάν, ἣν αἰδέσιμον οἶδας πολλοῖς τῶν φοβουμένων τὸν Κύριον, δὸς οὖν, παρακαλῶ, καὶ ἡμῖν καὶ τῷ κλήρῳ παντὶ ταύτην τὴν χάριν, καὶ δεξιὰς σεαυτῷ ποίησον τὰς κατὰ Θεὸν ἐλπίδας, ἐλευθερώσας τῆς ἐπηρείας τὸν ἄνθρωπον.

Ἀντιλήψῃ δὲ ὧν δίδως οὐκ ἐλάττονα (εἰ μὴ μέγα τοῦτο εἰπεῖν), τὰς παρ᾽ ἡμῶν εὐχάς.

ΤΩΙ ΑΥΤΩΙ Ἔχω μὲν οὕτως, εἰ δεῖ τἀληθὲς γράφειν, ὥστε πάντα σύλλογον φεύγειν ἐπισκόπων, ὅτι μηδεμιᾶς συνόδου τέλος εἶδον χρηστὸν μηδὲ λύσιν κακῶν μᾶλλον ἐσχηκὸς ἢ προσθήκην. Ἀεὶ γὰρ φιλονεικίαι καὶ φιλαρχίαι (ἀλλ᾽ ὅπως μή με φορτικὸν ὑπολάβῃς οὕτω γράφοντα), καὶ λόγου κρείττονες· καὶ θᾶττον ἄν τις ἐγκληθείη κακίαν ἑτέροις δικάζων ἢ τὴν ἐκείνων λύσειε.

Διὰ τοῦτο εἰς ἐμαυτὸν συνεστάλην καὶ μόνην ἀσφάλειαν ψυχῆς τὴν ἡσυχίαν ἐνόμισα. Νῦν δὲ καὶ τὴν ἀρρωστίαν ἔχω προστατοῦσαν τῆς κρίσεως, ἀεὶ σχεδὸν τὰ τελευταῖα πνέων καὶ εἰς οὐδὲν ἐμαυτῷ χρῆσθαι δυνάμενος.

Διὰ τοῦτο συγγινωσκέτω μὲν ἡμῖν ἡ σὴ μεγαλόνοια, πεισθήτω δὲ διὰ σοῦ καὶ ὁ εὐσεβέστατος βασιλεὺς μὴ ῥᾳθυμίαν ἡμῶν καταγινώσκειν, ἀλλὰ συγγινώσκειν τῇ ἀσθενείᾳ δι᾽ ἣν οἶδε καὶ συγχωρήσας ἡμῖν δεηθεῖσιν ἀντ᾽ ἄλλης εὐεργεσίας τὴν ἀναχώρησιν.

ΟΛΥΜΠΙΩΙ Τοῦτό μοι τῆς ἀρρωστίας ἐστὶ βαρύτερον τὸ ἀρρωστοῦντα μηδὲ πιστεύεσθαι, ἀλλ᾽ ἐκδημίαν οὕτω μακρὰν ἐπιτάττεσθαι καὶ εἰς μέσους θορύβους ὠθεῖσθαι, ὧν τὴν ἀναχώρησιν ἠγαπήσαμεν, μικροῦ καὶ χάριν διὰ τοῦτο τῇ τοῦ σώματος κακοπαθείᾳ ὁμολογήσαντες.

Ἀπράγμων γὰρ ἡσυχία τῆς ἐν πράγμασι περιφανείας τιμιωτέρα. Τοῦτο ἐπέστειλα μὲν καὶ πρῴην τῷ θαυμασιωτάτῳ οὐϊκαρίῳ τὸ αὐτὸ δεξάμενος πρόσταγμα· ἐπιστεῖλαι δὲ καὶ νῦν ὑπὲρ ἡμῶν ἡ σὴ μεγαλόνοια καταξιωσάτω, ὃν ἀξιόπιστον μάρτυρα τῆς ἡμετέρας ἔχομεν ἀρρωστίας.

Πείθει δὲ καὶ ἡ ζημία ἣν ἐζημιώμεθα νῦν, μηδὲ προσδραμεῖν καὶ ἀπολαῦσαί σου δυνηθέντες, ἄρχοντος οὕτω δεξιοῦ καὶ οὕτω θαυμασίου τὴν ἀρετήν, ὡς καὶ τὰ προοίμια τῆς σῆς ἀρχῆς εἶναι τιμιώτερα τῆς διὰ τέλους ἑτέρων εὐδοκιμήσεως.

