Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Επιστολές περί γάμων, πένθους και μεσολαβήσεων προς άρχοντες

Ευχές για γάμους, παραμυθία για την κοίμηση της Θεοσεβείας και εκκλήσεις προς άρχοντες για προστασία αδυνάτων και ορφανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 24 από 29

ΒΙΤΑΛΙΑΝΩΙ Αἰσθάνομαί σου τῶν ἐγκλημάτων καὶ σιωπῶντος. «Γάμους εἱστιῶμεν», ἴσως ἐρεῖς, «καὶ ταῦτα τῆς χρυσῆς Ὀλυμπιάδος καὶ σῆς, καὶ παρῆν ἐπισκόπων ὅμιλος· σὺ δὲ ἀπῆς ἡμῖν, ὁ γεννάδας, ἢ ἀπαξιώσας, ἢ κατοκνήσας.» Οὐδέτερον, ὦ θαυμάσιε. Ἀλλ᾽ οὐκ ἦν, οἶμαι, πράττοντα τραγικῶς, πανηγυρίζειν κωμικῶς, καὶ ἅμα παντελῶς ἄωρον καὶ οὐ γαμικόν, δύο ποδαλγοὶ περιφερόμενοι καὶ γελώμενοι, μέσοι πηδώντων, —ἵνα τί σοι καὶ προσπαίξωμεν γαμικῶς.

Ἐπεὶ τῷ γε βούλεσθαι καὶ πάρειμι καὶ συνεορτάζω καὶ τῶν νέων τὰς δεξιὰς ἀλλήλαις τε ἐμβάλλω καὶ ἀμφοτέρας τῇ τοῦ Θεοῦ. Πρέπει γάρ, ὥσπερ ἄλλο σοι πᾶν ἀγαθόν, οὕτω δὴ καὶ τὴν συζυγίαν ἐπὶ παντὶ βελτίστῳ γενέσθαι καὶ κατὰ τὰς κοινὰς ἡμῶν εὐχάς.

ΤΩΙ ΑΥΤΩΙ Ἰδοὺ καὶ δεύτερός σοι γαμβρός· καὶ τὸ γλυκὺ φορτίον ἀποσκευάζῃ, καλῶς γε ποιῶν. Ἀργοὶ δ᾽ ἡμεῖς, ὡς ἂν αὐτὸς εἴποις· ὡς δὲ ὁ ἀληθὴς λόγος, ἀσθενεῖς, οὐκ ἀργοί. Πλὴν καλῶς ἡμῖν ἔχει τὰ ἐκ Θεοῦ. Τῶν μὲν γὰρ θορύβων ἄλλοις παρεχωρήσαμεν, τῆς φιλοσοφίας δὲ ἡμεῖς ἀπολαύσομεν, ἐπειδὰν Θεῷ συσταλῇς καὶ ὅλως τῶν ἄνω γένῃ, μηδενὶ δεσμῷ κατεχόμενος.

Καὶ νῦν δὲ τοῖς γάμοις συνεισφέρομεν τὰς εὐχάς, εἰ δεῖ δωροφορεῖν ὑμῖν τὸ κάλλιστον.

ΓΡΗΓΟΡΙΩΙ ΑΡΧΟΝΤΙ Οὐκ ἐπαινῶ τὸν Ἡσίοδον ὅτι τοὺς ὁμοτέχνους ἀντιτέχνους ὠνόμασεν· 〈καὶ κεραμεὺς κεραμεῖ κοτέει〉 (λέγων) 〈καὶ τέκτονι τέκτων〉. Οὐ γὰρ φθονεῖ μᾶλλον ἢ προστρέχει τε καὶ ἀσπάζεται, ὡς ὁ ἐμὸς λόγος, καὶ ὡς οἰκείου περιέχεται. 〈Ἀοιδὸς〉 δὲ 〈ἀοιδῷ〉 τοσούτῳ πλέον ὅσῳ καὶ λόγος ἐστὶ τούτοις τὸ σπουδαζόμενον.

