Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί
Επιστολές και νουθεσίες περί ασκητισμού και προστασίας ορφανών
Διαμαρτυρίες για εκδίωξη από ασκητήριο, αυστηρές νουθεσίες για τον ορθό βίο και παρεμβάσεις υπέρ χηρών και ορφανών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές και νουθεσίες περί ασκητισμού και προστασίας ορφανών
Διαμαρτυρίες για εκδίωξη από ασκητήριο, αυστηρές νουθεσίες για τον ορθό βίο και παρεμβάσεις υπέρ χηρών και ορφανών.
ΟΥΑΛΕΝΤΙΝΙΑΝΩΙ Ἐξελαυνόμεθα Καρβάλης 〈ἀνοσιώτατα〉, συγχρήσομαι γὰρ τῷ τῆς τραγῳδίας, μικρὸν ἐναλλάξας. Ἐξελαυνόμεθα δὲ λόγῳ μὲν οὐδαμῶς, ἔργῳ δὲ καὶ πάνυ σφοδρῶς. Πολλῷ γὰρ βέλτιον ἦν προγράμματι κηρύξαι τὴν ὑποχώρησιν ἢ γυναιξίν, ἃς ἀντιπροσώπους ἡμῶν συνῴκισας, τὸ σεμνὸν τοῦ βίου περικόπτων καὶ καθημερινὴν ἀσχημοσύνην καὶ βλασφημίαν παραζευγνὺς παρὰ τῶν ῥᾳδίως ἐπηρεαζόντων τοῖς οὕτω ζῆν ἑλομένοις, ὥσπερ ἡμεῖς.
Εἰ δὲ μὴ τολμηρὸν εἰπεῖν, καὶ ἡμᾶς τοῦ παραδείσου διὰ τῆς Εὔας ἐκβέβληκας. Ῥᾴδιον μὲν γὰρ εὑρεῖν εὐπρεπές τι καὶ ἀφοσιώσασθαι καὶ δόξαι δίκαια λέγειν, ὡς οὔτε ἐξωθούμεθα παρὰ σοῦ καὶ τιμώμεθα γειτνιᾶν ἡμῖν θέλοντος· προσθήσεις δὲ ἴσως, ὅτι καὶ δεξιοῦσθαι φιλικῶς τε καὶ συγγενικῶς καί τι παραπολαύειν τῆς φιλίας τῆς ἡμετέρας. Τὸ δὲ λόγος, οὐκ ἔργον ἐστίν.
Ὑμᾶς μὲν γὰρ ἐπιδημοῦντας τῷ τόπῳ καὶ δεχόμεθα καὶ ἀσπαζόμεθα· οἰκαρχίαις δὲ γυναικῶν οὕτως ὑποχωρήσομεν ὥσπερ ἐχιδναίοις ἐπιδρομαῖς. Τὸ μὲν οὖν ἡμέτερον ἔχει πέρας. Κατεσοφίσθημεν, συνεστάλημεν, ἡμᾶς αὐτοὺς τετιμήκαμεν, ἀφέντες καὶ πόνους χειρῶν ἡμῶν καὶ ἐλπίδας καὶ πολλὰ τοῖς ἁγίοις ἀπολογησάμενοι μάρτυσι.
Πάντως εἰ καὶ βαρέα ταῦτα καὶ δύσφορα, ἀλλὰ καθ᾽ ὁδόν γε τοῦ καθ᾽ ἡμᾶς βίου φιλοσοφούμενα, καὶ οὔπω τοῦ πόλεις ἐκ πόλεων ἀμείβειν (ὃ φέρειν ἐκελεύσθημεν) φορτικώτερα. Σὺ δὲ τὸν τόπον οἰκοίης μακρότερα μὲν ἢ κατὰ τοὺς προενοικήσαντας, σωφρονέστερον δὲ ἢ ἐλπίζομεν, ὡς ἂν μήτε τοὺς ἁγίους ὑβρίζοιτε μάρτυρας, μήτε αὐτοὶ πλήσσοισθε τῇ παροικίᾳ.
Ἐκεῖνο δὲ πρὸ πάντων ἀσφαλίσασθε, τῶν καθιερωμένων τοῖς μάρτυσι φείσασθε, ἵνα μὴ κακῶς περί τε ὑμῶν αὐτῶν καὶ τῶν ὑμετέρων βουλεύσησθε, πονηρῷ τῷ ἐπεισοδίῳ τὰ ὄντα φθείροντες.
