Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί
Επιστολές περί του πρεσβυτέρου Σακέρδωτος και της μονής
Σειρά επιστολών για την υπεράσπιση του συκοφαντηθέντος Σακέρδωτος, την προστασία του πτωχοκομείου και παραμυθία για την κοίμησή του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές περί του πρεσβυτέρου Σακέρδωτος και της μονής
Σειρά επιστολών για την υπεράσπιση του συκοφαντηθέντος Σακέρδωτος, την προστασία του πτωχοκομείου και παραμυθία για την κοίμησή του.
ΚΑΣΤΟΡΙ Ὡς τυραννικὸς εἶ καὶ βίαιος· γράμμα σὸν ὤφθη μόνον, καὶ ἡμεῖς ὑπερώφθημεν. Ἀλλ᾽ ἰδού σοι καὶ ὁ πολύτλας Σακερδώς, ὁ σὸς μὲν ἀδελφός, υἱὸς δὲ ἐμὸς καὶ τῶν παθῶν κοινωνός. Ἵνα δὲ μὴ παντελῶς ἡττηθῶμεν, τάχιστα ἡμῖν ἀπόδος, τὴν τοῦ βίου παραμυθίαν, φιλοσοφεῖν καὶ διδαχθησόμενον καὶ διδάξοντα.
Μέγιστον γὰρ εἰς μὲν ὁμόνοιαν τὸ συμπάσχειν, εἰς δὲ συμβουλὴν ἡ ὁμόνοια.
ΤΩΙ ΑΥΤΩΙ Ἐμοὶ τῆς πατρίδος, ὡς ἔοικεν, ἡ ἀλλοδαπὴ χρηστοτέρα· ἡ μὲν γὰρ ἐδίδου τῆς σῆς ἀπολαύειν φιλίας, ἡ δὲ οὐδὲν τοιοῦτον ἡμῖν ἐχαρίσατο. Καὶ τοῦτό μοι παρὰ τῆς ἀρρωστίας, ἥ με κατέχει πεδήσασα καὶ πρὸς πολλὰ ποιεῖ δυσκίνητον ἢ ἀκίνητον, εἰ χρὴ λέγειν τὸ ἀληθέστερον.
Ταύτην μὲν οὖν τὴν ζημίαν λυπούμενοι μὲν οἴσομεν· τί δὲ οὐ φέρει τῶν ἀνιαρῶν ἅνθρωπος; Μόνον ὑγιαίνοις καὶ πράττοις τὰ κατὰ νοῦν, καὶ ἐν χειρὶ Θεοῦ εἴη τὰ σά· ἔσται δέ, εἰ γνησίως αὐτοῦ λαμβάνοιο. Τὴν δὲ κυρίαν, τὴν κοινὴν ἡμῶν ἀδελφὴν τάχιστα ἀποπέμψασθαι θέλησον, ὡς κοινὸν ἔρεισμα καὶ τῶν εὐλαβῶν καὶ τῆς ἀσθενείας τῆς ἡμετέρας· ἢ πολλά σου τῆς Σακερδώτιδος καταβοησόμεθα, δι᾽ ἣν ζημιούμεθα, καὶ καλέσομεν αὐτὴν τῇ οἰκείᾳ προσηγορίᾳ. Γνώσῃ δὲ ἥ τις, παρ᾽ αὐτῆς πυθόμενος.
ΚΥΡΙΑΚΩΙ Τιμᾷς τοὺς εὐλαβεῖς, εὖ οἶδα, καὶ πτωχοὺς εὖ ποιεῖς. Τούτων ἀμφοτέρων σοι νῦν καιρός. Ἔχει γὰρ οὕτως· ὁ τιμιώτατος καὶ θεοφιλέστατος υἱὸς ἡμῶν Σακερδώς, ὁ συμπρεσβύτερος, πτωχείου προέστηκε τῶν ἐπισήμων πολυανθρώπου, εὐσεβείας τε ἕνεκα καὶ τῆς εἰς τὸ πρᾶγμα σπουδῆς.
Ἔστι δὲ τῶν ὑπηρετουμένων τῷ πτωχείῳ κτήματα Λιριάνδος καὶ Καβερίνα ὁμοροῦντα τόποις τοῖς τῆς οἰκίας, ἐξ ἐπιδόσεως τοῦ τιμιωτάτου Κάστορος, τῷ πτωχείῳ τι συνεισφέροντα. Ταῦτα πάσης ἐπηρείας ἐλευθερώσας, μέρος οὐκ ἐλάχιστον συνεισοίσεις, καὶ τοῖς πτωχοῖς τῆς θεραπείας, καὶ σεαυτῷ τῆς ἀντιδόσεως ἣν οἶδας ὀφειλομένην τοῖς εὐσεβέσι.
