Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Επιστολές προς Καισάριο, Αμφιλόχιο και άρχοντες περί εξουσίας και ιερωσύνης

Νουθεσίες για την αποφυγή κοσμικών αξιωμάτων, αναφορές στην ανάληψη της ιερωσύνης και εκκλήσεις για την προστασία του κλήρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 29

ΚΑΙΣΑΡΙΩΙ Ἱκανῶς ἠρυθριάσαμεν ἐπὶ σοί· τὸ γὰρ ὅτι καὶ ἐλυπήθημεν, τί χρὴ γράφειν τῷ γε πάντων μάλιστα πεπεισμένῳ; Ἵνα γὰρ μὴ τὰ ἡμέτερα λέγωμεν, μηδὲ ὅσης ἀθυμίας ἐνέπλησεν ἡμᾶς ἡ περὶ σὲ φήμη, δὸς δὲ εἰπεῖν καὶ δέους, ἐβουλόμην, εἴ πως οἷόν τε ἦν, παρεῖναί σε τοῖς τῶν ἄλλων λόγοις, οἰκείων τε ὁμοίως καὶ ξένων, τῶν ὁπωσοῦν γνωρίμων ἡμῖν, ἀλλ᾽ οὖν Χριστιανῶν, οὓς περὶ σοῦ τε καὶ ἡμῶν λέγουσιν, οὐχ ὁ μέν, ὁ δ᾽ οὔ, ἀλλὰ πάντες ἑξῆς ὁμοίως, ἐπειδὴ καὶ προθυμότερον ἐν τοῖς ἀλλοτρίοις ἢ τοῖς οἰκείοις φιλοσοφοῦσιν ἄνθρωποι.

Ὥσπερ γὰρ ἄλλη τις μελέτη γέγονεν αὑτοῖς ταῦτα τὰ ῥήματα. Νῦν μὲν υἱὸν ἑπισκόπου στρατεύεσθαι, νῦν δὲ ὀρέγεσθαι τῆς ἔξωθεν δυναστείας καὶ δόξης, νῦν δὲ ἡττᾶσθαι χρημάτων (ὁπότε κοινὸν ἀνῆπται πῦρ καὶ τὸν περὶ ψυχῆς δρόμον τρέχουσιν ἄνθρωποι)· ἀλλ᾽ οὐχὶ μίαν ἡγεῖσθαι καὶ δόξαν καὶ ἀσφάλειαν καὶ εὐπορίαν τὸ γενναίως ἵστασθαι πρὸς τὸν καιρὸν καὶ ὅτι πορρωτάτω ποιεῖν ἑαυτὸν παντὸς ἅγους τε καὶ μιάσματος.

Πῶς δ᾽ ἂν ἄλλον νουθετήσειεν ὁ ἐπίσκοπος μὴ παρασυρῆναι τῷ καιρῷ μηδὲ τοῖς εἰδώλοις συναναφύρεσθαι; Πῶς δ᾽ ἂν τοῖς ἄλλο τι πλημμελοῦσιν ἐπιτιμήσειεν, αὐτὸς ἐφ᾽ ἑστίας παρρησίαν οὐκ ἔχων; Ταῦτα καθ᾽ ἑκάστην ἀκούοντες ἡμᾶς τὴν ἡμέραν καὶ ἔτι πλείω τούτων καὶ χαλεπώτερα, τῶν μὲν διὰ φιλίαν λεγόντων ἴσως, τῶν δὲ καὶ διὰ δυσμένειαν ἐπιτιθεμένων, πῶς οἴει διακεῖσθαι καὶ τίνας ἔχειν ψυχὰς ἀνθρώπους τῷ Θεῷ προθεμένους δουλεύειν καὶ πρὸς τὰς μελλούσας ὁρᾶν ἐλπίδας μόνον ἀγαθὸν κρίνοντας;

Τὸν μὲν οὖν κύριον τὸν πατέρα ἡμῶν πάνυ δυσφοροῦντα πρὸς τὴν ἀκοὴν καὶ πρὸς τὸν βίον αὐτὸν ἀπαγορεύοντα, ὁπωσοῦν αὐτὸς παραμυθοῦμαι καὶ ψυχαγωγῶ τὴν σὴν ἐγγυώμενος γνώμην καὶ πείθων ὅτι οὐχ ὑπομενεῖς ἔτι πλεῖον λυπεῖν ἡμᾶς.