ΑΔΕΛΦΙΩΙ Εἶεν· τὰ μὲν δὴ πρῶτα ἡμῖν ἔχει καὶ πάνυ καλῶς. Ἀρετὴν ἐπαινοῦμεν, ἄμφω πρὸς Θεὸν νεύομεν, οὐ δεδέμεθα πρὸς τὰ κάτω, ὅτι μὴ πᾶσα ἀνάγκη, τὴν κρείττω καὶ θειοτέραν φιλίαν ἀσπαζόμεθα, χεῖρας ἀλλήλων εἰλήφαμεν καὶ ἐπιστωσάμεθα.
Φέρε δὲ ἤδη καὶ περὶ τῆς δευτέρας οἰκειότητος πρεσβεύσωμεν πρὸς ὑμᾶς, Θεὸν προστησάμενοι τοῦ λόγου, καὶ σὺν τούτῳ κινούμενοι, ὅνπερ δὴ παντὸς ποιούμεθα καὶ ἔργου καὶ λόγου προστάτην. Εἰ δὲ γράμμασι πρᾶγμα τοσοῦτον πιστεύομεν, μὴ θαυμάσῃς.
Μάλιστα μὲν γὰρ ἡ σὴ δεξιότης καὶ τὸ τῶν σῶν ἠθῶν ἁπλοῦν τε καὶ ἐλευθέριον (ὅπερ ὀλίγον καὶ παρ᾽ ὀλίγοις εὕροι τις ἄν), ἐπῆρεν ἡμᾶς καὶ τὰ τοιαῦτα θαρρεῖν. Ἔπειτα οὐδὲ γράμμασι τὸ πᾶν ἐπιτρέπομεν (οὐχ οὕτως ἐσμὲν ἀρχαῖοι καὶ μικρῶς τὰ μεγάλα πράττοντες, οὐδὲ τὰ σπουδαῖα παρέργως), ἀλλὰ νῦν μέν, ὥς φησι Πίνδαρος, οἷον 〈χρυσέας ὑφίσταμεν εὐτειχεῖ θαλάμῳ κίονας〉, μικρὸν δὲ ὕστερον δι᾽ ἡμῶν αὐτῶν, ἡνίκα ἂν διδῷ Θεός, καὶ 〈θεητὸν μέγαρον πήξομεν〉, ἔργον λόγῳ, ὅ φασι, συνάπτοντες.
Πολλοὶ προσίασι τῶν ἐν ὑμῖν εὐπατρίδαι (καὶ γὰρ πείθομαι προσιέναι πολλούς· τίς δὲ οὐχ ὑμῶν ἐρᾷ καὶ τῆς συναφείας τῆς ὑμετέρας;), πολλοὶ τῶν τῆς μεγάλης ὀφρύος, χρήματα, συγγένειαν, φίλους, δυναστείαν ἐν πόλεσι, δυναστείαν ἐν βασιλείοις, πάντα προτείνοντες ὅσα ἐστὶ περιφορᾶς ἀλόγου καὶ καιροῦ παίγνια, νῦν μὲν τοῖς προσπίπτοντα, νῦν δὲ τοῖς, καὶ ὥσπερ ἐν πεττῶν θέσει ἄλλοτε εἰς ἄλλους μεταρριπτούμενα καὶ μεταποιούμενα.
Ἡμεῖς δὲ ἓν ἀντὶ πάντων προσάγομεν ὑμῖν, ἡμᾶς αὐτούς, καὶ μέντοι καὶ ζητοῦμεν ἓν ἀντὶ πάντων, ὑμᾶς. Εἰ τοίνυν καὶ βελτίους καὶ ἐκ βελτιόνων (ὁμολογοῦμεν γάρ, ἐπεὶ καὶ τοῦτο ἡμέτερον γίνεται), ἀλλ᾽ ἑνί γε οὐχ ὑπερέξοντας ἡμῶν (ἐν Θεῷ δὲ εἰρήσεται), τῷ πιστῷ καὶ γνησίῳ περὶ τὴν οἰκειότητα· οὗπερ δεῖ μᾶλλον ποιεῖσθαι λόγον ἢ πάντων ὁμοῦ, τούς γε νοῦν ἔχοντας.