Τοῦτο δὲ καὶ αὐτὸς πεπονθὼς πρὸς τὴν σὴν λογιότητα, εἰ μὲν οὕτως εἶχον τοῦ σώματος ὥστε ταῖς τῆς ψυχῆς ὁρμαῖς ὑπουργεῖν δύνασθαι, οὐκ ἄν μέ τις ἔφθη καὶ προσδραμὼν καὶ περιπτυξάμενος καὶ τὰ ἐπιβατήρια προσφθεγξάμενος.

Ἀλλ᾽ ἡλίῳ μὲν ἐπισκοτεῖ νέφος, ἐμοὶ δὲ καὶ ἡ ἀρρωστία καὶ τὸ φθονερὸν τοῦτο σαρκίον καὶ δεσμωτήριον. Ἆρα δέξῃ μου τὴν ἐπιστολὴν ἀντὶ τῆς παρουσίας; Ναί, δέξῃ, λόγιός τε ὢν καὶ συγγνώμων, εὖ οἶδα τοῦτο καὶ οὐκ εἰκάζειν ἔχω.

Καὶ ἵν᾽ εἰδῇς ὅσον θαρρῶ τῇ σῇ καλοκἀγαθίᾳ, ἰδοὺ καὶ πρεσβείαν προσάγω σοι σφόδρα ἡμῖν ἀναγκαίαν, καὶ πρὸς τῆς σῆς φιλίας αἰτῶ τὰ τῶν φίλων. Τὸν ἐμὸν Νικόβουλον ἀπὸ τῆς ἐμῆς δεξιᾶς ἐγχειρίζω σοι σὺν τοῖς ἀδελφοῖς οὐ δώσοντα δίκην, ἀλλὰ ληψόμενον, καὶ χήραν ἄωρον τὴν τούτων μητέρα, καὶ οἰκίαν ἦν ὅτε λαμπρὰν οὖσαν καὶ ἀπόβλεπτον, ἕως περιῆν ὁ πολὺς ἡμῖν Νικόβουλος, νῦν δὲ οὐδὲ πενθῆσαι συγχωρηθεῖσαν ἐκ τῶν ἤδη ἀναφυέντων κακῶν καὶ προσδοκωμένων, εἰ μή σοί τε παρασταίη καὶ τῇ σῇ δίκῃ στῆναι πρὸς τὸν πονηρὸν δαίμονα καὶ ἡμᾶς τιμῆσαι καὶ τὸ ἀνθρώπινον αἰδεσθῆναι καὶ λαμπρὰν σεαυτῷ ποιῆσαι τὴν ἀρχὴν διὰ τῆς εἰς ἡμᾶς εὐποιΐας.

ΕΚΗΒΟΛΙΩΙ Βοήσομαί τι κατ᾽ ἐμαυτοῦ· καὶ συγγνώμη τῷ ἀλγοῦντι τὰ τοῦ ἀλγοῦντος καὶ φθέγξασθαι. Ὦ σαρκίον πονηρὸν καὶ κακόηθες, οἷά με κακὰ δρᾷς, οἷα ἐργάζῃ· ἐγγὺς ἀνὴρ ὃν καὶ πόρρω τυγχάνοντα μεταδιώκειν τῶν ἀναγκαίων, τῆς τε ἀρχικῆς ἀρετῆς εἵνεκα καὶ τῆς ἄλλης ἡμερότητος.

Σὺ δὲ πονηρῶς ἔχεις καὶ σχεδὸν ἀκινήτως, καὶ περιορᾷς ἄλλους τοῦ ἀγαθοῦ μεταλαμβάνοντας, ἡμᾶς δὲ ζημιουμένους. Τὰ μὲν οὖν τῆς κατηγορίας τοιαῦτα. Ἐπεὶ δὲ οὐκ ἐξαρκεῖ τὸ ἀποδύρασθαι μόνον ἃ πάσχομεν, ἀλλὰ δεῖ καί τινος φαρμάκου πρὸς τὴν πληγήν, τοῦτο ἐξεύρομεν, τὸ θαρρῆσαι τῇ ἐπιστολῇ ταύτῃ καὶ τοῖς γράμμασι σκιαγραφῆσαι τὴν παρουσίαν.