Τὴν δὲ κυρίαν τὴν μητέρα, εἰ πύθοιτό τι τῶν κατὰ σὲ (μέχρι γὰρ τοῦ νῦν τέως ἀπεκρυψάμεθα πολλαῖς ἐπινοίαις), οἴου καὶ παντελῶς ἀπαραμύθητον ἕξειν τὸ πάθος, ὡς γυναῖκά τε οὖσαν μικρόψυχον καὶ ἄλλως διὰ τὸ λίαν εὐλαβὲς περὶ τὰ τοιαῦτα μετριάζειν οὐ δυναμένην.

Εἰ μὲν οὖν τινα καὶ σεαυτοῦ καὶ ἡμῶν ποιῇ λόγον, βούλευσαί τι βέλτιον καὶ ἀσφαλέστερον. Πάντως γὰρ καὶ τὰ ἐνταῦθα πρὸς ἐλευθέριον διαγωγὴν αὐτάρκη, τῷ γε μὴ λίαν ἀπλήστῳ μηδ᾽ ἀμέτρῳ περὶ τὴν ἐπιθυμίαν τοῦ πλείονος ἀλλὰ καὶ τοῦ καταστάσεώς σε τυχεῖν οὐχ ὁρῶ τίνα καιρὸν ἀναμενοῦμεν, τὸν νῦν ἐάσαντες.

Εἰ δὲ τῆς αὐτῆς ἔχῃ γνώμης καὶ μικρὰ πάντα σοι πρὸς τὴν ἰδίαν ὁρμήν, ἄλλο μὲν εἰπεῖν οὐδὲν βούλομαι δυσχερές· τοσοῦτον δὲ προλέγω καὶ διαμαρτύρομαι, ὅτι δυοῖν ἀνάγκη θάτερον, ἢ γνήσιον μένοντα Χριστιανὸν τὴν ἀτιμοτάτην αὐτοῦ τετάχθαι καὶ πράττειν ἀναξίως καὶ σεαυτοῦ καὶ τῶν ἐλπίδων· ἢ τῆς τιμῆς ἐφιέμενον περὶ τὰ καιριώτερα βλάπτεσθαι, τοῦ καπνοῦ γε μετέχοντα, εἰ καὶ μὴ τοῦ πυρός.

ΒΑΣΙΛΕΙΩΙ Ἐπαινῶ σου τῆς ἐπιστολῆς τὸ προοίμιον. Τί δὲ τῶν σῶν οὐκ ἐπαινετόν; Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς γεγραφότες, ἐπειδή γε εἰς τὸν πρεσβυτέρου βαθμὸν ἐβιάσθημεν. Καίτοι γε οὐ τοῦτο ἡμῖν ἐσπουδάζετο· ἀλλήλοις γάρ ἐσμεν, εἴπερ ἄλλοι τινές, ἀξιόπιστοι μάρτυρες τοῦ τὴν πεζὴν στέργειν φιλοσοφίαν καὶ κάτω μένουσαν.

Ἀλλὰ τοῦτο μὴ γενέσθαι μὲν ἴσως ἄμεινον ἦν· ἢ οὐκ οἶδ᾽ ὅ τι καὶ φῶ, ἕως ἂν ἀγνοῶ τὴν οἰκονομίαν τοῦ Πνεύματος. Ἐπεὶ δὲ ἐγένετο, φέρειν ἀνάγκη, ὡς γοῦν ἐμοὶ καταφαίνεται, καὶ μάλιστα διὰ τὸν καιρὸν πολλὰς ἡμῖν αἱρετικῶν ἐπεισάγοντα γλώσσας καὶ μὴ καταισχύνειν μήτε τὸν ἡμέτερον βίον μήτε τὰς τῶν πεπιστευκότων ἐλπίδας.

