Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί
Επιστολές προς τον Σταγείριο και περί της εκπαίδευσης του Νικοβούλου
Επιστολές για την παιδαγωγική καθοδήγηση του Νικοβούλου, αποφυγή σοφιστικών ερίδων και άσκηση της αρετής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές προς τον Σταγείριο και περί της εκπαίδευσης του Νικοβούλου
Επιστολές για την παιδαγωγική καθοδήγηση του Νικοβούλου, αποφυγή σοφιστικών ερίδων και άσκηση της αρετής.
ΕΥΔΟΞΙΩΙ Αἰτιᾷ τὸ μὴ γράφειν, οὐδὲ αὐτὸς ὤν, οἶμαι, τῶν πλεῖστα ἐπεσταλκότων, εἰ μή με ἡ νόσος λῆρον ποιεῖ καὶ ὧν εὖ πέπονθα ἐπιλήσμονα. Καίτοι γε, εἰ μή τι ἄλλο, ὡς ἀποθανοῦσιν ἡμῖν ὁ παρὰ τῶν σῶν λόγων ὠφείλετο ἐπιτάφιος, ᾧ τέχνη τὸ λέγειν καὶ γράφειν.
Ὁ μὲν οὖν ἔλεγχος τοσοῦτος· οὐδὲ γὰρ δεῖ φιλικῶς ἐγκαλοῦντας ἔξω τῶν τῆς φιλίας ὅρων τοῦτο ποιεῖν. Ἃ δὲ περὶ τοῦ γλυκυτάτου υἱοῦ Νικοβούλου γράφεις, μεγάλα μὲν σφόδρα καὶ θαυμαστὰ καὶ ἱκανὰ συναρπάσαι πατρὸς εὐκολίαν ῥᾳδίως οἷς βούλεται καὶ πιστεύουσαν.
Τότε δὲ ἀληθῆ εἶναι δεξόμεθα, ὅταν πεῖραν διδοὺς ἡμῖν ὁ νέος μὴ ἀνάξιος φαίνηται ἢ τῶν σῶν ὑποσχέσεων ἢ τῶν ἡμετέρων ἐλπίδων.
ΣΤΑΓΕΙΡΙΩΙ Ἀττικὸς σὺ τὴν παίδευσιν; Ἀττικοὶ καὶ ἡμεῖς. Νέων προκαθέζῃ; Πάσης ἡλικίας ἡμεῖς. Τυποῖς πρὸς λόγον; Ἡμεῖς πρὸς ἦθος. Πολλὰ κοινὰ πρὸς ἀλλήλους ἡμῖν· ἓν δὲ ἀντὶ πάντων καὶ πρὸ πάντων, ὁ γλυκύτατος υἱὸς ἡμῶν Νικόβουλος ἐν μέσῳ κείμενος.
Ὧι σὺ καλῶς ποιῶν ἐνεπιδείξῃ καὶ τὴν παίδευσιν καὶ τὴν ἡμετέραν φιλίαν, εἴπερ σοι μέλει ταύτης. Οἶμαι δέ· καὶ γὰρ ἀθληταὶ παλαιοὶ νέοις τιμῶνται· καὶ τοσοῦτον ὥστε καὶ τὰ τῆς νίκης ἆθλα προσφέροντες τούτοις εὐγνώμονες εἶναι νομίζονται περὶ νόμους ἀθλήσεως.
ΕΥΣΤΟΧΙΩΙ Μίμησαί μοι τὸν Ἀλέξανδρον, ὦ θαυμάσιε· καὶ ὥσπερ ἐκεῖνος, ἵν᾽ Ἀθηναίοις ἀρέσῃ, φιλοτιμότερος ἦν, διὰ ταῦτά τοι καὶ θέατρον τῆς ἑαυτοῦ βασιλείας τὰς Ἀθήνας ὠνόμαζεν, οὕτω καὶ σὺ τὸ καθ᾽ ἡμᾶς εἶναί τι νομίσας, εἰ καὶ μηδαμῆ, ἀλλ᾽ ἢ τῶν γε λόγων εἵνεκα καὶ τῶν Ἀθηνῶν αὐτῶν, πρὸς δὲ καὶ τοὺς κοινοὺς πατέρας τῶν λόγων αἰδούμενος, διπλασιάσαι προθυμήθητι τῷ καλῷ Προνοΐῳ τὴν περὶ λόγους σπουδήν.