ΣΑΤΟΡΝΙΝΩΙ Ἀπαιτεῖς, εὖ οἶδα, τὰ φιλικά, καὶ εἰ τολμηρότερον ἄλλως τὸ γράφειν. Τοῖς μὲν γὰρ ἔξω τὴν ἐξουσίαν, ἡμῖν δὲ νέμεις τὴν παρρησίαν ὡς ὁμόδουλος ἀγαθὸς τοῖς Θεῷ πλησιάζειν ἠξιωμένοις. Διὰ τοῦτό σε καὶ προσφθεγγόμεθα καὶ ποθοῦντί σοι παραστήσομεν τὰ ἡμέτερα.

Πάντα ἡμῖν σὺν Θεῷ καλῶς ἔχει, πλὴν ἑνός, τοῦ μεριμνᾶν περὶ τῶν Ἐκκλησιῶν οὕτω ταρασσομένων. Ταύταις ὅ τι ἂν δυνηθῇς εἰσενεγκεῖν, μὴ κατοκνήσῃς τὴν κοινὴν ὁμόνοιαν καὶ λόγῳ καὶ ἔργῳ βραβεῦσαι, ἐπειδὴ πάλιν ἐπισκόπων σύνοδος καὶ δέος πάλιν μὴ καὶ νῦν αἰσχυνθῶμεν, πικρὸν καὶ ταύτης λαβούσης τὸ τέλος, ὥσπερ τῆς πρότερον.

Τὰ γὰρ ἡμέτερα Θεῷ τῷ πάντα εἰδότι καὶ γινώσκειν καὶ κρίνειν ἀφήσομεν, εἰ καὶ ἡδέως εἵξαμεν τῷ φθόνῳ καὶ τοῖς βουλομένοις, οὐ χρηστοῦ τινος πράγματος, ὡς δοκεῖ τοῖς πολλοῖς, ἀλλὰ καὶ λίαν ἐπικινδύνου παραχωρήσαντες, καὶ ὥσπερ ἐκ χειμῶνος δεινοῦ καὶ τραχέος εἰς ὅρμον τινὰ εὔδιον καὶ ἀσφαλῆ καταντήσαντες.

ΒΙΚΤΟΡΙ Οὐχ ὅτι νῦν γράφομεν, τολμηροί, ἀλλ᾽ ὅτι μὴ τάχιον, ὀκνηροί, μᾶλλον δὲ οὐδὲ τοῦτο· οὐ γὰρ εὐποροῦμεν δι᾽ ὧν ἐπιστελοῦμεν, καίτοι γε πῶς οἴει τοῦτο ποθοῦντες, ἐν ἀγρῷ πόρρω που τῆς μονῆς διατρίβοντες κἀκεῖ τοῦ σώματος ἡμῶν ἐπιμελούμενοι.

Νῦν δέ, ἡνίκα καιρός, καὶ προσφθεγγόμεθά σε καὶ ἀξιοῦμεν ἣν παροῦσιν ἡμῖν τιμὴν ἐχαρίζου, ταύτην καὶ ἀποῦσι χαρίζεσθαι, καὶ μὴ διὰ γραμμάτων ὀκνεῖν παραμυθεῖσθαι ἡμᾶς σφόδρα τῷ χωρισμῷ κάμνοντας. Ἐπειδὴ δὲ πάλιν σύνοδος, ἀγὼν πάλιν, καὶ τοῦτο ἐν μέσοις ἐχθροῖς πάντα τηροῦσιν ἐπιμελῶς τὰ ἡμέτερα, δὸς χεῖρα τῇ κοινῇ καταστάσει, ὡς μέρος ὢν τῆς Ἐκκλησίας οὐ τὸ φαυλότατον, καὶ μὴ περιίδῃς πάντα καταναλωθέντα τῷ ἐμπρησμῷ τῷ νῦν περιέχοντι τὴν Ἐκκλησίαν.

Ἀλλ᾽ ὅ τι ἂν δυνηθῇς τῶν σβεστηρίων ὀργάνων, τοῦτο προσένεγκε, καὶ τοῖς ἄλλοις διακελεύου, ἵνα καὶ τὸ σὸν εὖ ἔχῃ, τοῦ κοινοῦ πράττοντος ἄμεινον.

ΤΩΙ ΑΥΤΩΙ Ὄντως νικητὴς σὺ καὶ διὰ πάντων ἀριστεύς, ὦ θαυμάσιε. Νικῶν γὰρ τοῖς ὅπλοις τοὺς πολεμίους, ἕως ἐξῆν, καὶ νῦν πάντας νικᾷς χρηστότητι. Διὰ τοῦτο καὶ τὴν προσηγορίαν ταύτην ἐθαρρήσαμεν προσαγαγεῖν, καὶ μετὰ τῆς προσηγορίας τὸν τιμιώτατον υἱὸν Ὑπερέχιον, ὃν οἶδα ὅτι καὶ διὰ τὸν τρόπον τιμήσεις, εἰ πεῖραν τοῦ ἀνδρὸς λάβοις, καὶ δι᾽ ἡμᾶς οἷς ἔγνωκας τὰ πάντα χαρίζεσθαι.