ΑΜΦΙΛΟΧΙΩΙ 〈Χρυσέας〉 ὑπόστησον 〈εὐτειχεῖ〉 θαλάμῳ 〈κίονας〉, κατὰ Πίνδαρον, καὶ ἀπὸ δεξιᾶς ἡμῖν γνωρίσθητι τῆς ἀρχῆς ἐν τῇ παρούσῃ φροντίδι, ὡς ἂν καὶ 〈θεητὸν〉 πήξαις 〈μέγαρον〉, εὐδόκιμος ἐν αὐτῇ φανείς.

Γνωρίσεις δὲ πῶς; Θεὸν καὶ τὰ θεῖα τιμῶν· οὗ τί σοι μεῖζον καὶ ὑψηλότερον; Τιμήσεις δὲ πῶς καὶ τίσιν; Ἑνὶ τούτῳ, τῷ κήδεσθαι τῶν παρισταμένων Θεῷ καὶ λειτουργούντων τοῦ βήματος. Τούτων εἷς ἐστι καὶ ὁ συνδιάκονος ἡμῶν Εὐθάλιος, ὅν, οὐκ οἶδ᾽ ὅπως, εἰς μείζω τάξιν μεταχωρήσαντα διαγράφειν ἐπιχειροῦσι χρυσὸν οἱ τῆς ἡγεμονικῆς τάξεως.

Τοῦτο μὴ ἀνεκτὸν φανήτω σοι· καὶ χεῖρα ὄρεξον τῷ τε διακόνῳ καὶ τῷ κλήρῳ παντί, καὶ πρὸ τῶν ἄλλων ἡμῖν, ὧν σοι μέλει· ἢ δεινότατα ἂν πάθοι μόνος ἀνθρώπων, μὴ τυγχάνων τῆς τῶν καιρῶν φιλανθρωπίας καὶ τῆς δεδομένης τοῖς ἱερατικοῖς παρὰ τῶν βασιλέων τιμῆς, ἀλλ᾽ ὑβριζόμενος καὶ ζημιούμενος ἴσως διὰ τὴν ἡμετέραν εὐτέλειαν.

Ὅ σοι καλῶς ἔχει μὴ συγχωρεῖν, κἂν μὴ καλῶς ἄλλοι βούλωνται.

ΚΑΝΔΙΔΙΑΝΩΙ Ποῦ νῦν οἱ σοφισταί; Τί σιωπῶσιν οἱ περὶ τὴν ποίησιν; Τίνας λόγους ἀμείνους ἐπιζητοῦσιν ἢ τίνα λαμπροτέραν ὑπόθεσιν; Νῦν ἔδει πᾶσαν μὲν ἐπὶ σοὶ κινηθῆναι γλῶσσαν μουσικήν τε καὶ ἐναρμόνιον, πᾶσαν δ᾽ ὑψηλόν τι καὶ διαπρύσιον ἠχῆσαι ῥητορικήν, οὐ ταύτῃ μόνον ὅτι χρέος ἁπάντων χρεῶν δικαιοτάτην ἄρχοντα δεξιὸν ἀνυμνεῖσθαι τοῖς λόγοις, ἀλλ᾽ ὅτι καὶ τὸν ἐν ἀμφοτέροις ἄκρον ἀμφοτέροις κοσμεῖν οἰκειότατον.

Καὶ εἰ μὴ πρὸ καιροῦ τοὺς λόγους ἀνέπαυσα (νῦν γὰρ δὴ νῦν τοῦτο αἰσθάνομαι), καὶ ἐβουλευσάμην, ἔφη τις, ταχύτερα ἢ σοφώτερα, τὸ μὴ πανηγυρίζειν μηδὲ φοιτᾶν εἰς μέσους φιλοσοφήσας, ὡς τάχα ἂν καὶ τὰς τυρρηνικὰς ὑπερεφώνησα σάλπιγγας (ἐρῶ γὰρ μηδὲν τὸν τραχὺν τοῦ Μώμου λίθον εὐλαβηθείς, κατὰ Πίνδαρον), εἰ μὴ τῆς σιωπῆς ἀωρίαν κατεψηφισάμην.

