Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Επιστολές προς πνευματικούς φίλους και περί της παιδείας του Νικοβούλου

Νουθεσίες περί ησυχαστικής ζωής, συστάσεις πρεσβυτέρων και μέριμνα για την ακαδημαϊκή και πνευματική πρόοδο των νέων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 20 από 29

ΤΙΜΟΘΕΩΙ Ἀεὶ καλὸς ἐγὼ τῶν καλῶν θηρευτὴς (ἵνα τι καὶ νεανιεύσωμαι), ὃς καὶ τὴν σὴν λογιότητα κρυπτομένην καὶ τὸ λανθάνειν φιλοσοφοῦσαν ἀνεῦρόν τε λόγοις ἰχνευτικοῖς καὶ τοῖς ἄλλοις ἐγνώρισα· καί, ἵν᾽ εἴπω τι τῶν ἡμετέρων, τὸ ὑπὸ τῷ μοδίῳ φῶς ἐπὶ τῆς λυχνίας ἐδημοσίευσα.

Ἵνα γὰρ ἐάσω τἄλλα τῶν σῶν καλῶν, τὴν παίδευσιν, τὴν εὐσέβειαν, τὸ τοῦ ἤθους ἐπιεικές τε καὶ μέτριον (ἃ πάντα ἑνὸς γενέσθαι τῶν λίαν ἐστὶ χαλεπῶν), ἰδοὺ τό γε παρὸν πηλίκον· καὶ μνημονεύεις ἡμῶν, καὶ δεξιοῦσαι τοῖς γράμμασι, καὶ προστίθης ἐπαίνους, οὐχ ἵν᾽ ἐπαινέσῃς (συνίημι γάρ σου τῆς φιλοσοφίας), ἀλλ᾽ ἵνα κρείττους ποιήσῃς καὶ προαγάγῃς εἰς τοὔμπροσθεν, αἰσχυνομένους μὴ τοιούτους φαίνεσθαι οἵους ὑπολαμβάνεις.

Τὰ μὲν οὖν ἡμέτερα πέρας ἔχει. Ὑπεχωρήσαμεν τῷ φθόνῳ, φιλοσοφοῦμεν ἐφ᾽ ἡσυχίας τῷ Θεῷ, καθ᾽ ἡμᾶς αὐτοὺς συγγινόμεθα ταῖς εὐχαῖς, τῶν ἐν μέσῳ κλόνων καὶ θορύβων ἠλευθερώμεθα. Σὺ δὲ ἡμῖν ἀνδρίζου καὶ κραταιοῦ καὶ ὑπεραγωνίζου τῆς Τριάδος εἰς δύναμιν. Καὶ ὁ πραῢς ἔστω μαχητής, ὃ καὶ ἡμᾶς ἑώρας ποιοῦντας· οὐ γὰρ βούλομαι κέρκωπας μὲν εὐδοκιμεῖν, ἠρεμεῖν δὲ λέοντας.

Καὶ ἡμῶν ὑπερεύχου σφόδρα καμνόντων, ἵν᾽ εἰρηνικῆς τύχωμεν τῆς ἐξόδου, ἤδη πρὸς τοῦτο νεύοντες.

ΣΤΑΓΕΙΡΙΩΙ Πυνθάνομαί σε πρὸς τὸ πάθος ἀφιλοσόφως ἔχειν καὶ οὐκ ἐπῄνεσα· δεῖ γὰρ τἀληθῆ γράφειν, ἄλλως τε καὶ πρὸς ἄνδρα φίλον καὶ καλοκἀγαθίας μεταποιούμενον. Ἔχω γὰρ οὕτω περὶ τούτων, ὥς γε ἐμαυτὸν πείθω, καὶ λίαν ὀρθῶς· οὔτε τὸ λίαν ἀπαθὲς ἐπαινῶ, οὔτε τὸ ἄγαν περιπαθές· τὸ μὲν γὰρ ἀπάνθρωπον, τὸ δὲ ἀφιλόσοφον.