Πάντως ὅ τι ἂν εἰσενέγκῃς τῷ νέῳ, ἡμῖν τοῦτο εἰσοίσεις, οἳ καὶ παθεῖν εὖ ἐπιτήδειοι καὶ λόγων ἐπαινέται ἴσως οὐ φαῦλοι· εἰ καὶ κατωτέρω σοφιστικῶν θρόνων καθήμεθα, 〈σιωπῆς ἀκίνδυνον γέρας〉 ἡμῖν αὐτοῖς ἐπιτάξαντες.
ΤΩΙ ΑΥΤΩΙ 〈Ὦ Ὀδυσεῦ, μάλα πώς με καθίκεο〉, σταγειρισμὸν ὀνειδίζων καὶ κατασοφιστεύων ἡμῶν ἐπιμελέστατα. Καὶ σοῦ τὴν παρρησίαν ἐπαινῶν ἐφ᾽ οἷς γράφεις ἃ γράφεις (κρεῖσσον γὰρ ἐκλαλεῖν τὸ λυποῦν ἢ ἐρήμην αἱρεῖν ἀγνοοῦντας), ἔχω τι καὶ ἐγκαλεῖν.
Ὅμως δέ, ἵνα νόμον φυλάξω δικαστικόν, ἀπολογήσομαι πρότερον, εἶτα κατηγορήσω, καὶ ἀμφότερα μετὰ τῆς ἴσης εὐνοίας. Τῷ καλῷ Σταγειρίῳ προσῆλθεν Νικόβουλος ὁ ἐμός, 〈οὔ τι καθ᾽ ἡμέτερόν γε νόον〉, μὴ τοῦθ᾽ ὑπολάβῃς· οὐχ οὕτως ἢ τῶν Ἀθηνῶν ἐπιλήσμων ἐγώ, ἢ τῆς σῆς φιλίας καὶ ἑταιρείας. Ἀλλ᾽ ὥρμησε μὲν παρ᾽ ἑαυτοῦ καὶ τοῦ πατρὸς οὕτω θελήσαντος· παρ᾽ ἐμοῦ δὲ διὰ τῶν γραμμάτων ἐνεχειρίσθη. Τί τοῦτο ἄφιλον ἢ ἀπάνθρωπον;
Ἐπεὶ δὲ τὴν ἀπολογίαν ἔχεις, δέξαι καὶ τὴν κατηγορίαν. Οὐκ ἐπαινῶ σοῦ τοὺς κοροπλάθους καὶ τοὺς Τελχῖνας οἷς βάλλεις τὸν ἀντίτεχνον, ἐπειδὴ νενίκηκε τοὺς ὁμοτέχνους ἀντιτέχνους καλεῖν. Μέχρι τίνος γὰρ ταῦτα;
Καὶ ποῦ στησόμεθα τῆς σοφιστικῆς ἐπηρείας; ἕως ἂν τί γένηται; ἕως ἂν θάνατος ἡμᾶς διακόψῃ τῆς πονηρίας; Ταῦτα γὰρ νέον μὲν ὄντα, φιλοτιμίας ἡττώμενον, κέρδους μεταποιούμενον, καὶ τότε μετρίως ποιεῖν, 〈ἔχει τινὰ συγγνώμην〉 (μικρὸν γάρ τι δημοσθενίσω σὴν χάριν)· ἐν τούτῳ δὲ τῆς ἡλικίας καὶ οὕτω πράττοντα κυρίττειν τε καὶ κυρίττεσθαι, παντελῶς ἄωρον καὶ φιλόνεικον, οὐ μόνον ὅτι ἀπρεπὲς καὶ παντάπασιν ἀνελεύθερον, ἀλλ᾽ ὅτι καὶ ῥᾳστώνη πολλὴ τοῦ πράγματος. 〈Ὁπποῖόν κ᾽ εἴπῃσθα ἔπος, τοῖόν κ᾽ ἐπακούσαις〉, καθάπερ ῥεύματος ἀντιστρέφοντος (πάλιν γὰρ Ὁμήρῳ συγχρήσομαι)· 〈τὸν ξύοντα δ᾽ ἀντιξύειν〉, παντελῶς ἀνεπίφθονον.
