Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Επιστολές περί της διένεξης με τον Ευσέβιο Καισαρείας

Αλληλογραφία που αφορά την υπεράσπιση της ελευθερίας του λόγου, τη στάση του επισκόπου Ευσεβίου και την ανάγκη συμφιλίωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 29

ΕΥΣΕΒΙΩΙ ΚΑΙΣΑΡΕΙΑΣ Ἐπειδὴ πρὸς ἄνδρα ποιοῦμαι τοὺς λόγους, οὔτ᾽ ἀγαπῶντα τὸ ψεῦδος καὶ τὸ ἐν ἑτέρῳ φωρᾶσαι πάντων ὀξύτατον, κἂν ὅτι μάλιστα σοφοῖς πλέκηται καὶ ποικίλοις τοῖς λαβυρίνθοις· πρὸς δέ, οὐδ᾽ αὐτῷ μοι φίλον τὸ τεχνικὸν (εἰρήσεται γὰρ κἂν ᾖ φορτικώτερον), πεφυκότι τ᾽ οὕτω καὶ τυπουμένῳ παρὰ τοῦ λόγου, διὰ τοῦτο γράφω τὰ παριστάμενα.

Καί μου δέξαι τὴν παρρησίαν· ἢ ἀδικήσεις γε τῆς ἀληθείας, τὰ τῆς ἐλευθερίας ἀποστερῶν καὶ ἀναγκάζων ἐν ἐμαυτῷ κατέχειν τὴν ὠδῖνα τῆς λύπης, ὥσπερ τι νόσημα ὕπουλον καὶ κακόηθες. Ἐγὼ χαίρω μὲν ὑπὸ σοῦ τιμώμενος (εἴπερ ἄνθρωπός εἰμι, τοῦ προειρηκότος ὁ λόγος), καὶ καλούμενος ἐπί τε συνόδους καὶ συλλόγους πνευματικούς.

Οὐ φέρω δὲ τὴν γεγενημένην ὕβριν τῷ τιμιωτάτῳ ἀδελφῷ Βασιλείῳ καὶ γινομένην ἔτι παρὰ τῆς σῆς εὐλαβείας, ὃν καὶ βίου καὶ λόγου κοινωνὸν καὶ τῆς ὑψηλοτάτης φιλοσοφίας εἱλόμην τ᾽ ἀπ᾽ ἀρχῆς καὶ νῦν ἔχω· καὶ οὐδὲν ἐμαυτῷ μέμφομαι τῆς ἐπ᾽ αὐτῷ κρίσεως.

Οὕτω γὰρ εἰπεῖν μετριώτερον, ἵνα μὴ ἐμαυτὸν ἐπαινεῖν δόξω, τὰ ἐκείνου θαυμάζων. Σὺ δέ μοι δοκεῖς ποιεῖν παραπλήσιον, τὸν μὲν ἀτιμάζων, τιμῶν δ᾽ ἡμᾶς, ὥσπερ ἂν εἴ τις ἑνὸς ἀνδρὸς τῇ μὲν τῶν χειρῶν καταψήχοι τὴν κεφαλήν, τῇ δὲ παίοι τὴν παρειάν· ἢ καὶ θεμελίους ὑποσπῶν οἰκίας, διαζωγραφοίη τοὺς τοίχους καὶ καλλωπίζοι τὰ ἔξωθεν.

Εἴ τι οὖν ἐμοὶ πείθοιο, τοῦτο ποιήσεις (πεισθῆναι δ᾽ ἀξιῶ· καὶ γὰρ δίκαιον)· εἰ ἐκεῖνον θεραπεύσεις τὰ εἰκότα, καὶ παρ᾽ ἐκείνου θεραπευθήσῃ. Τὸ δὲ καθ᾽ ἡμᾶς ἕψεται ὥσπερ τοῖς σώμασιν αἱ σκιαί, μικρούς τ᾽ ὄντας καὶ πρὸς εἰρήνην ἑτοιμοτέρους.

Οὐδὲ γὰρ οὕτως ἀθλίως πράττομεν ὥστε τἄλλα μὲν ἐθέλειν φιλοσοφεῖν καὶ τῆς κρείττονος εἶναι μερίδος, ὑπερορᾶν δὲ πράγματος ὃ τοῦ καθ᾽ ἡμᾶς λόγου κεφάλαιόν ἐστι, τῆς ἀγάπης· ἄλλως τε καὶ πρὸς ἄνδρα ἱερέα τε καὶ τοσοῦτον, ὃν καὶ βίῳ καὶ λόγῳ καὶ πολιτείᾳ πάντων ἄριστον, ὧν ἴσμεν, γινώσκομεν. Οὐ γὰρ ἐπισκοτήσει τὸ λυπεῖσθαι τῇ ἀληθείᾳ.

ΤΩΙ ΑΥΤΩΙ Οὐχ ὑβριστικῶς ἐπέστειλα μᾶλλον, ὅπερ ἐμέμψω τῆς ἐπιστολῆς, ἢ πνευματικῶς τε καὶ φιλοσόφως, καὶ ὡς εἰκὸς ἦν, εἰ μὴ καὶ τοῦτο λυπεῖ τὸν λογιώτατον Γρηγόριον. Καὶ γὰρ εἰ τῷ βαθμῷ κρατεῖς, ἀλλὰ δώσεις τι καὶ ἡμῖν ἐλευθερίας καὶ παρρησίας δικαίας. Καὶ διὰ τοῦτο ἔσο ἡμῖν χρηστότερος.