Ἀλλὰ δεῖ τὴν μέσην βαδίζοντα, τῶν μὲν ἄγαν ἀσχέτων φιλοσοφώτερον φαίνεσθαι, τῶν δὲ φιλοσοφούντων ἀμέτρως ἀνθρωπικώτερον. Καὶ εἰ μὲν πρὸς ἄλλον τινὰ ἐπέστελλον, ἴσως ἄν μοι καὶ μακροτέρων ἐδέησε λόγων, καὶ τὰ μὲν συμπαθεῖν ἔδει, τὰ δὲ παραινέσαι, τὰ δὲ ἴσως ἐπιτιμῆσαι· τό τε γὰρ συναλγεῖν ἱκανὸν εἰς παραμυθίαν καὶ δεῖται τὸ ἀρρωστοῦν τῆς ἐκ τοῦ ὑγιαίνοντος θεραπείας.

Ἐπεὶ δὲ πρὸς ἄνδρα πεπαιδευμένον ποιοῦμαι τοὺς λόγους, ἀρκεῖ τοσοῦτον εἰπεῖν· Γενοῦ σεαυτοῦ καὶ τῶν βίβλων αἷς καθωμίλησας, ἐν αἷς πολλοὶ μὲν βίοι, πολλοὶ δὲ τρόποι, πολλαὶ δὲ ἡδοναὶ καὶ λειότητες, πολλαὶ δέ, ὡς τὸ εἰκός, συμφοραὶ καὶ τραχύτητες.

Πλέκει γὰρ ταῦτα δι᾽ ἀλλήλων ὁ Θεός, ἐμοὶ δοκεῖν, ἵνα μήτε τὸ λυποῦν ἀθεράπευτον ᾖ, μήτε τὸ εὐφραῖνον ἀπαιδαγώγητον καὶ ἵνα τὸ ἐν τούτοις ἄστατον καὶ ἀνώμαλον θεωροῦντες πρὸς αὐτὸν μόνον βλέπωμεν. Ταῦτα οὖν ὥσπερ κανόνα καὶ γνώμονα προσάγομεν τῷ σῷ πάθει.

Καὶ εἰ μὲν ἐπαινούμενόν τινα ἔγνως τῶν λίαν ὑποπεσόντων τοῖς ἀλγεινοῖς ἤ τι τῷ ἀλγεῖν κατορθώσαντα, χρῶ τῷ λυποῦντι καὶ τοῦ πένθους ἀπόλαυε (οὐδεὶς φθόνος, συμφορᾶς θρηνουμένης)· εἰ δὲ κακιζόμενον καὶ ψεγόμενον, ἡ μὲν παροιμία φησίν· «Ὁ τρώσας ἰάσεται», νῦν δὲ καλῶς ἔχει λέγειν· «Ὁ τετρωμένος.» Ἡμῖν δὲ καὶ ἄλλως αἰσχρὸν καὶ παρὰ τὸν ἡμέτερον νόμον μιμεῖσθαι τοὺς πολλοὺς ἐν τοῖς τοιούτοις· ἐπειδὴ καὶ τῶν παρόντων ἡμᾶς ὑψηλοτέρους ὁ λόγος ποιεῖ, καὶ πείθει ταῦτα μὲν παρατρέχειν ὡς σκιὰς καὶ αἰνίγματα, καὶ μήτε τὸ λυποῦν μήτε τὸ εὐφραῖνον νομίζειν ἀλήθειαν, ζῆν δὲ ἀλλαχοῦ κἀκεῖσε ὁρᾶν, καὶ μόνον μὲν λυπηρὸν εἰδέναι κακίαν, μόνον δὲ ἡδὺ τὴν ἀρετὴν καὶ τὴν πρὸς Θεὸν οἰκείωσιν.

Ταῦτα κατέπᾳδε σεαυτοῦ καὶ ῥᾴων ἔσῃ· μᾶλλον δὲ οἶδ᾽ ὅτι κατέπῃσάς τε ἤδη καὶ κατεπᾴσεις, κἂν αὐτοὶ μὴ γράφωμεν.

ΤΩΙ ΑΥΤΩΙ Ἔχω τι τῆς ἐπιστολῆς, ὦ θαυμάσιε, ὄφελος, καὶ οὐ μικρὸν ἴσως, ὡς δεινὸς τῶν τοιούτων θεραπευτής. Ἐξέκρουσέ σοι τὴν λύπην ἡ ἐπιτίμησις καὶ τοῦ πάθους τὸ ἐρυθριᾶν ἀντεισῆλθε καὶ πρὸς ἀντίρρησιν διανίστασαι μάλα σοφιστικῶς καὶ γενναίως.