Δῆλον δὲ ὅτι ἅπαξ ὁρμήσας εἰς τὴν εὐεργεσίαν καὶ τῆς εἰς τὸ μέλλον ἀσφαλείας ποιήσῃ πρόνοιαν, ὡς μηδὲ βουλομένῳ τινὶ ἐξεῖναι κακὸν γενέσθαι περὶ τοὺς τόπους, τρόπον ὃν ἂν ἐπινοήσειεν ἡ σὴ σύνεσις.
ΣΑΚΕΡΔΩΤΙ Προσαγορεύω σε τὴν νέαν ἡμῶν ἐλπίδα, τὸν πολιὸν ἐν νεότητι· καὶ πᾶν ὅ τι σοι κάλλιστον βούλομαί τε καὶ εὔχομαι. Τῶν δὲ καλῶν τὸ πρῶτον οὐκ ἀγνοεῖς· ὅπερ ἐστὶν ἀεὶ Θεὸν κτᾶσθαι καὶ γίνεσθαι κτῆμα Θεοῦ διὰ τῆς πρὸς αὐτὸν οἰκειώσεώς τε καὶ ἀναβάσεως· ὃ καὶ σεαυτὸν οἶδ᾽ ὅτι νουθετήσεις τε καὶ νενουθέτηκας.
ΤΩΙ ΑΥΤΩΙ Εἴ σοι μηδὲν ἠλπίζετο δυσχερές, ἡνίκα φιλοσοφίᾳ προσέβαινες, ἀφιλόσοφος ἡ ἀρχὴ καὶ τοὺς πλάστας μέμφομαι. Εἰ δὲ ἠλπίζετο, εἰ μὲν οὐκ ἀπήντησε, τῷ Θεῷ χάρις· εἰ δὲ ἀπήντησεν, ἢ καρτέρει πάσχων ἢ ἴσθι ψευδόμενος τὴν ὑπόσχεσιν.
ΤΩΙ ΑΥΤΩΙ Οὐ δόκιμον τὸ ἀπείραστον· τὸ δὲ βασανισθὲν ἐν τοῖς πράγμασι δοκιμώτερον, ὡς ἐν καμίνῳ χρυσός. Εἰ μὲν ἱκανῶς σοι τοῦτο πεφιλοσόφηται, τῷ Θεῷ χάρις, εἰ δὲ οὔπω τελείως, ἐμαυτὸν προτίθημί σοι καὶ τὰ ἐμά· ὑβρίσμεθα, μεμισήμεθα, τί γὰρ οὐ πεπόνθαμεν τῶν δεινῶν, ὅσον ἐπὶ τοῖς βουληθεῖσι; Εἶτα τί; τῶν λυπούντων ἡμᾶς ἀπηλλάγμεθα.
Τούτων τί ἂν μεῖζον εὐεργετηθείημεν; Ταῦτ᾽ οὖν ἐννοῶν καὶ αὐτὸς χάριν ὁμολόγει τῷ Θεῷ τῆς ἐπηρείας, εἰ καὶ μὴ τοῖς δράσασιν.
ΤΩΙ ΑΥΤΩΙ Τί δεινὸν ἡμῖν; Οὐδέν, ὅτι μὴ Θεοῦ καὶ τῶν θείων διαμαρτάνειν. Τἄλλα δέ, ὡς ἂν φέρῃ Θεός, οὕτως ἐχέτω, εἴτε διὰ τῶν δεξιῶν ὅπλων καὶ χρηστοτέρων οἰκονομεῖ τῆς δικαιοσύνης ἡμᾶς, εἴτε διὰ τῶν ἀριστερῶν τε καὶ σκαιοτέρων.
Οἶδε τοὺς λόγους τούτων ὁ τῆς ζωῆς ἡμῶν οἰκονόμος. Ἓν φοβηθῶμεν μόνον, τὸ μήτι παθεῖν ἀφιλόσοφον. Ἐπτωχοτροφήσαμεν, ἐφιλαδελφήσαμεν, ψαλμῳδίαις ἐνετρυφήσαμεν, ἕως ἐξῆν. Οὐ συγχωρούμεθα τοῦτο· ἄλλο τι φιλοσοφήσωμεν, οὐ πενιχρὰ ἡ χάρις· ἰδιάσωμεν, θεωρήσωμεν, τὸν νοῦν καθάρωμεν ταῖς θείαις ἐμφάσεσιν, ὃ τάχα καὶ τῶν προειρημένων ὑψηλότερον.
Ἡμεῖς δὲ οὐχ οὕτως ἔχομεν, ἀλλ᾽ ὅτι τοῦ ἑνὸς διημάρτομεν, τοῦ παντὸς ἐκπεπτωκέναι νομίζομεν; Μὴ οὕτως, ἀλλ᾽ ἔτι κρατῶμεν τῆς χρηστῆς ἐλπίδος· ἴδωμεν εἴ τι ἡμῖν ὑπολειπόμενον, καὶ μὴ ταὐτὸν πάσχωμεν τοῖς πώλοις, οἳ τῷ μὴ συνειθίσθαι ταῖς πτόαις πρὸς τοὺς ψόφους ἐξαγριαίνοντες τοὺς ἐπιβάτας ἑαυτῶν καταβάλλουσιν.