Πλὴν εἰ κρίνοις τὴν ἐπιστολὴν ὡς οἰκέτου καὶ οὐδ᾽ ἀντιβλέπειν ὀφείλοντος, οὕτω δὴ καὶ πληγὰς ληψόμεθα καὶ οὐδὲ δακρύσομεν· ἢ καὶ τοῦτο ἐγκληθησόμεθα; Ὃ πάντας μᾶλλον ἢ τὴν σὴν εὐλάβειαν παθεῖν ἄξιον. Ἔστι γὰρ ἀνδρὸς μεγαλόφρονος φίλων ἀποδέχεσθαι μᾶλλον ἐλευθερίαν ἢ ἐχθρῶν κολακείαν.

ΤΩΙ ΑΥΤΩΙ Εἶχον μὲν οὐδ᾽ ἄλλως πρὸς τὴν σὴν εὐλάβειαν μικροψύχως, μὴ τοῦτό μου καταγνῷς· ἀλλὰ μικρὸν ἐλευθεριάσας τε καὶ θαρρήσας, ὅσον τὸ λυποῦν ἐπιψύξαι καὶ θεραπεῦσαι, αὐτίκα ἡττήθην καὶ ὑπεκλίθην καὶ τῷ κανόνι φέρων ἐμαυτὸν ὑπέθηκα.

Τί δ᾽ οὐκ ἔμελλόν σέ τε γινώσκων καὶ νόμους πνεύματος; Νῦν δὲ καὶ εἰ λίαν μικροψύχως εἶχον καὶ ἀγεννῶς, ἀλλ᾽ ὅ γε καιρὸς οὐκ ἐᾷ τοῦτο πάσχειν καὶ οἱ καταδραμόντες θῆρες τῇ ἐκκλησίᾳ, τό τε σὸν γενναῖον καὶ ἀνδρικόν, οὕτω καθαρῶς καὶ γνησίως προπολεμοῦντος τῆς ἐκκλησίας.

Ἥξομεν οὖν, εἰ δοκεῖ, καὶ ταῖς εὐχαῖς ὑμῖν συλλαμβανόμενοι καὶ συναγωνιούμενοι καὶ ὑπηρετησόμενοι καὶ ὡς ἀθλητὴν ἄριστον κελευσταὶ παῖδες ταῖς ὑποφωνήσεσιν ὑπαλείψοντες.

ΒΑΣΙΛΕΙΩΙ Καιρὸς εὐβουλίας καὶ καρτερίας καὶ τοῦ μηδένα φανῆναι ἡμῶν ἀνδρικώτερον μηδὲ τοὺς πολλοὺς ἱδρῶτας καὶ πόνους ἐν ὀλίγῳ καταλυθῆναι. Γράφω δὲ διὰ τί ταῦτα καὶ πόθεν; Ὁ θεοφιλέστατος ἐπίσκοπος ἡμῶν Εὐσέβιος (οὕτω γὰρ λοιπὸν περὶ αὐτοῦ δεῖ καὶ φρονεῖν καὶ γράφειν) λίαν πρὸς ἡμᾶς ἔχει συμβατικῶς τε καὶ φιλικῶς, καί, ὥσπερ σίδηρος πυρί, τῷ χρόνῳ μαλάσσεται.

Καὶ οἶμαι καὶ γράμμα ἥξειν πρὸς σὲ παρακλήσεώς τε καὶ κλήσεως, ὡς ἐμοί τε παρεδήλωσε καὶ πολλοὶ πείθουσιν ἡμᾶς τῶν τὰ ἐκείνου σαφῶς εἰδότων. Ὃν προλάβωμεν, ἢ παρόντες, ἢ ἐπιστείλαντες, μᾶλλον δὲ προεπιστείλαντες, εἶτα παρόντες, ἵνα μὴ αἰσχυνθῶμεν ὕστερον ἡττηθέντες, ἐξὸν νικῆσαι τῷ καλῶς ἡττηθῆναι καὶ φιλοσόφως, ὃ παρὰ τῶν πολλῶν ἀπαιτούμεθα.

Ἧκε οὖν ἐμοὶ πεισθεὶς καὶ διὰ τοῦτο καὶ διὰ τὸν καιρόν· ἐπειδὴ σύστασις αἱρετικῶν κατατρέχει τὴν ἐκκλησίαν, τῶν μὲν ἤδη παρόντων καὶ ταρασσόντων, τῶν δέ, ὡς λόγος, παρεσομένων. Καὶ δέος παρασυρῆναι τὸν λόγον τῆς ἀληθείας, εἰ μὴ τάχιστα κινηθείη τὸ πνεῦμα Βεσελεήλ, τοῦ σοφοῦ τῶν τοιούτων ἀρχιτέκτονος λόγων τε καὶ δογμάτων.

Εἰ δὲ δοκεῖ παρεῖναι καὶ αὐτὸν ἐμὲ συνδιάξοντα καὶ συνοδεύσοντα, οὐδὲ τοῦτο φευξούμεθα.