Καί μοι δοκεῖς, καθάπερ οἱ Ἀχιλλέως ἵπποι παρ᾽ Ὁμήρῳ, τὴν κεφαλὴν διάρας καὶ τὴν κόνιν ἀποσεισάμενος (ἐπειδὴ τοῦ ἀποπενθεῖν Πάτροκλον καιρὸς ἦν), αὖθις πεδίων ἐπιθυμεῖν καὶ ὅπλων καὶ ἐπιδείξεων· οὕτω σοι τὸ γράμμα τὸ πρὸς ἡμᾶς λαμπρὸν καὶ φιλότιμον καί τι καὶ πληκτικόν, εἴ τι ἐγώ σου συνίημι.

Ἀνδρίζου μόνον καὶ φιλοσόφει κατὰ τοῦ πάθους, καὶ ἡμεῖς δεξόμεθα μὴ μέγα εἶναι τὸ ἀπὸ γῆς κρίνειν τοὺς πλέοντας καὶ μεῖζον εἶναι τὸ ἀγωνίζεσθαι ἢ ἀλείφειν πρὸς συμφοράς, εἰ μή τις ἐκεῖνο λέγοι, ὅτι οὔτε σοι τοῦ ἀγωνίζεσθαι ἢ ἀνάγεσθαι ἀνάγκη τις ἦν (εἴπερ κρεῖττόν τι φιλοσοφία τῶν ἐν οἷς ἐστι νῦν), ἡμῖν τε πρὸς πολλὰ καὶ πολλάκις καὶ ὅλον, οἶμαι, τὸν βίον ἡ παράταξις· ἐν οἷς εἰ μὴ λίαν ἀμαθῶς μηδὲ ἀνάνδρως ἀλείφομεν ἢ ἀγωνιζόμεθα, πολλοὶ δοκιμάζουσιν.

ΕΛΛΑΔΙΩΙ Ἰδού σοι καὶ ὑπόμνημα τῆς ἡμετέρας φιλίας, ὁ γλυκύτατος υἱὸς ἡμῶν Νικόβουλος, τὸ πρῶτον ἡμῖν τῶν ἐν τῷ γένει σπουδαζομένων· ὃν χαριῇ μὲν ἡμῖν καὶ διδασκάλων συστήσας τοῖς σπουδαιοτέροις· χαριῇ δὲ πλέον καὶ τὸ ἦθος πρὸς ἀρετὴν ῥυθμίσας.

Ἔσται δὲ τοῦτο, εἰ προτραπείη συχνὰ πλησιάζειν σοι, τὸ δὲ μέγιστον, εἰ γινώσκοι μὴ παρορώμενος· ἐπεὶ καὶ ὀφθαλμὸς παιδευτοῦ σιωπῶσα διδασκαλία. Χρεωστεῖς δὲ ἡμῖν, εἰ μὴ φορτικὸν εἰπεῖν, καὶ τὰ πνευματικά, ὡς ἀρχιερεὺς ἀρχιερεῦσι, καὶ τὰ λογικά, ὡς λόγιος φιλολόγοις.

ΦΩΤΙΩΙ 〈Πάντα ὅσα ἔχεις ἐμά ἐστι〉 (Θεοῦ γὰρ φωνὴν ποιήσομαι τὸ προοίμιον), ἐμὰ δὲ λέγω οὐ κατὰ τὴν κοινωνίαν μόνην τοῦ πνεύματος, ἀλλ᾽ ὅτι καὶ τῇ παρούσῃ καταστάσει τῆς Ἐκκλησίας ἴσως οὐκ ὀλίγην μοῖραν συνεισηνέγκαμεν, ἕως ἦμεν ἔτι ἐν τοῖς πράγμασι καὶ τοῦ κοινοῦ προειστήκειμεν. Νῦν γὰρ ἓν φροντίζεται μόνον ἡμῖν, ἡ ἐκδημία, πρὸς ἣν συστελλόμεθα καὶ συσκευαζόμεθα.

Ἔστω δὴ καὶ τὰ ἐμὰ σά, τῇ ἀγάπῃ κοινοποιούμενα· κάλλιστον δὲ τῶν ἐμῶν ὁ τιμιώτατος ἀδελφὸς καὶ συμπρεσβύτερος ἡμῶν Σακερδώς, δι᾽ οὗ σὲ καὶ προσφθεγγόμεθα καὶ ὁρᾶν νομίζομεν.