Καὶ θαρρεῖν σοι κέλευε, εἰς ὑπόμνημα τῆς ἡμετέρας φιλίας, ἥν, ὅσον αἰδῇ, πεπείσμεθα.

ΣΩΦΡΟΝΙΩΙ Φιλοσοφοῦμεν ἐφ᾽ ἡσυχίας· τοῦτο οἱ μισοῦντες ἡμᾶς ἠδικήκασιν, ὡς εἴθε τι καὶ ἄλλο τοιοῦτον, ἵνα μᾶλλον αὐτοὺς εὐεργέτας γινώσκωμεν. Πολλὰ γάρ ἐστι καὶ ἀδικουμένους εὖ πάσχειν, καὶ καλῶς πάσχοντας ἀδικεῖσθαι.

Τὰ μὲν οὖν ἡμέτερα τοιαῦτα. Καὶ εἰ μὴ τοὺς ἄλλους πείθομεν, αὐτόν γέ σε ἀντὶ πάντων εἰδέναι βουλόμεθα, ᾧ λόγον ὑπέχομεν ἡδέως τῶν ἡμετέρων, μᾶλλον δὲ εἰδέναι πεπείσμεθα καὶ πείθειν τοὺς ἀγνοοῦντας. Ὑμῖν δέ, παρακαλῶ, πᾶσα σπουδὴ γενέσθω νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, συμφρονῆσαι καὶ εἰς ἓν ἐλθεῖν τὰ τῆς οἰκουμένης τμήματα κακῶς διεστῶτα, καὶ μάλιστα εἰ λάβοιτε αὐτοὺς οὐχ ὑπὲρ τοῦ λόγου τῆς πίστεως, ἀλλ᾽ ὑπὲρ τῶν ἰδίων μικροψυχιῶν διεστῶτας, ὅπερ ἐγὼ τετήρηκα.

Οὕτω καὶ ὑμῖν ἔμμισθον ἂν εἴη τὸ δύνασθαι· καὶ ἡμῖν ἡ ἀναχώρησις ἀλυποτέρα, εἰ φανείημεν μὴ κενῶς ταύτην ἁρπάσαντες, ἀλλ᾽ ἑκοντὶ ῥίψαντες ἡμᾶς αὐτοὺς κατὰ πελάγους, ὥσπερ ὁ Ἰωνᾶς ἐκεῖνος, ἵν᾽ ὁ κλύδων παύσηται καὶ σωθῶσιν ἀσφαλῶς οἱ ἐμπλέοντες. Εἰ δὲ οὐδὲν ἧττον χειμάζονται, τό γε ἡμέτερον εἰσενήνεκται.

ΜΟΔΑΡΙΩΙ Ἡμῖν σὺ καὶ συγγενὴς καὶ οἰκεῖος καὶ πᾶν ὁτιοῦν ἂν εἴποι τοιοῦτόν τις. Ἡ γὰρ εὐσέβεια συνῆψεν ἡμᾶς καὶ τὸ τῆς ἀρετῆς εὐδόκιμον, ἣν ἐν σοὶ κατεμάθομεν δείξαντι σαφῶς ὅτι τὸ ἑλληνικὸν καὶ τὸ βάρβαρον σωμάτων, οὐ ψυχῶν ἐστι διαφορά, καὶ τόπων διάστασις, ἀλλ᾽ οὐ τρόπων οὐδὲ προαιρέσεων.

Ἦ γένοιτο πολλοὺς τῶν ἡμετέρων τὸ γένος τὴν σὴν μιμήσασθαι καλοκἀγαθίαν, καὶ πάντα ἡμῖν οἶδ᾽ ὅτι ἕξει καλῶς, τά τε κοινὰ καὶ τὰ ἴδια. Παρακαλῶ δέ, ὥσπερ τὸν ἔξωθεν πόλεμον τῇ σεαυτοῦ δεξιᾷ καὶ συνέσει καταλύεις γενναίως ὑπὲρ ἡμῶν ἱστάμενος, οὕτω λῦσον καὶ τὸν ἡμέτερον, ὅσα γέ ἐστιν ἐπὶ σοί, εἰρηνικὸν γενέσθαι τὸ τέλος τοῖς συνελθοῦσι νῦν ἐπισκόποις ἀγωνισάμενος.