ΕΥΔΟΚΙΩΙ Ὁ σύμπνους, καὶ συμπαθής· τὸ δὲ συμπαθές, καὶ γνήσιον· τὸ γνήσιον δέ, καὶ εἰς συμβουλὴν ἀξιόπιστον. Ἐπειδὴ τοίνυν ἡμεῖς μὲν ἀρχαιότεροι τὴν εὐσέβειαν, καὶ πολλῶν καὶ ἀνδρῶν καὶ ἠθῶν ἐν πείρᾳ γεγόναμεν (πεῖρα δὲ μήτηρ συνέσεως), ὑμεῖς δὲ οἷον πῶλοι νεοζυγεῖς, καὶ ἄρτι τῶν κατὰ Θεὸν ἀγώνων ἀρχόμενοι (τὸ δὲ ἀρχόμενον ἅπαν θερμότερον καὶ δυνατώτερον, δυναμούμενον τῇ ζέσει τοῦ πνεύματος πολλὰ μὲν κατορθῶσαι τῶν δεόντων, πολλὰ δὲ διαμαρτεῖν ἐξ ἀγνοίας), θέλησον, γενόμενος μέχρις ἡμῶν, καὶ ὡς γέροντας τιμῆσαι, καὶ ὡς πατέρας αἰδεσθῆναι, καὶ μεσίταις χρήσασθαι τῆς πρὸς τὸν αἰδεσιμώτατον ἀδελφὸν καὶ συμπρεσβύτερον ἡμῶν Σακερδῶτα διαφορᾶς, πάρεστι γὰρ καὶ αὐτός· ἵνα τὰ πρὸς ἀλλήλους εὖ θέμενοι, καὶ τὸν ἐπίσκοπον θεραπεύσητε, καὶ τὸ σκάνδαλον τῶν πολλῶν λύσητε, καί, τὸ μέγιστον ἁπάντων, τὸν Θεὸν ἱλεώσησθε, μὴ πρᾶγμα τοσοῦτον καὶ οὕτως ἔνδοξον (λέγω δὲ τὴν σύμπνοιαν ὑμῶν καὶ τὰς κατὰ Θεὸν τοῦ βίου συνθήκας) οὕτως ἐν βραχεῖ καταλύσητε.
ΤΩΙ ΑΥΤΩΙ Μετὰ τὸν πόλεμον ἡ συμμαχία· καὶ δέον βουλεύσασθαι πρότερον, εἶτα πρᾶξαι, τὴν τάξιν ἀνεστρέψαμεν· μετὰ τὴν πρᾶξιν βουλευόμεθα. Εἰ μὲν οὖν κολακεύειν ἔδει καὶ χείρω ποιεῖν, πολλὰς ἂν εὗρον κολακείας ὁδούς, ὅσῳ καὶ ῥᾷον τὸ πρᾶγμα καὶ πολλοῖς νῦν κατορθούμενον.
Ἐπεὶ δὲ τὸ βλάπτειν οὐ πρὸς ἡμῶν, καὶ μάλιστα ψυχὴν ἔτι νεοτελῆ καὶ ἄρτι τῷ καλῷ προσβαίνουσαν, ἄκουε τἀληθῆ. Ἀφιλόσοφος ἡ ἀρχή, καὶ κακῶς ἠγάπησάν σε οἱ θεραπεύσαντες καὶ ὑπ᾽ ἄλλῳ προσωπείῳ τὰ ἑαυτῶν παίξαντες.
Εἰ μὲν οὖν ἀλλὰ νῦν μεταβάλοις καὶ θεραπεύσεις τὴν ἁμαρτίαν, τάχα ἄν τις ὑμῖν ἔλθοι συνούλωσις, εἰ καὶ μόγις· εἰ δ᾽ ἐπὶ τῶν αὐτῶν μένοις καὶ τῇ κακῇ νίκῃ μέγα φρονοίης, 〈Ἀλγηρὰ ἡ πληγή μου〉, φησὶν ἡ θεία Γραφή, 〈πόθεν ἰαθήσομαι〉; ποιοῦμαι γὰρ ἐμαυτοῦ τὰ ὑμέτερα.
Καίπερ δὲ οὕτως ἔχων καὶ γράφων, εἰ τὴν συντυχίαν ποθεῖς, οὐκ ἀρνήσομαι.
ΤΩΙ ΑΥΤΩΙ Ἐμοὶ φίλος μέν ἐστιν, ὁμολογῶ, καὶ εἴη ὁ καλός τε καὶ ἀγαθὸς Σακερδὼς ὁ συμπρεσβύτερος, καὶ ταύτῃ μᾶλλον ὅτι σου περιέχεται. Οὐδὲ γὰρ ἐν οἷς ᾐτιᾶτο τὸ φίλτρον ἀπέλειπεν, ἀλλ᾽ ἀδελφικὴν μᾶλλον ἐποιεῖτο μέμψιν ἢ κατηγορίαν φιλαπεχθήμονα.
