Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί
Νουθεσίες και συστατικές επιστολές υπέρ φίλων και συγγενών
Επιπλήξεις για την εγκατάλειψη της χριστιανικής ζωής και παρεμβάσεις υπέρ της οικογένειας, του Νικοβούλου και άλλων προσώπων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Νουθεσίες και συστατικές επιστολές υπέρ φίλων και συγγενών
Επιπλήξεις για την εγκατάλειψη της χριστιανικής ζωής και παρεμβάσεις υπέρ της οικογένειας, του Νικοβούλου και άλλων προσώπων.
ΓΡΗΓΟΡΙΩΙ Ἔχω τι δεξιὸν ἐν τῇ φύσει (μεγαλαυχήσομαι γὰρ ἕν τι τῶν πολλῶν καὶ αὐτός)· ὁμοίως ἐμαυτῷ τε δυσχεραίνω βουλευομένῳ κακῶς καὶ τοῖς φίλοις. Ἐπειδὴ τοίνυν φίλοι πάντες ἀλλήλων καὶ συγγενεῖς οἱ κατὰ Θεὸν ζῶντες καὶ τῷ αὐτῷ Εὐαγγελίῳ στοιχοῦντες, τί οὐκ ἀκούσῃ παρ᾽ ἡμῶν μετὰ παρρησίας ἃ πάντες ὑποτονθορύζουσιν;
Οὐκ ἐπαινοῦσί σου τὴν ἄδοξον εὐδοξίαν, ἵν᾽ εἴπω τι κἀγὼ καθ᾽ ὑμᾶς, καὶ τὴν κατὰ μικρὸν ἐπὶ τὰ χείρω ῥοπήν, καὶ τὴν 〈κακίστην δαιμονίων〉, ᾗ φησιν Εὐριπίδης, 〈φιλοτιμίαν〉. Τί γὰρ παθών, ὦ σοφώτατε, ἢ τί σεαυτοῦ καταγνούς, τὰς μὲν ἱερὰς καὶ ποτίμους βίβλους ἀπέρριψας, ἃς ὑπανεγίνωσκές ποτε τῷ λαῷ (μὴ γὰρ αἰσχυνθῇς ἀκούων) ἢ ὑπὲρ καπνοῦ τέθεικας, ὡς τὰ πηδάλια χειμῶνος ὥρᾳ καὶ σκαπάνας, τὰς δ᾽ ἁλμυρὰς καὶ ἀπότους μετεχειρίσω, καὶ ῥήτωρ ἀκούειν μᾶλλον ἢ χριστιανὸς ἠθέλησας;
Ἡμεῖς δὲ τοῦτο μᾶλλον ἤπερ ἐκεῖνο, καὶ πᾶσα τῷ Θεῷ χάρις. Μὴ σύ γ᾽, ὦ ἄριστε, μὴ ἐπὶ πολὺ τοῦτο πάθῃς, ἀλλ᾽ ἔκνηψον ὀψὲ γοῦν, καὶ πρὸς ἑαυτὸν ἐπάνελθε, καὶ ἀπολόγησαι μὲν πιστοῖς, ἀπολόγησαι δὲ Θεῷ καὶ θυσιαστηρίοις καὶ μυστηρίοις, ἀφ᾽ ὧν ἐμάκρυνας.
Καὶ μή μοι τὰ κομψὰ ταῦτα καὶ ῥητορικὰ ῥήματα· «Τί δαί; Οὐκ ἐχριστιάνιζον ῥητορεύων, οὐδὲ ἤμην πιστὸς ἐν τοῖς μειρακίσκοις στρεφόμενος;» καὶ ἴσως ἐπιμαρτυρῇ Θεόν. —Οὐδαμῶς, ὦ θαυμάσιε, οὔκουν ὅσον εἰκός, εἰ καὶ μέρος τι δοίημεν.
Ποῦ δὲ τὸ πλήσσειν ἄλλους ἐξ ὧν νῦν πράττεις, φυσικῶς πρὸς τὸ κακὸν ὄντας ἑτοιμοτέρους, καὶ τὰ χείρω διδόναι περὶ σοῦ καὶ ὑπονοεῖν καὶ λέγειν; Ἔστω ψεῦδος· ἀλλὰ τίς ἡ ἀνάγκη; Οὐ γὰρ ἑαυτῷ μόνον ζῇ τις, ἀλλὰ καὶ τῷ πλησίον· οὐδ᾽ ἀρκεῖ τὸ πείθειν ἑαυτόν, εἰ μὴ καὶ τοὺς ἄλλους.