ΣΤΡΑΤΗΓΙΩΙ Ὢ πόσον ἀλλήλων διετειχίσθημεν, οὕτω τοῦ Θεοῦ τὰ ἡμέτερα φέροντος. Ὢ τῆς ἱερᾶς ἑστίας καὶ συζυγίας καὶ τοῦ κοινοῦ λιμένος πάντων τῶν φοβουμένων τὸν Κύριον. Ἄλλοι τῶν ἡμετέρων καλῶν ἀπολαύουσιν· ἐμοὶ δὲ ὑπελείφθη μόνον ἡ μνήμη καὶ τὸ ζηλοτυπεῖν τοὺς μετέχοντας.

Ἵνα καὶ αὐτὸς τῶν ἡμετέρων μετέχῃς καλῶν, γνωρίζω σοι τὸν τιμιώτατον ἀδελφὸν καὶ συμπρεσβύτερον ἡμῶν Σακερδῶτα, ὃν οἶδα ὅτι θεασάμενος ἐρεῖς· «Ὄντως καλοῦ παντὸς ἐραστὴς ὁ Γρηγόριος.»

ΠΑΛΛΑΔΙΩΙ Τὸ πολλάκις θαρρεῖν ἐπιστέλλειν οὐ τῆς ἡμετέρας θρασύτητος, ἀλλὰ τῆς σῆς ἡμερότητος· οὐδεὶς γὰρ κόρος ἡμῖν τοῦ διὰ γραμμάτων ὑμῖν ὁμιλεῖν, ἐπειδή γε ἄλλως οὐκ ἔχομεν, οὕτως οἰκονομήσαντος τοῦ Θεοῦ τὰ ἡμέτερα.

Τῷ δὲ τιμιωτάτῳ υἱῷ ἡμῶν καὶ συμπρεσβυτέρῳ Σακερδῶτι (ὃν διαφερόντως ἠγαπήσαμέν τε καὶ ἀγαπῶμεν γνησίως φιλοσοφοῦντα καὶ τῷ Θεῷ διὰ τῆς πολιτείας ἑνούμενον), ὁρμήσαντι τῶν οἰκείων ἕνεκεν ἐπὶ τὴν μεγάλην διὰ σὲ πόλιν, οὐκ οἶδα τί ἂν ἐχαρισάμεθα μεῖζον ἢ τῇ σῇ καλοκἀγαθίᾳ γνωρίσαντες.

ΑΜΦΙΛΟΧΙΩΙ Μόλις ποτὲ τῶν ἐκ τῆς ἀρρωστίας ἀνανεύσαντες πόνων, ἐπὶ σὲ τὸν τῆς ἰάσεως πρόξενον δεδραμήκαμεν· γλῶσσα γὰρ ἱερέως φιλοσοφοῦσα τὸν Κύριον ἀνεγείρει τοὺς κάμνοντας. Ποίει τοίνυν τὸ κρεῖττον ἱερουργῶν καὶ λῦε τῶν ἡμαρτημένων τὸ μέγεθος, τῆς ἀναστασίμου θυσίας ἁπτόμενος.

Ἐμοὶ γὰρ καὶ ἐγρηγορότι καὶ καθεύδοντι μέλει τὰ κατὰ σέ, καί μοι γέγονας πλῆκτρον ἀγαθόν, καὶ λύραν ἐναρμόνιον ταῖς ἡμετέραις ψυχαῖς εἰσῴκησας, ἀφ᾽ ὧν μυριάκις γράφων πρὸς ἐπίγνωσιν τὰς ἡμετέρας ψυχὰς ἐξήσκησας.

Ἀλλ᾽, ὦ θεοσεβέστατε, μὴ κατόκνει καὶ προσεύχεσθαι καὶ πρεσβεύειν ὑπὲρ ἡμῶν, ὅταν λόγῳ καθέλκῃς τὸν Λόγον, ὅταν ἀναιμάκτῳ τομῇ σῶμα καὶ αἷμα τέμνῃς δεσποτικόν, φωνὴν ἔχων τὸ ξίφος.

ΕΛΛΑΔΙΩΙ Ἥσθην τοῖς γράμμασι· πῶς δὲ οὐκ ἔμελλον τῷ μνήμην εἶναί σοι καὶ τεθνηκότων; Προσόντων δὲ καὶ τῶν συμβόλων τῆς ἑορτῆς, πλείων ἡ χάρις. Ἀλλὰ πρόσθες οἷς δίδως, ἅπερ αἰτεῖς. Προσεύχου δὲ περὶ ἡμῶν, εἰ μὲν συμφέρει, πάλιν ἡμᾶς ὑπομνησθῆναι καὶ ὑπομνῆσαι τῆς ἑορτῆς· εἰ δὲ μή, πρὸς τὰ ἐκεῖσε μετατεθῆναι, καὶ τὴν ἀληθινὴν ἑορτὴν ἢ λαβεῖν ἢ ἰδεῖν ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία. Τῶν γὰρ τοῦ βίου στροφῶν κεκορέσμεθα.