Οὐ μέντοι τοσοῦτον ἀμαθῶς ἔχω καὶ προπετῶς, ὥστε δίκην δικάζειν πρὶν ἀμφοτέρων ἀκοῦσαι (μὴ τοῦθ᾽ ὑπολάβῃς), ὅς γε καὶ δι᾽ αὐτῆς τῆς ἐπιστολῆς, ἧς κατέγνωκας ὡς θρασείας (εἰ μὴ παρέργως ταύτην ἀνέγνως), οὐ τοσοῦτόν σου καθηψάμην ὅσον τῶν ἀναπτόντων ὑμᾶς καὶ παρακερδαινόντων ἐκ τῆς ὑμετέρας μικροψυχίας ἰδίαν ἀπόλαυσιν.
Τί οὖν ἐστιν ὃ πέπονθα; Γνοίης ἂν οὕτως. Οἱ πωλοδάμναι τοὺς πώλους γυμνάζουσι πρὸς τὰ χρώματα καὶ τοὺς ψόφους, καὶ τῶν χωρίων τὰ πρανῆ τε καὶ τὰ ὕπτια, οὐχ ἵνα πτοήσωσιν, ἀλλ᾽ ἵνα μὴ πτοεῖσθαι διδάξωσι· τοῦτο κἀγὼ διανοηθείς, τραχυτέραν πως καὶ τὴν ἐπιστολὴν ἐποιησάμην.
Πολλὰ γὰρ τὰ φιλοσοφίας γυμνάσματα· καὶ τῷ Θεῷ χάρις, ὅτι σε μὴ ἀφιλόσοφον εὗρον μηδὲ τῆς ὕλης, ἀλλ᾽ ἥμερον ἱκανῶς καὶ τῆς ἡμετέρας αὐλῆς, ὑφ᾽ ἧς καὶ γράφεις ἐπιεικῶς καὶ τὴν συντυχίαν ποθεῖς. Εἰ μὲν οὖν καὶ ταύτην ἡμῖν χαρίζοιο, κρεῖττον ποιεῖς καί σε δεξόμεθα, εὖ ἴσθι, πατρικοῖς ὄμμασιν· εἰ δ᾽ ἄρα τι ὁ χειμὼν ἐμποδίζει, τῇ παραινέσει τέως σε δεξιούμεθα.
Μηδὲν προτιμήσῃς ἔτι καὶ νῦν τῆς πρὸς τὸν ἀδελφὸν Σακερδῶτα φιλίας καὶ ὁμονοίας (ἐμοὶ πείσθητι), μηδ᾽ ἄλλο τι νομίσῃς ἢ πεῖραν εἶναι τοῦ πονηροῦ τὸ γενόμενον τῇ σῇ φιλοσοφίᾳ βασκαίνοντος. Ἀλλὰ πρὸς τὴν πρώτην πεῖραν ἀγώνισαι γενναίως καὶ ἀνδρικῶς, ἵνα μὴ δευτέραν ποιήσηται καὶ τρίτην πάλην καὶ ἄλλας ἑξῆς, ἀλλ᾽ ἡττημένος ἀπέλθῃ καὶ ᾐσχυμμένος. Ἴσμεν γὰρ αὐτοῦ τὰ παλαίσματα, τῷ μακρῷ χρόνῳ τοῦτο μαθόντες, καὶ τοῖς πρὸς αὐτὸν ἀγωνίσμασι.
ΕΛΛΑΔΙΩΙ Οὓς ποιήσομαι πρὸς σὲ λόγους ὑπ᾽ εὐνοίας ποιήσομαι, ὥστε δίκαιος ἂν εἴην μάλιστα μὲν ἀκουσθῆναι παρακαλῶν· εἰ δ᾽ οὖν, ἀλλὰ συγγνωσθῆναι τῆς παραινέσεως. Οὐ πολλοὶ τὴν πρᾶξιν ὑμῶν ἀποδέχονται, τὴν περὶ τὸν τιμιώτατον ἡμῶν ἀδελφὸν καὶ συμπρεσβύτερον Σακερδῶτα, ὡς ἐκ διαβολῆς τινων μᾶλλον ἢ κρίσεως οἰκείας γεγενημένην, οἳ τὴν μὲν ἀκολουθίαν τῶν πραγμάτων τυχὸν ἀγνοοῦσι, τὸ δὲ τέλος αὐτὸ καθ᾽ αὑτὸ θεωροῦντες οὐκ ἐπαινοῦσι.