Εἰ δὲ καὶ τὸ εὖ ποιεῖν ἡμᾶς ἐπιζητεῖς, βρύων τὸ ἀγαθόν, προσάγομεν θαρροῦντες οἰκίαν ἐλεεινὴν καὶ φιλανθρωπίας ἀξίαν, χήραν μετ᾽ ὀρφανῶν ἔτι θερμῶν ἐν τοῖς δάκρυσι, τήν τε ἀδελφιδῆν τὴν ἐμὴν λέγω καὶ τοὺς ταύτης παῖδας οἵ, πατρὸς ἀγαθοῦ γεγονότες καὶ πολλὰ μὲν βασιλεῦσι καμόντος ἐν ὅπλοις οὐκ ἀνωνύμως, ἀλλὰ καὶ λίαν λαμπρῶς, πολλὰ δὲ τοῖς ἄρχουσιν ὑμῖν ὑπουργήσαντος (εἴ τινα Νικόβουλον ἀκούεις), κινδυνεύουσι νῦν πάσχειν τὰ χαλεπώτατα.

Μετὰ γὰρ τὴν τῶν φίλων ἔκδοσιν καὶ τοὺς ὅρκους ἐκείνους, οὓς ἐπὶ τῇ ἐξετάσει ὑπέστησαν, νῦν πάλιν ἐπηρεάζειν ἐπιχειροῦσι τοῖς ὀρφανοῖς.

ΓΡΗΓΟΡΙΩΙ ΝΥΣΣΗΣ Ὡρμημένον με πρὸς ὑμᾶς κατὰ πᾶσαν σπουδὴν καὶ μέχρις Εὐφημιάδος γενόμενον ἐπέσχεν ἡ σύνοδος ἣν αὐτόθι τελεῖτε τοῖς ἁγίοις μάρτυσι, καὶ τὸ μὴ μετασχεῖν ταύτης οἷόν τε εἶναι διὰ τὴν ἀρρωστίαν, καὶ ἄλλως βαρὺν ἂν γενέσθαι τῇ ἀκαιρίᾳ.

Ὥρμησα δὲ ὁμοῦ μὲν ἐπισκεψόμενος ὑμᾶς οὕτω διὰ μακροῦ, ὁμοῦ δὲ θαυμασόμενός σε τῆς καρτερίας καὶ τῆς φιλοσοφίας ἣν φιλοσοφεῖς (πυνθάνομαι γὰρ) ἐπὶ τῇ μεταστάσει τῆς ἁγίας ἀδελφῆς ἡμῶν καὶ μακαρίας, ὡς ἀνὴρ ἀγαθός τε καὶ τέλειος καὶ Θεῷ παριστάμενος καὶ πάντων μᾶλλον εἰδὼς τά τε θεῖα καὶ τὰ ἀνθρώπινα, καὶ ὃ τοῖς ἄλλοις βαρύτατόν ἐστιν ἐν τοῖς τοιούτοις, τοῦτο κουφότατον κρίνων, τὸ τοιαύτῃ μὲν συζῆσαι, τοιαύτην δὲ παραπέμψαι καὶ εἰς τὰς ἀσφαλεῖς ἀποθέσθαι μονάς, 〈ὥσπερ θημωνιὰν ἅλωνος κατὰ καιρὸν συγκομισθεῖσαν〉, ἵν᾽ εἴπω τὸ τῆς θείας Γραφῆς, καὶ τῶν μὲν τερπνῶν τοῦ βίου μετασχοῦσαν, τὰ δὲ λυπηρὰ διαφυγοῦσαν τῷ μέτρῳ τῆς ἡλικίας, καὶ πρὶν ἐπὶ σοὶ πενθῆσαι παρὰ σοῦ τιμηθεῖσαν τῇ καλῇ κηδείᾳ καὶ τοῖς τοιούτοις ὀφειλομένῃ.