Τίς οὖν ἡ σοφία, ἐξὸν ἀρετῇ πρωτεύειν, ἡττᾶσθαι κακίᾳ ἢ καὶ νικᾶν, ὃ πολλῷ χεῖρόν ἐστι; ἀλλ᾽ ἐγώ γε καὶ τῶν δικαστῶν τοῦτο μέμφομαι (〈εἰρήσεται γὰρ τἀληθές〉), ὅτι ἃ κολάζουσι κρίνοντες, ταῦτα ἐπαινοῦσιν ἀκροώμενοι.
Οὐ μόνον δέ, ἀλλὰ καὶ πολλοὺς ἔχουσι τοὺς συνεπαινέτας καὶ τὴν κακίαν ἀνάπτοντας καὶ ταῖς σπουδαῖς ἄχρι τούτου μεμερισμένους· δέον, εἰ μὲν ἀπιστεῖται, μὴ ἐπαινεῖσθαι· εἰ δὲ πιστεύεται, δημοσίᾳ κρίνεσθαι· ἢ οὕτως, εἰ μὲν ψευδῆ, τοὺς κατηγόρους κολάζεσθαι· εἰ δὲ ἀληθῆ, τοὺς καθ᾽ ὧν ὁ λόγος· καὶ μὴ οὕτω μέγιστον πρᾶγμα, τὴν τῶν εὖ γεγονότων ὑπόληψιν, οὕτω ῥᾳδίως παίζεσθαι.
Εἴ τι οὖν ἐμοὶ πείθεσθε (πρὸς γὰρ ἀμφοτέρους ὁ λόγος), τοὺς μὲν τοιούτους λόγους καὶ ψόγους χαίρειν ἐάσατε, εἰ μή τι ἄλλο, τὴν πολιὰν αἰδούμενοι ἢ καὶ ἀποκάμνοντες ἐν τοῖς αἰσχίστοις. Αὐτοὶ δὲ βουλεύσασθε τὴν παλαιὰν τιμῆσαι παραίνεσιν τήν, ὅταν τῳ βίος ἱκανὸς ᾖ, ἀρετὴν ἀσκεῖσθαι κελεύουσαν.
Καὶ οὐκ ἐπιβουλεύσετε μὲν ὑμῖν αὐτοῖς, ἐπιβουλεύσετε δὲ ταῖς τῶν νέων ἐλπίσιν, οἳ πάντως ἂν τὰ δεινότατα πάθοιεν, εἰ λόγους ἀσκούμενοι κακίαν μάθοιεν, καὶ ταύτην οὐκ ἄμισθον, ὥσπερ οὐκ ἀρετῆς ἀλλὰ ταύτης ἔχοντες ὑμᾶς διδασκάλους.
Εἰ δέ σοι φορτικὸς εἶναι δοκῶ ταῦτα γράφων, ἄμυνέ με τοῖς ἴσοις καὶ αὐτὸς παραινέσας τι τῶν χρησίμων, ἵν᾽ ἢ πειθόμενον ὠφελῇς ἢ ἐγκαλῇς ἀντιτείνοντι.