Νυνὶ δὲ ὃ πέπονθα ἐπὶ σοί, ὁποῖόν τι τοὐμὸν χρῆμα, τάχα ἂν γνοίης ἀπ᾽ εἰκόνος τινός· κόπτω μὲν οἷον τοὔδαφος τοῖς ποσί, κατὰ τοὺς θερμοτάτους τῶν ἵππων, καὶ διεσθίω τὰ χαλινὰ καὶ τὸ οὖς διανίστημι, πνέω τε θυμὸν ἐκ μυκτήρων καὶ βλέπω δριμὺ καὶ ἀφρῷ βάλλομαι, μένω δ᾽ ὅμως εἴσω κιγκλίδος, οὐκ ἐφιέντος μοι τοῦ νόμου τὸν δρόμον.

Τί οὖν; Ἐπειδὴ ταῦτα δοκεῖ, τί δράσομεν; Ἢ παντάπασι καταβαλοῦμεν τοὺς λόγους καὶ σιωπῇ τὰ σὰ θαυμασόμεθα, παρέντες ἑτέροις τὴν εὐφημίαν; Οὐ μὲν οὖν. Ἀλλ᾽ ἄλλοι μὲν τἄλλα τῶν σῶν εὐφημούντων, ὅ τι ἂν ἕκαστος βούληταί τε καὶ δύνηται.

Πάντως δὲ πολλοῖς ἀρκέσεις λόγοις καὶ πανηγύρεσιν, ἐὰν μέρος ἕκαστος τῶν σῶν ἀπολαβὼν εὐφημῇ· οἱ μέν, τὴν διοίκησιν τῶν κοινῶν καὶ τὸ ἐν τούτοις εὐσύνετόν τε ὁμοῦ καὶ φιλόπονον (τίς γὰρ ἢ εὑρετὴς τοῦ δέοντος ποριμώτερος ἢ ἐπιτελέσαι τὸ εὑρεθὲν ἐνεργέστερος;)· οἱ δὲ τῆς δίκης τὰ τάλαντα καὶ ὡς ὑπὸ λαμπρῷ τῷ φωτὶ διακρίνεις τὰς ἔριδας, ὑψηλὸς ὑψηλῶς ἐμπομπεύων τῇ θέμιδι.

Τὸ δέ σοι ξίφος φοβερὸν μέν, ὡς πλῆξον· ὡς δὲ οὐ πλῆσσον, ἀνάθημα. Κρατεῖς γὰρ οὐ τῷ κολάζειν ἁμαρτάνοντας, ἀλλὰ τῷ σπουδάζειν ὅπως οὐδὲ τὴν ἀρχὴν ἁμαρτήσονται καὶ τῷ πάντας ἡττᾶσθαι τῆς σῆς διανοίας πλέον ἢ τῆς τῶν ἄλλων δυναστείας, ὧν ἡ θρασύτης τὸ ἔννομον.

Ἄλλοι θαυμαζέτωσαν τοῦ λόγου τὸ κράτος· εἰ δὲ βούλει, λόγου πᾶν εἶδος, ὅσον τε εἰς κρίσιν ἥκει τῶν λεγομένων καὶ ὅσον εἰς τὴν τοῦ λέγειν δύναμιν. Ὁ γὰρ αὐτὸς κρίνειν τε ἱκανὸς λόγον καὶ εἰπεῖν δυνατώτερος· ὡς τὸ μὲν αὐτὸ καὶ τὴν χρυσῆν εἰκάζεσθαι ψῆφον ἢ τὴν Ὁμηρικὴν στάθμην ἐκείνην, ὑφ᾽ ᾗ κρίνεσθαι συμβαίνει τὴν τῶν Εὐμηλείων ἵππων ἰσότητα, τὸ δὲ ὑπὲρ τὰς χειμερίους εἶναι νιφάδας, —ἀγωνοθετοῦντά τε ὁμοίως νῦν καὶ ἀγωνιζόμενον πρότερον.

Ἄλλοι τὸ στερρὸν ἐπαινείτωσαν τῷ πράῳ συγκεκραμένον καὶ τὸ ἐν τῷ μειλιχίῳ μὴ συμπεπτωκός, οἷα τὰ τῶν λεόντων σκιρτήματα. Ἄλλοι τὸν εὐρυσθενῆ χρυσὸν καὶ τιμήεντα, μετὰ τῶν σεμνῶν ὀνομάτων ἀτιμασθέντα καὶ προτροπάδην εἴξαντα δίκῃ τῇ σῇ· πρᾶγμα μόνον δὴ πάντων καὶ ἀκοῆς καὶ πίστεως ὑψηλότερον.