Ταῦτα μὲν οὖν αὐτὸς ἂν εἰδείης. Οὐ γὰρ ἡμῶν τὰ σὰ πολυπραγμονεῖν, ὃς καὶ τοῖς ἄλλοις τὰ πρακτέα νομοθετεῖς. Ἡμεῖς δὲ παρακαλοῦμεν τὴν σὴν ἀγαθότητα, τὸ μὲν πρῶτον συγχωρῆσαι τῷ ἀνδρὶ πᾶσαν τὴν ἐπιμέλειαν ὧν ἐφρόντιζεν· οὐδὲ γὰρ οὕτω ῥᾴδιόν τινι φιλοσοφῆσαι, κἂν ὁ καρτερικώτατος ᾖ καὶ φιλοσοφώτατος, ὥστε πόνων τοσούτων καὶ συνηθείας τοσαύτης ἀποστερούμενον φέρειν.
Εἰ δὲ μή, τό γε δεύτερον, τὴν μὲν τῶν πτωχῶν ἐπιμέλειαν, ὡς βούλει, διαθέσθαι δι᾽ ὧν ἂν αὐτὸς δοκιμάσῃς, τὴν δὲ τῆς μονῆς φροντίδα καὶ τῶν ἀδελφῶν ἐπ᾽ αὐτῷ ποιήσασθαι· καὶ μὴ λυπῆσαι μὲν αὐτὸν τῇ καινοτομίᾳ, λυπῆσαι δὲ πλέον ἐκείνους τῆς συνηθείας ἀντεχομένους καὶ ὥσπερ σώματος ἑνὸς διασπασμὸν μελῶν οὐ φέροντας. Τοῦτο γὰρ καὶ πρὸς ἡμᾶς ἐλθόντες τινὲς αὐτῶν ἀπωδύραντο.
Εἰ μὲν οὖν τί σοι καὶ ἀφ᾽ ἑαυτοῦ ὁ ἀνὴρ αἰδέσιμον ἔχειν φαίνεται, ὥσπερ οὖν ἄξιον, αὐτὸν δι᾽ αὐτὸν αἰδέσθητι, καὶ τὴν πολιάν, καὶ τοὺς καμάτους, τούς τε ἄλλους οὓς κατὰ Θεὸν ὑπέστη πρεσβυτέραν τῆς ἡλικίας τὴν εὐλάβειαν ἐπιδεικνύμενος, καὶ τοὺς ἐπὶ τῇ πτωχοτροφίᾳ καὶ προστασίᾳ τῶν ἀδελφῶν.
Εἰ δὲ τοῦτο μικρόν σοι δοκεῖ, ἀλλ᾽ ἡμᾶς γε καὶ τὴν ἡμετέραν πρεσβείαν πάντως μὴ ἀτιμάσῃς· καὶ πρὸ πάντων τῶν ἄλλων ἄνες αὐτῷ τὴν ὀργὴν καὶ τὴν λύπην, ναὶ παρακαλῶ, καὶ ὡς πατὴρ τέκνον οἰκείωσαι· εἴ τι καὶ λελύπηκεν, ὅπερ οὐκ οἴομαι, τοῦτο ἡμῖν συγχωρήσας, καὶ μηδὲν ἀνάξιον μὲν αὐτοῦ, ἀνάξιον δὲ τῆς σῆς ἡμερότητος ἢ εἰπὼν ἢ γράψας περὶ αὐτοῦ· εἰ δέ τι καὶ γέγραπται, λύσας.
Μηδὲ τὴν λύπην δημοσιεύσῃς, ἣν κρύπτεσθαι βέλτιον ἢ γνωρίζειν τοῖς ἔξωθεν, ὡς ἂν τά τε ἄλλα καὶ αὐτὸν μακροθυμεῖν διδάξῃς τῷ ὑποδείγματι.
ΤΩΙ ΑΥΤΩΙ Ὧν ἐπέστειλας τὰ μὲν λίαν ἥμερα καὶ φιλάνθρωπα, τὰ δὲ οὐκ ἔχω τί λέγω, πλὴν ἡμῖν λυπηρά, καὶ μάλα εἰκότως, ὡς ἐμαυτὸν πείθω. Εἴτε γὰρ δικαίως ἐγκαλεῖται ὁ ἀδελφὸς καὶ συμπρεσβύτερος ἡμῶν Σακερδώς, ὅπερ οὐκ οἴομαι, λυπηρόν. Πῶς γὰρ οὔ; τοσαύτην εὐλάβειαν καὶ τοσούτους πόνους οὕτως ἐν βραχεῖ καταλυθῆναι;
Εἴτε διαβολὴ ταῦτά ἐστι παρὰ τῶν φθονούντων αὐτῷ κατασκευασθεῖσα, καὶ τοῦτο ἀνιαρόν, οὗ ἡ πολιτεία συνῆπταί σοι, τοῦτον ἀλλοτριοῦσθαι ταῖς ἐπηρείαις. Ἣν οὖν ἐν τοῖς παροῦσιν ἀρίστην γνώμην καὶ λυσιτελεστάτην ἔγνων, ταύτην ἀπόδεξαι· αὐτὸν ἔπεμψά σοι τὸν ἀδελφόν, μᾶλλον δὲ ὡρμημένον προέπεμψα δι᾽ ἑαυτοῦ καὶ τὸ λυποῦν θεραπεύσοντα καὶ πάντα μετὰ ἀληθείας ἀναδιδάξοντα.