Τὸ γὰρ συνιέναι μὲν πολλάκις, μηδὲν δὲ πέρας εὑρίσκεσθαι τῶν κακῶν ἀλλ᾽ ἀεὶ προστιθέναι ταραχαῖς ταραχάς, μείζονος τῆς αἰσχύνης, ὃ καὶ αὐτὸς γινώσκεις.

ΤΩΙ ΑΥΤΩΙ Ἐπόθουν διὰ πολλοῦ προσειπεῖν σου τὴν τιμιότητα, καὶ χάρις τῷ Θεῷ δεδωκότι τὴν ἀφορμήν. Ζητῶν δὲ ὅπως ἂν ἀμειψαίμην τὸν ἐγχειρίζοντά σοι τὴν ἐπιστολήν, κάλλιστον τοῦτο εὗρον παραθέσθαι αὐτὸν τῇ σῇ ἐξουσίᾳ.

Ὃν μέρος τι καὶ δι᾽ ἡμᾶς ἡδέως ὁρᾶν ἀξίου, ἐμόν τε ὄντα καὶ σόν· σύνοικον μὲν ἡμέτερον, στρατιώτην δὲ σὸν (λέγω δὲ τὸν νῦν προσιόντα σοι δι᾽ ἡμῶν Θεόδωρον), ὅπως ἂν καὶ αὐτὸς αἴσθηται τῆς τιμῆς, ἣν ἀεὶ τετιμήμεθα παρὰ σοῦ καὶ νῦν ἔτι τιμώμεθα.

ΒΟΣΠΟΡΙΩΙ Ἐνόμιζον μὲν καὶ ὑπὲρ τῶν προτέρων χρεωστεῖσθαί μοι παρ᾽ ὑμῶν ἀπολογίαν, οὕτως ἀρχαῖός τίς εἰμι καὶ μάταιος. Ἐπειδὴ δὲ οὐκ ἀνίετε πολεμοῦντες ἡμῖν, ἀλλ᾽ ἀεὶ τοῖς προτέροις ἐπαγωνίζεσθε καὶ ταῖς ὕβρεσιν ὕβρεις προσεξευρίσκετε, οὐκ οἶδα δι᾽ ἥντινα αἰτίαν, εἴτε ἡμᾶς μισοῦντες, εἴτε ἄλλοις τὴν ἀτιμίαν ἡμῶν χαριζόμενοι, ταῦτα μὲν τῷ Θεῷ καὶ εἰδέναι καὶ κρίνειν παρήσομεν, ὃν λανθάνει τῶν ὄντων οὐδέν, ὅ φησιν ἡ θεία Γραφή, κἂν κυκῶμεν τὸ τῆς ἀληθείας πρόσωπον εὐπρεπείας ἕνεκεν τῆς πρὸς τοὺς πολλούς.

Εὐαγγελιζόμεθα δὲ τὴν ὑμετέραν εὐλάβειαν· ἡττήμεθα, καὶ τῆς Ἐκκλησίας, ἂν διδῷ Θεός, τὰ δυνατὰ φροντίζειν οὐ κατοκνήσομεν (ἐπειδὴ τοῦτο ἀγωνίζεσθε, καὶ μάλιστα τοῦ καιροῦ κατεπείγοντος διὰ τὴν προσδοκωμένην τῶν ἐναντίων ἐπιδρομήν, ὡς αὐτὸς γράφεις)· ἀλλὰ τὸ ταπεινὸν τοῦτο σῶμα χρήσομεν τῷ Θεῷ, μέχρις ἂν διαρκῇ καὶ σθένωμεν, ἵνα μήτε ἡμεῖς βάρος ἔχωμεν, οὕτω κατακρινόμενοι παρ᾽ ὑμῶν καὶ παρὰ παντὸς τοῦ κλήρου καταβοώμενοι παντοίοις ὀδυρμοῖς ἐκθλίβοντος ἡμᾶς, καὶ τὴν Ἐκκλησίαν ὁρῶντες ἀμελουμένην καὶ τοὺς πολλοὺς πλήσσοντες, ὥσπερ ὑπερορῶντες τὰ τῆς Ἐκκλησίας· μήτε ὑμεῖς μακρότερα κάμνητε ἀτιμοῦντες ἡμᾶς.

Καὶ τοῦτο πράξομεν ταῖς ὑμετέραις εὐχαῖς, εἰ αὐτὸς ὀκνεῖς τῆς Ἐκκλησίας τὴν προστασίαν, ὡς αὐτός τε λέγεις καὶ πείθει τὰ πράγματα. Βέλτιον γὰρ ἐκείναις ἐναποθανεῖν ταῖς φροντίσιν ἢ ταύταις, ἐπειδὴ δεῖ πάντως ταλαιπωρεῖν, οὕτω τυποῦντος τοῦ Θεοῦ τὰ ἡμέτερα.