Ποιητικὸς δέ τις ἀνὴρ καὶ τὴν τέχνην ἄφετος καὶ αὐτόνομος καὶ μέλος ἀγροικὸν προσᾳδέτω σοι, γηπόνων χορὸν στησάμενος, καὶ ἀμησάμενος στάχυν ὡραῖον πλεκέτω στέφανον ὅτι ἥδιστον, ἡμερίδας τε περὶ κεφαλῆς ἐγειρέτω κισσῷ διαπλόκους καὶ βότρυσι.

Γεωργίας ταῦτα θαλύσια, διὰ σοῦ πάλιν ἀνθρώποις ἐπανελθούσης· πέτραι τε γάλα ναόντων καὶ μέλι κρῆναι, καὶ φυτὸν ἅπαν ἅμα ἡρέμοις κομάτω καρποῖς, σύντροφόν τε ὁμοίως καὶ ὄρειον, οἷα τὰ τῶν ποιητῶν πλάσματα, ὅταν τινὶ ποιῶσι χαριζομένην τὴν γῆν.

Ταῦτα μέν, ὅπερ ἔφην, λεγόντων τε καὶ πλαττόντων ἕτεροι· 〈τὸ γὰρ οἰκεῖον〉 ἅπαν οὐ 〈πιέζει〉 μόνον, ὡς τῇ λύρᾳ δοκεῖ, ἀλλὰ καὶ εὐφραίνειν μάλιστα πέφυκεν. Ἐγὼ δὲ ὃ διαφερόντως τῶν σῶν ἄγαμαί τε καὶ ἀσπάζομαι, τοῦτο ἐρῶ· ὅτι τῆς τοῦ καιροῦ δυσκολίας κρείττονα σεαυτὸν παρέχεις.

Ἕλλην μὲν ὢν τὴν θρησκείαν καὶ τῷ παρόντι κράτει τὰ τοῦ κράτους ὑπηρετούμενος· ὑπηρετούμενος δέ, οὐχ ὅσα οἱ τοῦ καιροῦ κόλακες, ἀλλ᾽ ὅσα οἱ τοῦ καλοῦ φίλοι καὶ μεγαλόφρονες· καὶ τῶν μὲν τὴν θεραπείαν ἀφοσιούμενος, τηρῶν δὲ τῇ πατρίδι τὴν εὔνοιαν καὶ ἀθάνατον ἐν θνητῷ πράγματι τὴν δόξαν καρπούμενος.

Κἀκεῖνο δέ σου τῶν ἐπαινετῶν, ὅτι καὶ φιλίᾳ τι νέμεις αἰδοῦς ἐν τοσούτῳ τῆς ἀρχῆς ὄγκῳ· καὶ σχολὴν ἄγεις ἀπὸ τοσούτων ὧν πράττεις, μὴ μεμνῆσθαι μόνον, ἀλλὰ καὶ τιμᾶν διὰ γραμμάτων τοὺς φίλους καὶ τὸν πόθον ὁμολογεῖν καὶ πρὸς ἑαυτὸν ἕλκειν ἀπόντας.

Ἀνθ᾽ ὧν ἐπεύχομαί σοι, τῶν μὲν εἰς εὐδοξίαν μεῖζον οὐδὲν (κἂν γὰρ προσθήκην ἡ ἀρχὴ λάβῃ, τήν γε ἀρετὴν λαβεῖν οὐκ ἔνεστιν), ἓν δὲ ἀντὶ πάντων καὶ μέγιστον, γενέσθαι μεθ᾽ ἡμῶν ποτε καὶ Θεοῦ, καὶ τῆς διωκομένων εἶναι μερίδος, μὴ τῶν διωκόντων· ἐπειδὴ τὸ μὲν καιροῦ φορᾷ παρασύρεται, τὸ δὲ ἀθάνατον ἔχει τὴν σωτηρίαν.