Ἢ καὶ πυκτεύων σύ γ᾽ ἐν τῷ κοινῷ, ἢ καὶ παιόμενος ἐπὶ κόρρης καὶ παίων ἐν τοῖς θεάτροις, ἢ καὶ τὰ αἰσχρὰ λυγιζόμενος καὶ καμπτόμενος εἶπες ἂν ὡς κατὰ ψυχὴν ἐσωφρόνεις; Οὐ σωφρονοῦντος ὁ λογισμός· κοῦφον τὸ ταῦτα δέχεσθαι. «Εἰ μὲν οὖν μεταβάλοιο, ἀλλὰ νῦν χαρήσομαι»—τῶν Πυθαγορικῶν ἔφη τις φιλοσόφων, ἑταῖρον ἐκπεπτωκότα θρηνῶν, —«εἰ δὲ μή, —ἐκεῖνος μὲν ἔγραψε, —τέθνηκάς μοι»· ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἐρῶ σὴν χάριν ἔτι· 〈φίλος γὰρ ἐχθρὸς ἐγένετ᾽, ἀλλ᾽ ὅμως φίλος〉, ἡ τραγῳδία φησίν.
Ἀνιάσομαι δέ, τοῦτο γὰρ εἰπεῖν μέτριον, εἰ μήτ᾽ αὐτὸς συνορᾷς τὸ δέον, ὃ τῆς πρώτης ἐστὶ τῶν ἐπαινετῶν μερίδος, μήτ᾽ ἄλλῳ 〈εὖ εἰπόντι〉 κατακολουθήσεις, ὃ τῆς δευτέρας. Τοσαῦτα τὰ τῆς παραινέσεως. Καί μοι σύγγνωθι διὰ φιλίαν ἀλγοῦντι, καὶ ὁμοίως ὑπέρ τε σοῦ καὶ παντὸς τοῦ ἱερατικοῦ τάγματος φλεγομένῳ, προσθήσω δ᾽ ὅτι καὶ πάντων Χριστιανῶν.
Εἰ δὲ δεῖ καὶ συνεύξασθαί σοι ἢ ὑπερεύξασθαι, Θεὸς βοηθήσαι σου τῇ ἀσθενείᾳ, ὁ καὶ τεθνηκότας ζωοποιῶν.
ΝΙΚΟΒΟΥΛΩΙ Σκώπτεις τὴν Ἀλυπιανὴν ἡμῖν, ὡς μικρὰν καὶ τῆς σῆς μεγαλειότητος ἀναξίαν, ὦ γιγαντιαῖε σὺ καὶ ἀμύθητε καὶ πελώριε τό τ᾽ εἶδος καὶ τὴν ἀλκήν. Νῦν γὰρ ἔγνων ὅτι ψυχὴ μετρεῖται καὶ ἀρετὴ ταλαντεύεται καὶ τιμιώτεραι τῶν μαργάρων αἱ πέτραι καὶ κόρακες ἀηδόνων αἰδεσιμώτεροι.
Σὺ μὲν οὖν ἀπόλαυε τοῦ μεγέθους καὶ τῶν πηχῶν καὶ μηδὲν λείπου τῶν Ἀλωάδων ἐκείνων. Ἵππον γὰρ ἄγεις καὶ τινάσσεις αἰχμὴν καὶ θῆρές σοι μέλουσι. Τῇ δ᾽ οὐδὲν ἔργον, οὐδὲ πολλῆς τῆς ἰσχύος κερκίδα φέρειν καὶ ἡλακάτην μεταχειρίζεσθαι καὶ ἱστῷ προσκαθέζεσθαι· 〈τὸ γὰρ γέρας ἐστὶ γυναικῶν〉.