Περὶ μὲν γὰρ τῶν ἀπολογήσασθαί φησιν ἕτοιμος εἶναι, τὰ δὲ ὡς ψεύδη κατεσκεύασται δεῖξαι. Τοῦτο γὰρ καὶ ἡμᾶς ἔπεισεν, ὡς φόβῳ Θεοῦ τοὺς λόγους ποιούμενος.
ΟΜΟΦΡΟΝΙΩΙ Ἐπὶ τὴν σύνοδον ἡμᾶς καλεῖς· ἐγὼ δὲ ηὐχόμην οὕτως ἔχειν τοῦ σώματος ὥστε παρεῖναι ὑμῖν καὶ αὐτόκλητος, ἵν᾽ ἴδω τὸν ἱερὸν οἶκον ὑμῶν, τὸ Χριστοῦ καταγώγιον, τὴν τῶν ἁγίων κλάδων ῥίζαν, τὴν ὡς ἀληθῶς 〈μητέρα τέκνων εὐφραινομένην〉 τε καὶ εὐφραινομένων.
Οἶδα τοῦτο καὶ πέπεισμαι ἐν Κυρίῳ καὶ διὰ τοῦτο λέγω θαρρῶν· καὶ εἴ τι λυπηρὸν νῦν ὑμῖν ἀπήντηκεν, οὐ 〈μὴ ἀποσβεσθῇ ὁ λύχνος τοῦ Ἰσραήλ〉, κἂν ταῖς αὔραις τοῦ πονηροῦ ῥιπίζηται, οὐδὲ ἡ τοῦ Θεοῦ χρηστότης ἐπὶ πλεῖον κρυφθήσεται, ἣν 〈κρύπτει τοῖς φοβουμένοις αὐτὸν〉 λόγοις ἀρρήτοις οἰκονομίας, ἀλλ᾽ ἐνδοξασθήσεται μᾶλλον καὶ θαυμασθήσεται διὰ τῆς ὑμετέρας ὑπομονῆς καὶ 〈τῆς μὴ καταισχυνούσης ἐλπίδος〉.
Τοῦτο δὲ παραίνει καὶ τῷ τιμιωτάτῳ υἱῷ ἡμῶν Σακερδῶτι, μηδὲν ἀθυμεῖν μηδ᾽ ἀνάξιον ἑαυτοῦ τι πάσχειν, ἀλλ᾽ οὕτω τὸν καιρὸν διαθέσθαι ὡς φιλοσοφίας ὕλην τὰ λυπηρὰ λαβεῖν. Ἔτι θεραπευσάτω τὸν τιμιώτατον ἡμῶν ἐπίσκοπον· ἔτι ῥωννύτω τοὺς ἀδελφούς, ἵνα μάλιστα μὲν μὴ καταλυθῇ τὸ ἔργον ἡμῶν ὃ προεθέμεθα ἐν Κυρίῳ, τοσοῦτόν τε ὂν καὶ οὕτω περιβόητον.
Εἰ δὲ μή, τὸ γοῦν ἐπιεικὲς δείξομεν καὶ τὸν φθόνον νικήσομεν, ὡς μηδεμίαν δεδωκότες καθ᾽ ἑαυτῶν λαβὴν 〈τοῖς〉 πονηροῖς 〈ματαίως ἡμῖν ἐχθραίνουσιν〉.
ΘΕΚΛΗΙ Ὥρμησα μὲν καὶ αὐτὸς πρὸς τὴν σὴν εὐλάβειαν, καίπερ ἀσθενοῦντος ἡμῖν τοῦ σώματος, ἐπισκεψόμενός τε ὁμοῦ καὶ τῆς καρτερίας ἐπαινεσόμενος, ἣν ἐπὶ τῷ μακαριωτάτῳ ἀδελφῷ σου φιλοσοφεῖς· τοῦτο γὰρ οὐκ ἀμφίβολον.
Ἐπειδὴ δὲ ὑπό τινος περιστάσεως ἐκωλύθην, ἀναγκαίως ἦλθον ἐπὶ τὰ γράμματα καὶ συμφιλοσοφήσω σοι διὰ βραχέων τὰ σά. Πόθεν ὁ καλὸς Σακερδὼς ἡμῖν, ὁ γνήσιος τοῦ Θεοῦ παραστάτης καὶ νῦν καὶ πρότερον; Ἐκ Θεοῦ. Ποῦ δὲ νῦν Σακερδώς; Πρὸς Θεόν, οὐκ ἀηδῶς ὑποχωρήσας, εὖ οἶδα, τῷ φθόνῳ καὶ τοῖς τοῦ πονηροῦ παλαίσμασι.