Ποθῶ δὲ καὶ αὐτός, εὖ ἴσθι, τὴν μετάστασιν, εἰ καὶ μὴ καθ᾽ ὑμᾶς (πολὺ γὰρ τοῦτο εἰπεῖν), ἀλλ᾽ εὐθὺς μεθ᾽ ὑμᾶς. Ἀλλὰ τί χρὴ παθεῖν πρὸς Θεοῦ νόμον πάλαι κεκρατηκότα, ὃς ἔχει Θεοσεβίαν τὴν ἐμὴν (ἐμὴν γὰρ ὀνομάζω τὴν κατὰ Θεὸν ζήσασαν, ἐπειδὴ κρείττων ἡ πνευματικὴ συγγένεια τῆς σωματικῆς)· Θεοσεβίαν, τὸ τῆς Ἐκκλησίας καύχημα, τὸ τοῦ Χριστοῦ καλλώπισμα, τὸ τῆς καθ᾽ ἡμᾶς γενεᾶς ὄφελος, τὴν γυναικῶν παρρησίαν· Θεοσεβίαν, τὴν ἐν τοσούτῳ κάλλει τῶν ἀδελφῶν εὐπρεπεστάτην καὶ διαφανεστάτην· Θεοσεβίαν, τὴν ὄντως ἱερὰν καὶ ἱερέως σύζυγον καὶ ὁμότιμον καὶ τῶν μεγάλων μυστηρίων ἀξίαν· Θεοσεβίαν, ἣν καὶ ὁ μέλλων ὑπολήψεται χρόνος ἐν στήλαις ἀθανάτοις κειμένην, ταῖς ἁπάντων ψυχαῖς τῶν τε νῦν ἐγνωκότων καὶ τῶν ὕστερον εἰσομένων;

Καὶ μὴ θαυμάσῃς εἰ πολλάκις ταύτην ἀνακαλῶ· ἐντρυφῶ γὰρ καὶ τῇ μνήμῃ τῆς μακαρίας. Οὗτος ἐκείνῃ τε παρ᾽ ἡμῶν ἐπιτάφιος ἐν βραχεῖ πολὺς καὶ σοὶ παρακλητικὸς λόγος, καίπερ ἄλλους τὰ τοιαῦτα παρακαλεῖν δυναμένῳ διὰ τὴν ἐν πᾶσι φιλοσοφίαν.

Τὴν δὲ συντυχίαν (ἐπεὶ καὶ ταύτην ποθοῦμεν) νῦν μὲν ἀφῃρήμεθα δι᾽ ἣν εἶπον αἰτίαν, συνευχόμεθα δὲ ἡμῖν αὐτοῖς, ἂν ἔτι ὑπὲρ γῆς ὦμεν, καὶ μὴ τὸ κοινὸν ἡμᾶς διαζεύξῃ τέλος ᾧ πλησιάζομεν. Διὸ καὶ πάντα φέρειν ἀναγκαῖον ἡμῖν, ὡς οὔτε ἡσθησομένοις οὔτε ἀνιασομένοις μακρότερα.

ΝΕΜΕΣΙΩΙ Ἐπαινοῦσί τινες Πυθαγόραν τὸν Σάμιον ὅτι, θῦσαι δεῆσαν αὐτῷ (ἐπειδή γε ἄλλως οὐκ ἐπῄνει τὸ θύειν), πηλίνῳ βοῒ τὴν θυσίαν ἀφωσιώσατο· μηδὲ γὰρ χρῆναι νεκρὰ νεκροῖς καθαίρειν, οὕτω λέγων τὰ σώματα.