Ἀρκεῖ τοσαῦτα πρὸς τὴν σὴν τελειότητα, καὶ ταῦτα πέρα ἴσως ἢ κατὰ μέτρον ἐπιστολῆς. Λοιπόν τι καὶ ἐμαυτῷ καὶ ὑμῖν ἐπεύξομαι· Θεὸς ἐπὶ νοῦν ὑμῖν ἀγάγοι, παρ᾽ οὗ καὶ ταῦτα καὶ τἄλλα οἰκονομεῖται τοῖς ἀγαπῶσιν αὐτόν, ὅ τι ἂν ᾖ βέλτιστον καὶ συμφέρον ἡμῖν τε καὶ ὑμῖν ἐπίσης, ἄλλως τε καὶ περὶ τηλικούτων βουλευομένοις.
ΤΩΙ ΑΥΤΩΙ Υἱὸς οὐκ ἀτιμάζεται, ἀλλ᾽ οὐδὲ ἀπιστεῖται πατήρ. Διὰ τοῦτο μὴ ἀπιστήσῃς ἡμῖν ἀπολογουμένοις ὅτι ἀρρωστία καὶ ἀσχολία πνευματικὴ τὸ κωλῦσαν ἦν ἡμᾶς γενέσθαι μέχρι Ναυΐλων καὶ τῆς συνόδου μετασχεῖν, ἄλλως τε καὶ τοσαύτῃ σπουδῇ κεκλημένους, ἀλλ᾽ οὐκ ὄκνος τις οὐδὲ περιφρόνησις, ὅπερ ἴσως ὑπέλαβες.
Νῦν μὲν οὖν ἔτι τῇ ἀσθενείᾳ κρατούμεθα. Εἰ δὲ δοίη τὸ ὑγιαίνειν Θεός, καὶ τὴν ἀπολογίαν προσθήσομεν, καὶ δραμόντες μέχρι τῆς σῆς εὐγενείας καὶ πλήρεις τὰς εὐλογίας τῷ οἴκῳ ἡμῶν ἀποδώσοντες. Ἡμέτερα γὰρ εἶναι τὰ σὰ καὶ βουλόμεθα καὶ εὐχόμεθα.
ΤΩΙ ΑΥΤΩΙ Ἔτι σε καλῶ τίμιον, καίπερ οὐ τίμια βουλευόμενον. Καί μου δέξαι τὴν παρρησίαν σπλάγχνοις πατρικοῖς κινουμένου καὶ καρτερεῖν οὐ δυναμένου διὰ τὴν εὔνοιαν. Πολλῷ γὰρ βέλτιον βραχέα λυπήσαντα μέγιστα ὠφελῆσαι, ἢ τὸ πρὸς ἡδονὴν διώκοντα ζημιῶσαι τῷ κεφαλαίῳ. Ἱερεὺς ἦν ὁ Ἡλί, καὶ τοῖς παισὶν ἀσεβοῦσιν ἐπέπληττε μέν, 〈Οὐκ ἀγαθὴ ἡ ἀκοή〉, λέγων, 〈ὦ τέκνα, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν〉· ὅτι δὲ μὴ σφοδρῶς ἐπέπληττε, σφοδρῶς ἐνεκλήθη καὶ δίκην ὑπέσχε πατὴρ εὐσεβὴς παίδων παρανομίας.
Τοῦτο φοβούμενος τὸ ὑπόδειγμα καὶ αὐτός, ἐπὶ ταύτην ἦλθον τὴν παραίνεσιν. Τί ἐστιν ὃ πέπονθας, ἀγνοῶ. Τίς ἡ τοσαύτη περὶ σὲ σκοτομήνη; Πῶς αἰσχύνεις μὲν σεαυτοῦ τὸ γένος; αἰσχύνεις δὲ τὴν ἡμετέραν πολιὰν καὶ τὰς ἐλπίδας ἃς εἴχομεν ἐπὶ σοί, ἡνίκα ἐπέστημεν Ναυΐλοις, πᾶν ἀγαθὸν καὶ διαλεχθέντες καὶ πείσαντες, ὡς ᾠόμεθα;
Πῶς οὐκ ἀκούεις λεγούσης τῆς Γραφῆς· 〈Μὴ δῷς γυναιξὶ τὸν σὸν πλοῦτον〉 καὶ τὰ σὰ χρήματα 〈εἰς ὑστεροβουλίαν〉; Εὖ γὰρ ἴσθι, μεταμελήσει σοι τούτων μικρὸν ὕστερον, ἡνίκα ἂν 〈κατατριβῶσι σάρκες σώματός σου〉, κατὰ τὸ γεγραμμένον, καὶ δυνηθῇ διασχὼν ὥσπερ ἐκ νέφους ὁ νοῦς πρὸς Θεὸν ἰδεῖν καὶ λογίσασθαι καθαρῶς τὰ συμφέροντα.