Πόθεν δ᾽ ἡμεῖς; Οὐκ ἐκεῖθεν; Ποῦ δ᾽ ἡμεῖς ἀναλύσομεν; Οὐ πρὸς τὸν αὐτὸν Δεσπότην; Καὶ εἴθε μετ᾽ ἴσης τῆς παρρησίας. Τοῦ αὐτοῦ προσκυνηταὶ καὶ παρήχθημεν καὶ μεταχθησόμεθα, ὀλίγα ἐνταῦθα κακοπαθήσαντες, ὥς γε πρὸς τὴν ἐκεῖθεν ἐλπίδα, καὶ ἴσως ἵνα γνῶμεν τὴν χάριν, ἐξ ὧν ἐνταῦθα πεπόνθαμεν.
Πατήρ, μήτηρ, ἀδελφός, οἱ προειληφότες, τί τοῦτό ἐστιν; Ἀριθμὸς ἐπαινετῶν ὁδοιπόρων. Τούτοις ἀκολουθήσει καὶ Θέκλα μετὰ μικρόν, ἡ τοῦ Θεοῦ δούλη καὶ ἀπαρχὴ τῶν καλῶν, ὀλίγον ὑπομείνασα, ὅσον ἐκείνους τε τιμῆσαι τῇ καρτερίᾳ καὶ πολλοῖς ὑπόδειγμα γενέσθαι τῆς περὶ ταῦτα φιλοσοφίας.
Ἐπαινῶμεν οὖν τὴν αὐτὴν δεσποτείαν καὶ δεχώμεθα τὴν οἰκονομίαν τῶν πολλῶν ὑψηλότερον. Ταῦτα ἔχε νῦν ἀνθ᾽ ἡμῶν καὶ τούτοις σύνεσο τοῖς λογισμοῖς, εἰ καὶ κρείττονας παρὰ σεαυτῇ ἀνευρίσκεις. Εἰ δέ σε καὶ κατ᾽ ὄψιν ἰδεῖν καταξιωθείημεν μετὰ παντὸς τοῦ σοῦ καὶ περὶ σὲ πληρώματος, πλείων ἡ χάρις τῷ εὐεργέτῃ.
ΤΗΙ ΑΥΤΗΙ Ἀλγεῖς ἀπολειφθέντων ἡμῶν, ὡς εἰκός· ἡμεῖς δὲ πλέον ἐπὶ τῷ χωρισμῷ τῆς σῆς εὐλαβείας. Πλὴν εὐχαριστοῦμεν τῷ Θεῷ μέχρι σοῦ φθάσαντες, καὶ οὐκ ἐμεμψάμεθα τῷ κόπῳ. Εἴδομεν γάρ σου τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως καὶ τὴν ἐπαινετὴν ἐρημίαν καὶ τὸν φιλόσοφον ἰδιασμόν, ὅτι πάντων χωρισθεῖσα τῶν τοῦ κόσμου τερπνῶν Θεῷ μόνῳ συνέκλεισας ἑαυτὴν καὶ τοῖς ἁγίοις μάρτυσιν, οἷς παροικεῖς, καὶ προσήγαγες τῷ Θεῷ καὶ προσάγεις μετὰ τῶν ἀγαπητῶν σου τέκνων 〈θυσίαν ζῶσαν, εὐάρεστον〉.
Ταῦτα οὖν ἔστω σοι καὶ παραμυθία τῶν λυπηρῶν, ἐπεὶ καὶ Δαυῒδ ὁ μέγας ἐγκρύπτει τοῖς ἐκεῖθεν ἀγαθοῖς, εἰς ἃ πέμπει τοὺς λογισμούς, τὰ ἐντεῦθεν ὀδυνηρά, ὅταν λέγη· 〈Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν〉· καὶ οὐκ ἀποτίθεται μόνον τὸ ἀλγεινὸν ὅταν μνησθῇ τοῦ Θεοῦ, ἀλλὰ καὶ εὐφραίνεται· 〈Ἐμνήσθην〉 γάρ, φησι, 〈τοῦ Θεοῦ καὶ εὐφράνθην〉.
Ἀλγοῦσι καὶ οἱ τῷ κόσμῳ προστετηκότες καὶ πολὺ πλείονα τῶν τῷ Θεῷ δουλευόντων· ἀλλ᾽ ἄμισθον αὐτοῖς τὸ ἀλγεῖν· ἡμῖν δὲ καὶ τὸ πάσχειν ἔμμισθον, ὅταν διὰ τὸν Θεὸν καρτερῶμεν. Φέρε γὰρ ἀντισταθμήσωμεν τὰ λυπηρὰ τοῖς ἡδέσι καὶ τὰ παρόντα τοῖς μέλλουσι, καὶ οὐδὲ πολλοστὸν μέρος εὑρήσομεν ταῦτα ἐκείνων· τοσοῦτον ὑπερβάλλει τὰ χρηστότερα.