ΠΟΣΤΟΥΜΙΑΝΩΙ Ὑψηλὸς εἶ τὴν παίδευσιν, καὶ ταύτην ὁποτέραν βούλει καὶ εἰς ὅ τι βούλει τῶν λόγων εἶδος. Τῆς μὲν γὰρ κλέος οἷον ἀκούομεν (οὐ γὰρ Ῥωμαϊκός τις ἐγὼ τὴν γλῶσσαν, οὐδὲ τὰ Ἰταλῶν δεινός), τῆς δὲ πεπειράμεθα ὥστε καὶ ἄλλοις γνωρίζειν ἔχειν, εἴ τι καὶ ἡμῖν μέτεστι τοῦ τὰ τοιαῦτα κρίνειν· μετεῖναι δὲ οὐκ ὀλίγοι φασίν.

Ἤρθης ἀρχαῖς οὐκ ὀλίγαις· μᾶλλον δὲ ἦρας οὐκ ὀλίγας, εἰ δεῖ τὸν ἀληθέστερον εἰπεῖν λόγον. Ἦλθες ἐπὶ τὸ ἀκρότατον τῆς ἐξουσίας, οὐ τύχης δῶρον, ὡς ἂν πολλοὶ φαῖεν, ἀλλ᾽ ἀρετῆς ἆθλον ταύτην δεξάμενος, ἵνα καὶ αὐτὴ γένηται σεμνοτέρα καὶ βασιλεὺς ἐπαινεθῇ τῆς ἐπὶ σοὶ κρίσεως.

Ἔτι καὶ ταῦτα μικρά, προσθήσω δέ τι καὶ τῶν ἡμετέρων· προετελέσθης πρότερον τὴν εὐσέβειαν, εἶθ᾽ ὑπεδέξω. Μέμνημαι γὰρ τῶν σῶν λόγων καὶ τὸ θαῦμα ἔνηχον ἔτι ταῖς ἐμαῖς ἀκοαῖς. Εἰ τούτοις προσθείης τὸ καὶ μεμνῆσθαι τῶν φίλων (προσθήσεις δὲ οἶδ᾽ ὅτι, τοῖς παρελθοῦσι τοῦτο τεκμαίρομαι), μᾶλλόν σε θαυμασόμεθα.

Οὗτος τῆς ἀνθρωπίνης ὅρος εὐδαιμονίας, εἴτ᾽ οὖν μακαριότητος. Τὸ δὲ πρόσθε Γαδείρων μὴ πειρατὸν εἶναι ἀνθρώποις, Πινδάρῳ φιλοσοφοῦντι πιστεύομεν. Ἐπεὶ δὲ μεγάλων τυχών, μεγάλων καὶ ὑπόχρεως εἶ, καί σε πεποίηκεν ἡμέτερον πρότερον, εἶτα ἐπέστησεν ἡμῖν εὖ ποιῶν ὁ Θεός, καὶ ἅμα τῶν ἀτόπων ἄνδρα τοσοῦτον μὴ τὰ μέγιστα ἀπαιτεῖν, ἐκεῖνο δέξαι με παραινοῦντα.

Μηδὲν οὕτω νόμιζε τῇ σῇ πρέπειν ἀρχῇ (ἐπειδὴ πάλιν σύνοδος ἐπισκόπων, οὐκ οἶδα δι᾽ ὅ τι καὶ ὅπως συναγομένων), ὡς τὸ ἐπὶ σοῦ καὶ διὰ σοῦ εἰρηνεύεσθαι τὰς Ἐκκλησίας, κἂν δέῃ σφοδρότερον ἐπιτιμῆσαι τοῖς στασιάζουσιν.