Εἰ δὲ καὶ τοῦτο προσθείης, ὅτι τῇ γῇ προσπέφυκε δι᾽ εὐχὴν καὶ Θεῷ σύνεστιν ἀεὶ τοῖς μεγάλοις τοῦ νοῦ κινήμασι, τί σοι ἐνταῦθα τὸ ὕψος ἢ τὰ μέτρα τοῦ σώματος; Ἰδὲ καίριον σιωπήν, φθεγγομένης ἄκουσον, τὸ ἀκαλλώπιστον κατανόησον, τὸ ὡς γυναιξὶν ἀνδρικόν, τὴν οἰκωφελίαν, τὴν φιλανδρίαν· καὶ τότε φήσεις τὸ τοῦ Λάκωνος· «Ὄντως οὐ μετρεῖται ψυχὴ καὶ δεῖ τὸν ἐκτὸς ἐόντα πρὸς τὸν ἐντὸς βλέπειν ἄνθρωπον».
Ἂν οὕτω ταῦτα σκοπῇς, παύσῃ τοῦ παίζειν καὶ καταπαίζειν αὐτῆς ὡς μικρᾶς, καὶ σαυτοῦ μακαρίσεις τὴν συζυγίαν.
ΑΜΦΙΛΟΧΙΩΙ Ἐπαινῶ τὸ Θεόγνιδος, ὃς τὴν μέχρι πότων καὶ τοῦ ἡδέος φιλίαν οὐκ ἐπαινῶν, ἐπαινεῖ τὴν ἐπὶ τῶν πραγμάτων· τί γράφων; Πολλοὶ πὰρ κρητῆρι φίλοι γίνονται ἑταῖροι, ἐν δὲ σπουδαίῳ πρήγματι, παυρότεροι.
Ἡμεῖς τοίνυν κρατήρων μὲν ἀλλήλοις οὐ κεκοινωνήκαμεν, οὐδὲ γὰρ πολλὰ συγγεγόναμεν ἀλλήλοις (καίτοι χρῆν παντὸς μᾶλλον, καὶ δι᾽ ἡμᾶς αὐτούς, καὶ διὰ τὴν ἐκ πατέρων φιλίαν), τὴν ἐπὶ τῶν ἔργων δ᾽ ἀπαιτοῦμεν εὔνοιαν.
Ἐγγὺς ἀγών, καὶ ἀγώνων ὁ μέγιστος· ὁ γὰρ υἱὸς ἡμῶν Νικόβουλος ἐν ταραχαῖς ἀδοκήτοις, παρ᾽ ὧν ἥκιστ᾽ ἂν ᾠήθη τις ἔχων πράγματα. Διὰ τοῦτ᾽ ἀξιοῦμέν σε παρεῖναι καὶ βοηθεῖν ἡμῖν ὡς τάχιστα, καὶ συνδικάσοντα καὶ συνηγορήσοντα, εἰ εὕροις ἀδικουμένους· εἰ δ᾽ οὖν, μὴ προληφθῆναι τῷ ἐναντίῳ μέρει κέρδους μικροῦ τὴν ἐλευθερίαν ἀποδόμενον, ἣν ἀεί σοι μαρτυρηθεῖσαν παρὰ πάντων γινώσκομεν.
ΚΑΙΣΑΡΙΩΙ Εὐεργέτησόν τι καὶ σεαυτὸν καὶ ἡμᾶς, οἷον οὐ πολλάκις εὐεργετήσεις, ὅτι μηδὲ πολλάκις παραπίπτουσιν εὐεργεσίας τοιαύτης καιροί. Τῶν κυρίων μου τῶν ἀνεψιῶν πρόστηθι προστασίαν δικαιοτάτην, καμνόντων ἱκανῶς ἐπὶ κτήματι, ὅπερ ὠνήσαντο μὲν ὡς καὶ πρὸς ἀναχώρησιν ἐπιτήδειον καί τινα τοῦ βίου παρέχειν αὐτοῖς ἀποτροφὴν δυνάμενον· ἐπεὶ δ᾽ ὠνήσαντο, πλείοσι περιπεπτώκασι δυσχερείαις, τὰ μὲν τῶν πεπρακότων ἀγνωμόνων πειρώμενοι, τὰ δ᾽ ὑπὸ τῶν γειτονούντων περικοπτόμενοι καὶ πορθούμενοι, ὥστε κέρδος εἶναι αὐτοῖς, τὸ τίμημα ὃ δεδώκασι κομισαμένοις, μεθ᾽ ὧν προσαναλώκασιν, ὄντων οὐκ ὀλίγων, ἀπηλλαγῆναι τῆς κτήσεως.