Καλὸν οὖν φάρμακον ἡμῖν, ὅταν ὀδυνώμεθα, τότε μεμνῆσθαι Θεοῦ καὶ τῶν ἐκεῖθεν ἐλπίδων καὶ τὸ τοῦ Δαυῒδ πάσχειν, 〈ἐν θλίψει πλατύνεσθαι〉, ἀλλὰ μὴ στενοχωρεῖσθαι τοῖς λογισμοῖς μηδὲ ὥσπερ νέφει τῇ λύπῃ καλύπτεσθαι, ἀλλὰ τότε μάλιστα τῆς ἐλπίδος ἔχεσθαι καὶ πρὸς τὴν ἐκεῖθεν διαβλέπειν μακαριότητα τὴν ἀποκειμένην τοῖς ὑπομένουσι.
Μάλιστα δ᾽ ἂν οὕτω πεισθείημεν ἐγκαρτερεῖν τοῖς δεινοῖς καὶ ὑπὲρ τοὺς πολλοὺς εἶναι ὅταν ἀλγῶμεν, εἰ ἐνθυμηθείημεν τί ἐπηγγειλάμεθα τῷ Θεῷ καί τί ἠλπίσαμεν ὅτε τῇ φιλοσοφίᾳ προσέβημεν· πλουτεῖν; εὐθυμεῖν; εὐημερεῖν κατὰ τὸν βίον τοῦτον; ἢ ἐκ τῶν ἐναντίων θλίβεσθαι; κακοπαθεῖν; στενοχωρεῖσθαι; 〈πάντα στέγειν, πάντα ὑπομένειν〉 διὰ τὴν τῶν μελλόντων ἐλπίδα; Ταῦτα, οἶδα, οὐκ ἐκεῖνα προσεδοκήσαμεν.
Φοβοῦμαι οὖν μὴ καὶ τὰς συνθήκας τὰς πρὸς Θεὸν ψευδώμεθα, ὅταν καὶ ταῦτα ζητῶμεν ἔχειν κἀκεῖνα ἐλπίζωμεν. Μὴ καταλύσωμεν τὴν πραγματείαν ἀλλ᾽ ἐνέγκωμεν ταῦτα ὑπὲρ τοῦ τυχεῖν ἐκείνων. Ἔθλιψαν ἡμᾶς οἱ θλίψαντες, ἠνίασαν οἱ μεταχωρήσαντες· ἀλλ᾽ ἡμεῖς ἀδούλωτον τοῖς πάθεσι τὴν ψυχὴν φυλάξωμεν.
Οὕτω τῶν λυπούντων κρατήσομεν. Κἀκεῖνο σκόπει διὰ τίνα θλιβόμεθα· οὐ διὰ τοὺς μεταστάντας; Τί δ᾽ ἂν ποιοῦντες ἐκείνοις χαρισαίμεθα; Οὐ καρτεροῦντες; Τοῦτο οὖν αὐτοῖς χαρισώμεθα· καὶ γὰρ πείθομαι τὰς τῶν ἁγίων ψυχὰς τῶν ἡμετέρων αἰσθάνεσθαι.
Ἐπὶ πᾶσι καὶ πρὸ πάντων ἐκεῖνο λογιζώμεθα, ὅτι τῶν ἀτόπων ἐστὶν ἔξω μὲν τῆς ἀνάγκης φιλοσοφεῖν, ἐν δὲ τοῖς πάθεσιν ἀφιλοσόφους φαίνεσθαι, ἀλλὰ μὴ τοῖς πολλοῖς τύπον γενέσθαι ὥσπερ τῆς ἐν τοῖς εὐθύμοις εὐχαριστίας, οὕτω καὶ τῆς ἐν τοῖς δεινοῖς καρτερίας.
Καὶ ταῦτα γράφω, οὐχ ὡς ἀγνοοῦσαν διδάσκων, ἀλλ᾽ ὡς ἐπισταμένην ὑπομιμνῄσκων. Ὁ δὲ 〈Θεὸς τῆς παρακλήσεως〉 σέ τε ἄτρωτον φυλάξειε τοῖς πάθεσι καὶ ἡμῖν γε χαρίσαιτο πάλιν ἰδεῖν σου τὴν εὐλάβειαν καὶ διὰ τῶν ἔργων πεισθῆναι ὅτι ὁ κόπος ἡμῶν οὐκ εἰς κενὸν ἐγένετο, ἀλλ᾽ ἐσμέν τι παρὰ σοὶ πλέον τῶν ἄλλων, ὡς τῆς θλίψεως ἐκοινωνήσαμεν οὕτω καὶ τῆς φιλοσοφίας κοινωνὸν λαβόντες, ὃ τάχα τῇ πολιᾷ ἡμῶν ταύτῃ καὶ τοῖς κατὰ Θεὸν καμάτοις ὀφείλεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.