Εἰ δέ τῳ δοκῶ περιττὸς εἶναι, τῶν μὲν πραγμάτων ἀναχωρήσας, τὴν δὲ φροντίδα μὴ καταλύσας, τοῦτο σὺ μὴ θαυμάσῃς. Οὐ γὰρ ὥσπερ τῶν θρόνων καὶ τῆς ὀφρύος τοῖς βουλομένοις, οὕτω καὶ τῆς εὐσεβείας παρεχωρήσαμεν· ἀλλὰ νῦν ἀξιόπιστοι καὶ πλέον, ὡς οἶμαι καὶ σοὶ δοκεῖν, ὡς οὐδὲν ἴδιον, ἀλλὰ τὸ κοινὸν θεραπεύοντες.

ΕΥΔΟΞΙΩΙ Νικῶ σε τοῖς φιλικοῖς· ἐπιστέλλω γὰρ πρότερος, ὡς ὁρᾷς. Καὶ οὐδ᾽ ἂν ἐκαλλωπισάμην, εὖ ἴσθι (οὐ γὰρ ἐμόν), εἰ μὴ μέγα ἐποιούμην τὴν σὴν φιλίαν, μηδὲ τῶν ἀναγκαίων ἐδόκει μοι, ὥσπερ ὕσπληγι πῶλον, διεγεῖραί σε πρὸς τὸ γράφειν.

Μάλιστα δ᾽ ἂν πρὸς τοῦτο παροξυνθείης, εἰ ἐκεῖνο ἐνθυμηθείης, τίς ὤν, καὶ τίνι, καὶ τὸ τίνος, ἃ γράφω, γράφω, καὶ ὅτι πρέπει τοὺς παῖδας, ὥσπερ τῆς οὐσίας τῆς πατρικῆς, οὕτω δὴ καὶ τῆς φιλίας κληρονομεῖν.

Πρὸς δέ, κἀκεῖνο λογίζεσθαι καλῶς ἔχει, ὅτι σὺ μὲν ἀκμὴν φιλοσοφεῖς, ἡμεῖς δὲ φιλοσόφων πατέρες, καὶ δεῖ ἐπιδείκνυσθαι ἡμῖν τὴν ἀρετήν, ὥσπερ τῶν ἀθλητῶν οἱ γενναῖοι τοῖς παιδοτρίβαις. Εἴπω τι καὶ μεῖζον τῶν εἰρημένων; Οὐ μικρὰ ἡμῖν φιλοσοφίας ὅμηρα παρὰ σοί· αἷμα ἡμέτερον ἐκπαιδεύεις καὶ αἷμα τῶν ἐγγυτάτων. Οἶδας οὓς λέγω, τοὺς τοῦ γνησιωτάτου καὶ τιμιωτάτου υἱοῦ ἡμῶν Νικοβούλου παῖδας.

Τούτοις ὅ τι ἂν συμπράττῃς, ἡμῶν μνημονεύειν οἴου, οἳ οὐδενὸς ἄλλου φαυλότεροι, εἴ τι δεῖ τοῖς λέγουσι πιστεύειν, κρίνειν τε λόγους καὶ σπουδὴν δοκιμάζειν καὶ διδασκάλους δεξιοὺς ὑψηλοτέρους ποιεῖν τοῖς ἐπαίνοις.

ΤΩΙ ΑΥΤΩΙ Πάλιν πρὸς σὲ Νικόβουλος ὁ ἐμός· καὶ πάλιν ἐγὼ περιττός, μάλα σε σπεύδοντα καὶ αὐτὸν ὀτρύνων. Ἐπειδὴ φύσεως μὲν ἔχει δεξιᾶς ὁ νέος (εἰ μή με ἀπατᾷ τὸ βούλεσθαι), ὃ δὲ τοῖς εὐφυέσιν ὡς τὰ πολλὰ συνέζευκται, ῥᾳθυμότερός πώς ἐστι καὶ κέντρων δεόμενος, τὴν παρὰ σεαυτοῦ σπουδὴν ἀντεισένεγκε.

Καὶ ἵνα τι τῶν ὑμετέρων εἴπω, τὸν μυθικὸν τέττιγα μιμησάμενος καὶ ἀντὶ τῆς ῥαγείσης νευρᾶς Εὐνόμῳ τῷ σῷ γενόμενος, ἀναπλήρωσον τὴν ᾠδήν. Οὕτω μοι δοκεῖς ἐνευδοκιμήσειν τῷ νέῳ καὶ ἡμῖν χαριεῖσθαι τὰ μέγιστα, οἳ μὴ πολλά σου καὶ τῆς σῆς λογιότητος ἔμπροσθεν ἄγομεν.