Τοῦτόν μοι καὶ αὐτὸς μιμήσασθαι καλῶς ἔχεις, ὦ θαυμάσιε, —ἐπειδή γε τὸ προστιμᾶν ἀπηγόρευταί σοι καὶ μόνος ἀρχόντων ἢ κομιδῇ σὺν ὀλίγοις ἀζήμιον ἐνίδρυσας τοῖς ἀρχομένοις τὸν φόβον, —μηδὲ Οὐαλεντινιανὸν ζημιῶσαι τὸν σὸν καὶ ἡμέτερον (ὑπὲρ συγγενοῦς γὰρ πρεσβεύομεν) ἀλλ᾽ ὅσον φθέγξασθαι πλάσαντα τὴν προστίμησιν, ἐπισχεῖν τὴν ζημίαν.

Καὶ γὰρ οὐδὲ οἰκείας ῥᾳθυμίας ὑπέχει δίκην, εἰ δεῖ θαρρήσαντας τοῦτο εἰπεῖν. Εἰ μὲν οὖν ὡς δικαστὴν πείθομεν, τοῦτο ἄριστον· εἰ δὲ μή, πρὸς τὸν φίλον καταφευξόμεθα καὶ τοῦτο φθεγξόμεθα πρὸς τὴν σὴν λογιότητα ὅπερ λέγεται πρὸς ἑαυτοῦ φίλον γεγραφέναι τις ὅτι· «Τὸν δεῖνα, εἰ μὲν οὐδὲν ἀδικεῖ, διὰ τὸ δίκαιον ἄφες· εἰ δὲ ἀδικεῖ, ἡμῖν ἄφες.» Πάντως δὲ ἄφες, ἐκεῖνο πρὸς τοῖς ἄλλοις ἐνθυμηθεὶς ὅτι τὸ μὲν κοινὸν οὐδὲν ἂν μέγα ὀνήσαιεν ἵππω δύο προστίμησις, ἡμῖν δὲ ἡ χάρις ἀνάγραπτος.

Καὶ τοῦτο δὲ προσκείσθω· τῇ συμφορᾷ τοῦ ἀνδρὸς βοήθησον σφόδρα συντριβέντος ἀπὸ συμπτώματος.

ΤΩΙ ΑΥΤΩΙ Εἴ σοι δοκῶ φορτικὸς συχνὰ ἐπιστέλλων, μηδὲν θαυμάσῃς, ἢ κατερῶ σου πρὸς σὲ τὸν δίκαιον δικαστήν, καὶ οἶδ᾽ ὅτι ἀφήσεις με τῆς αἰτίας. Αὐτός μοι τοῦ θαρρεῖν αἴτιος γέγονας τῷ προθύμως παρέχειν τὸ αἰτεῖν προκαλούμενος· καὶ θαυμαστὸν οὐδέν. Πολλὰ γάρ ἐστιν οἷς προθύμως ἂν δοίης τὴν χάριν, τὸ γῆρας, ἡ ἀρρωστία, ἡ κοινωνία τῶν λόγων (εἴπερ τι καὶ τὸ ἡμέτερον ἐν λόγοις), αὐτὸ τὸ ποθεῖν με τὴν συντυχίαν, ὑπὸ δὲ τῆς ἀσθενείας κωλύεσθαι καὶ διαμαρτάνειν τοσούτου πράγματος.

Ἀλλὰ τίς ἡ πρεσβεία; καὶ εἰ μὲν ἄδικος, αἰσχυνοίμην ἂν ἄνδρα τοσοῦτον· εἰ δὲ δικαία, προθύμως ἐπίνευσον. Πάλιν ὁ αἰδεσιμώτατος υἱὸς ἡμῶν Θεοδόσιος ἥκει πρὸς τὴν σὴν λογιότητα, ὁ ἐμὸς καὶ σός, σκοπὸς μὲν ἐμός, σὸς δὲ ἱκέτης. Καὶ ἥκει πρεσβεύων ὑπὲρ ἐλεεινοῦ πράγματος· ὀρφανοὶ κινδυνεύουσι, καὶ τὸ ἀνθρώπινον ἐν μέσῳ ἄδηλον ὂν εἰς ὃ περιστήσεται, καὶ μετάστασιν αἰδούμεθα πατρὸς πολλοῖς ὀρφανίαν ἐπικουφίσαντος.