Φύλαξαι τὴν παγίδα, μὴ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς, καί, εἰ ἠγρεύθης, ἔκνηψον. Μὴ καὶ τὸ θρυλλούμενον βεβαιώσῃς, ὅτι φαρμάκοις τὸν νοῦν ἐκλάπης, ἐπειδὴ δεινὸν εἰς κακῶν ἐπίνοιαν ἡ ἀσέλγεια. Ἀλγεινὸν μὲν γὰρ τὸ καὶ οἶκον τοσοῦτον καὶ τοσούτοις πόνοις συνειλεγμένον οὕτως ἐν βραχεῖ διασπεῖραι καὶ καταλῦσαι, καὶ μάλιστα ἐν ἀρχαῖς βίου, ἡνίκα ἢ τὴν καλὴν ἢ τὴν πονηρὰν δόξαν ἕκαστος ἑαυτῷ καταβάλλεται.
Πολλῷ δὲ δεινότερον τὸ καὶ γυναῖκας παρθένους οὔσας, ἃς καὶ οἱ σοὶ γονεῖς καὶ αὐτός, ὡς ἡμᾶς ἔπειθες, καθιέρωσας τῷ Θεῷ, ταύτας ἱεροσυλεῖν καὶ ἁρπάζειν· καὶ τὰς μὲν ἔχειν ἤδη, τὰς δὲ πτοεῖν ὡς τὰ αὐτὰ πεισομένας.
Τὸν οὖν Θεὸν φοβηθείς, ᾧ λατρεύεις, καὶ ἡμᾶς αἰδεσθείς, ἐπίσχες σεαυτὸν τοῦ λοιποῦ πάσης πονηρᾶς προαιρέσεως. Εἰ γὰρ οἷόν τε παρακύψαντά σε γνῶναι τὴν ἀδοξίαν ἣν πάντων ἡμῶν κατέχεας, τάχα ἂν οὐκ ἐδεήθης ἄλλης παραινέσεως, ἀλλ᾽ αὐτὴν τὴν αἰσχύνην σύμβουλον ἐποιήσω τῶν σοὶ πρακτέων.
Τούτων ἡδίω μὲν εἶχον γράφειν, λυσιτελέστερα δὲ οὐδαμῶς. Καὶ τὰ πλείω παρήσω γράφειν, ἐκεῖνο εἰδὼς ὡς εἰ μή σε ὁ τοῦ Θεοῦ φόβος παιδαγωγήσειε, μικρὸν ἢ οὐδὲν οἱ λόγοι δυνήσονται· ἐπεὶ καὶ σιδήρῳ κηρὸς μὲν εὐκόλως χαράσσεται, σίδηρος δὲ ἐργωδέστερον, ἀδάμας δὲ οὐδὲ τῷ στερροτάτῳ διὰ σκληρότητα φύσεως.
ΙΑΚΩΒΩΙ Εἰ μὲν οὕτως εἶχον τοῦ σώματος ὡς ἐξαρκεῖν πρὸς τοὺς πόνους, αὐτὸς ἂν ἀφικόμενος πρὸς ὑμᾶς τόν τε τῆς συντυχίας πόθον ἐπλήρωσα καὶ διελέχθην περὶ ὧν ἐβουλόμην· οὐ γὰρ περὶ μικρῶν ἡμῖν ὁ λόγος.
Ἐπεὶ δὲ τῇ ἀρρωστίᾳ κατέχομαι, ἀναγκαίως ἦλθον ἐπὶ τὰ γράμματα. Τὴν κοσμιωτάτην θυγατέρα ἡμῶν Σιμπλικίαν, τὴν τοῦ καλοῦ καὶ ἀγαθοῦ Ἀλυπίου ποτὲ γυναῖκα, τοῦ κόσμου πάσης ἡμῶν τῆς πατρίδος, προσάγω τῇ σῇ εὐγενείᾳ, μετὰ τῶν οἰκτρῶν ὀνομάτων χηρείας καὶ ὀρφανίας, τῶν δικαίων παρὰ σοῦ τευξομένην περὶ ὧν σοῦ δεήσεται.