ΤΩΙ ΑΥΤΩΙ Οἷον ἠγνόησα· ὡς λίαν σκαιὸν καὶ ἀπαίδευτον· ἄνδρα σοφιστὴν ἐνουθέτησα· ὢ τῆς ἀπονοίας· καὶ οὐδὲ ὑπὸ τῆς παροιμίας τῆς ἰδιωτικῆς ἐπαιδεύθην, φαλακρὸς ὢν κατὰ κριοῦ μὴ νυστάζειν ἀντὶ προσώπου, μηδὲ σφηκίαν ἐγείρειν κατ᾽ ἐμαυτοῦ, γλῶσσαν πρὸς τὸ κακῶς λέγειν ἑτοιμοτέραν.
Τούτῳ μὲν οὖν οὐ πάνυ τι δυσχεραίνω (μετὰ γὰρ πολλῶν προσετέθην, ὥς γε πυνθάνομαι, εἰ δὲ ζώοις, καὶ πρὸ πολλῶν)· ἐκείνῳ δὲ μᾶλλον, ὅτι μὴ ἐπιστεύθην φιλικῶς τοῦτο ποιεῖν. Πλὴν ὑγιαίνοις καὶ σῶμα καὶ ψυχήν, καὶ τὴν γλῶσσαν κατέχοις, εἰ δυνατόν· ἀλλὰ νῦν τό γε ἡμέτερον στέρξομεν.
ΣΤΑΓΕΙΡΙΩΙ Παρρησιάσομαί τι πρὸς σέ· καὶ γὰρ πέφυκα οὕτω, καὶ βούλομαι. Εἰ μὴ μεταδοίης ἡμῖν τὸν Νικόβουλον, ἀδικήσεις· φίλῳ τε γὰρ ἐσόμεθα προσκεκρουκότες καὶ παρὰ σοῦ μηδὲν ἔχοντες πλέον. Εἰ δὲ δοίης ὅσον ἐλπίζομεν, εὐγνωμονήσεις, καὶ ἀμφότερα ἡμῖν ὡς κάλλιστα ἕξει. Ἐκείνῳ μὲν γὰρ ἀπολογησόμεθα, σὲ δὲ ἐπαινεσόμεθα.
Εἰ δὲ δίδως ἡμῖν καὶ παραινέσαι σοι πατρικῶς, ἀλλὰ μὴ τῇ συνηθείᾳ τοῦ ἄρχειν τὴν συμβουλὴν διαπτύσῃς· δέξαι λόγον ἀνδρὸς τὰ τοιαῦτα οὐκ ἀμαθοῦς. Κατάθεσθέ ποτε τὰ ὅπλα καὶ τὰς σφενδόνας καὶ τὰς δεινοτέρας μελίας, τὰς γλώσσας, αἷς ἀλλήλους βάλλετέ τε καὶ τιτρώσκετε, καὶ ταῦτα ἐν ἐπαινέταις τοῖς σπουδασταῖς.
Καὶ κατάθεσθε τοσούτῳ μᾶλλον, ὅσον προχειρότερον τοῦτο τῶν ὅπλων ἐστίν· ἵνα μὴ κακίας μᾶλλον ἢ ἀρετῆς ἐξηγῆσθε τοῖς νέοις, καὶ εἰ μὴ τοῖς λόγοις, ἀλλὰ τοῖς πράγμασιν· οἷς γάρ τις χαίρει γινομένοις, ταῦτα καὶ σιωπῶν συμβουλεύει.
Ἂν οὕτω ποιῆτε, ὑμᾶς τε αὐτοὺς ὀνήσετε καὶ ἡμᾶς φίλους ἕξετε καὶ οὐ ψεύσεσθε τὰς τῶν πεπιστευκότων ἐλπίδας. Οὗτός σοι τῶν ἐπὶ Νικοβούλῳ πόνων μισθός. Εἰ δὲ πεῖραν τελεωτέραν λάβοιμεν, τελεωτέραν καὶ τούτων ἀντιδώσομεν τὴν εὐφημίαν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.