Εἰ μὲν οὖν σοι φίλον εἰς σεαυτὸν περιστῆσαι τὴν πραγματείαν, ὅπως ἂν κάλλιστα καὶ ἀσφαλέστατα ἔχῃ σοι τὸ συνάλλαγμα διασκεψαμένῳ, τοῦτο δὴ καὶ αὐτοῖς καὶ ἡμῖν ἥδιον. Εἰ δὲ μή, τό γε δεύτερον, τῇ περιεργίᾳ καὶ ἀγνωμοσύνῃ τοῦ ἀνδρὸς ἀντίθες σεαυτόν, ἵνα μὴ πάντως ἕν γέ τι διὰ τὴν ἀπραγμοσύνην αὐτῶν ἔχῃ πλέον, ἢ κατέχοντας ἀδικῶν, ἢ ζημιῶν ἀπαλλαττομένους.
Ἐγὼ μὲν οὖν καὶ ἠρυθρίασα περὶ τούτων ἐπιστέλλων. Ἐπειδή γ᾽ ὁμοίως αὐτοῖς ὀφειλόμεθα, καὶ διὰ τὸ γένος, καὶ διὰ τὴν τοῦ βίου προαίρεσιν (τίνος γὰρ ἄν τις κήδοιτο μᾶλλον ἢ τῶν τοιούτων; ἐπὶ τῷ δ᾽ ἂν αἰσχύνοιτο πλέον ἢ τὰ τοιαῦτα εὐεργετεῖν οὐ προθυμούμενος;), σὺ δ᾽ ἢ διὰ σεαυτόν, ἢ δι᾽ ἡμᾶς, ἢ διὰ τοὺς ἄνδρας αὐτούς, ἢ διὰ πάντα ταῦτα ὁμοῦ, ἀλλὰ πάντως γ᾽ αὐτοὺς εὐεργέτησον.
ΛΟΛΛΙΑΝΩΙ Εὖ γ᾽ ὅτι ἐπανήκεις ἡμῖν, διὰ μακροῦ μέν, ἀλλ᾽ ὅμως (καὶ ὃ τούτου κρεῖττον), ὅτι κατὰ νοῦν πράττων, καὶ τῶν ἐπὶ σοὶ φροντίδων ἡμᾶς ἠλευθέρωσας. Πάντα γὰρ κοινὰ ποιούμεθα πρὸς σέ, καὶ λύπας καὶ εὐφροσύνας· τοιοῦτον γὰρ ἡ φιλία.
Ἐπεὶ δ᾽ ἐπανήκεις, 〈μετάδος φίλοισι σοῖσι τῆς εὐπραξίας〉, φησὶν ὁ εἰπών· μεταδώσεις δέ, εἰ τοὺς κυρίους μου τοὺς ἀνεψιοὺς Ἑλλάδιον καὶ Εὐλάλιον, καὶ τἄλλα οἰκείους ὁρᾶν προθυμοῖο (οἰκείους δὲ λέγω, εἰ μὴ ἄλλους ἡμᾶς πρὸς ἑαυτὸν νομίζεις, οὐ γὰρ οἶδ᾽ ὅ τι μεῖζον ἂν εἴποιμι), καὶ μὴ ἑτέρων δεηθῆναι προστατῶν ἀνάσχοιο.
Ἀλλὰ πάντα σεαυτὸν παράσχοις, φίλον χρηστόν, γείτονα δεξιόν, παραστάτην γενναῖον, ἵνα μὴ καθ᾽ ἕκαστον λέγω, τὸν εὐγενῆ Λολλιανόν, τὸν ἐπὶ καλοκἀγαθίᾳ γνώριμον. Ὑπισχνοῦμαι δέ, εἰ ἐπὶ πλεῖον αὐτοῖς ὁμιλήσαις καὶ τῆς φιλοσοφίας αὐτῶν τὸ ὕψος κατίδοις, ὅτι πρὸς ἄλλους ὑπὲρ αὐτῶν πρεσβεύσεις.
Τοσοῦτον θαρρῶ τῷ σῷ τρόπῳ, καὶ οὕτω πολλὰς ἐλπίδας ἔχω μὴ διαμαρτήσεσθαί σου περὶ ὧν αὐτὸς ἐπρέσβευσα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.