Μίαν τοῖς πᾶσι κατάθου χάριν· δὸς χεῖρα τῇ συμφορᾷ, ἣν αὐτὸς δοκιμάσεις. Δεῖται μὲν γὰρ οὐδεμιᾶς προσθήκης εἰς εὐδοξίαν ἡ σὴ ἀρχή, οὐδὲ γὰρ λαμπρότητος Ἑωσφόρος· εἰ δέ τινα καὶ προσθήκην ζητεῖς, οὐκ ἂν μείζων ταύτης, εὖ ἴσθι, οὐδὲ λαμπροτέρα γένοιτο, ὡς πολλοὶ τἀληθῆ βουλόμενοι λέγειν τὴν σὴν καλοκἀγαθίαν διδάξουσιν.

ΤΩΙ ΑΥΤΩΙ Ἐποίεις μὲν ἡμῖν καὶ τὴν ἀρχὴν φιλοσοφίαν, καὶ οἶδ᾽ ὅτι ποιήσεις, εἴ γε τῷ Θεῷ μέλει τῶν ἡμετέρων. Ὅμως δὲ κράτιστον ἦν νῦν συγγενέσθαι σοι, ἡνίκα σχολὴν ἄγεις, ὅπερ ἐπόθεις, ἀπὸ τῶν δημοσίων, καὶ καθ᾽ ἡσυχίαν ἔξεστι τῆς σῆς ἀπολαύειν συνέσεως, ἧς ὀλίγα μετασχόντες, καὶ ὅσα γε ἀστραπῆς τῆς ὄψει μὴ κρατουμένης, τοῦ πλείονος διημάρτομεν.

Ἀλλὰ τοῦτο εὔξασθαι μὲν μέγα, λαβεῖν δὲ οὐ ῥᾷστον, οὕτως ἔχοντος ἡμῖν, ὥσπερ ἔχει, τοῦ σώματος. Εἰ μὲν οὖν καὶ τούτου τύχοιμεν, τὸ πᾶν ἕξομεν (καὶ γάρ τινα καὶ χρεωστεῖς ἡμῖν συνουσίαν ἐξ ὑποσχέσεως περὶ τοῦ λόγου τοῦ καθ᾽ ἡμᾶς, ἥν πως ἀτελῆ κατέλιπες)· εἰ δὲ μή, αὐτοὶ μὲν τὴν ζημίαν οἴσομεν ἄκοντες.

Σὺ δὲ ἴσθι μεθ᾽ ἡμῶν ὤν, ὅπουπερ ἂν ᾖς, καὶ ὁδηγοῖο ταῖς ἡμετέραις εὐχαῖς. Καὶ αὐτὸς δὲ ἴσθι παρ᾽ ἡμῖν μένων, ἕως ἂν ἐμπνέωμεν, οἷς σαυτὸν ἐνέγραψας, οὐδεμιᾶς στήλης ἀτιμοτέροις, καὶ ἔτι μᾶλλον ἐγγράψεις, ἐπειδὰν γένῃ Θεοῦ καὶ σαφῶς ἡμέτερος, ἢ σοί γε ἡμεῖς, εἰ τοῦτο λέγεσθαι ἥδιον.

ΤΩΙ ΑΥΤΩΙ Τί τοῦτο; παρέδραμες ἡμᾶς ἀγνοήσαντας, καὶ λαβέσθαι οὐκ ἦν, οὐ μᾶλλόν γε ἢ τῆς ἠχοῦς τοὺς πλησίον ἔχειν αὐτὴν νομίζοντας καὶ ἀπατωμένους ταῖς ἀντιρρήσεσιν· ἦ τοῦτο μόνον ἂν τῶν πάντων ἐτυραννήσαμεν.

Ἀλλ᾽ ἐπιστέλλοις γε ἡμῖν, ὦ θαυμάσιε, καὶ τοῦτο ἕξομεν ἀντὶ σοῦ, σκιάν, ὃ δὴ λέγεται, ἀντὶ σώματος.