Καὶ σκόπει τῆς συμφορᾶς τὸ μέγεθος· οὔπω τῶν θρήνων πέπαυται, καὶ ἀγωνιᾷ περὶ τῶν ὀρφανῶν καὶ ὁδοὺς ἐκδημεῖ μακρὰς ἐν οὕτω ἀσθενεῖ τῷ σώματι καὶ ἀπειρίᾳ πραγμάτων, ἡ μηδὲ προκύπτειν τῆς οἰκίας εἰθισμένη.
Τούτου τί ἐλεεινότερον; μηδὲ θρήνοις γενέσθαι χώραν καὶ τὴν τῆς εὐγενείας αἰδῶ λυθῆναι τῷ πάθει. Ταῦτα οὖν πάντα ἐνθυμηθεὶς καὶ πρός γε τὴν ἡμετέραν παράκλησιν αἰδεσθείς, μὴ ἀναμείνῃς ἄλλον γενέσθαι σοι δικαστὴν τῷ μεγάλῳ καὶ χρηστῷ Ἰακώβῳ· μηδὲ εἰς ἀνάγκην αὐτὴν καταστῆσαι μακροτέρας ἀποδημίας σφόδρα θαρροῦσαν τοῖς ἑαυτῆς δικαίοις, ὡς πείθει πολλοὺς καὶ ἡμᾶς· ἀλλὰ ταῖς ἐπιστολαῖς ἐντυχὼν καὶ μετὰ πάσης ὀρθότητος τὰ δίκαια βασανίσας, εὐθυμοτέραν ἡμῖν ἀπόπεμψον, ἐκεῖνο πρὸ πάντων ἐνθυμηθεὶς ὡς ἔστι πολλή σοι παρὰ Θεοῦ δυναστεία, χρήματα, δόξα, μείζονος εὐπραξίας ὁδός. Ταῦτα φύλαξον σεαυτῷ διὰ τῆς παρούσης φιλανθρωπίας, καὶ ὡς τέκνων πατήρ, καὶ τῶν μὲν ἐξαιρεθεὶς κινδύνων, τοῖς δὲ ἐμβεβηκώς, οὕτω διανοήθητι καὶ δεξιὰς σεαυτῷ ποίησον ἐκ τῆς παρούσης ὑποθέσεως τὰς κατὰ Θεὸν ἐλπίδας.
ΤΩΙ ΑΥΤΩΙ Ἀκοῇ μὲν γινώσκω τὴν σὴν τιμιότητα, θαυμάζω δὲ ὅσον ὀλίγοι τῶν ἐπὶ πλεῖστον ὡμιληκότων· τοσοῦτος παρὰ πᾶσι τῆς σῆς καλοκἀγαθίας ὁ λόγος. Διὰ τοῦτο καὶ αὐτὸς ταύτην ἐθάρρησα τὴν πρεσβείαν. Ἀπέλιπεν ἡμᾶς ὁ θαυμαστὸς Ἀλύπιος, ὁ κοινὸς τῶν φίλων προστάτης καὶ τῶν ὀρφανῶν κηδεμών. Οὐ μικρὸν τοῦτο ἡμῖν εἰς συμφοράν.
Δεύτερον προσεγένετο τὸ καὶ τὴν κοσμιωτάτην ἐλευθέραν αὐτοῦ φροντίζειν ὑπὲρ τῶν ὀρφανῶν. Ταύτην παραμύθησαι τῇ νῦν φιλανθρωπίᾳ, καὶ τὸ ἀσφαλὲς τοῖς σοῖς τέκνοις χάρισαι διὰ τῆς εἰς τοὺς ὀρφανοὺς εὐποιΐας, καὶ δεῖξον πλέον ἔχουσαν τῶν ξένων τὴν οἰκειότητα.
Πρόσεσται δὲ καὶ τὸ ἡμῖν χαρίσασθαι, οὓς ὅ τι ἂν τιμήσῃς, Θεὸν ἔσῃ τετιμηκώς, οὗπερ ἡμεῖς ἠξιώμεθα εἶναι παραστάται καὶ λειτουργοί, καὶ εἰ τῆς ἀξίας ἐλάττονες.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.