Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Επιστολές προς τον Μέγα Βασίλειο περί ασκητικού βίου

Επιστολές που αφορούν την αδυναμία κοινής ασκητικής συμπόρευσης, περιγραφές του ησυχαστηρίου στον Πόντο και τη νοσταλγία του κοινού βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 29

ΒΑΣΙΛΕΙΩΙ Ἐψευσάμην, ὁμολογῶ, τὴν ὑπόσχεσιν συνέσεσθαί σοι καὶ συμφιλοσοφήσειν καθομολογήσας ἐκ τῶν Ἀθηνῶν ἔτι καὶ τῆς ἐκεῖσε φιλίας καὶ συμφυΐας· οὐ γὰρ ἔχω τι τούτων εἰπεῖν οἰκειότερον. Ἐψευσάμην δὲ οὐκ ἑκών, ἀλλὰ νόμου νόμον νικήσαντος, τοῦ θεραπεύειν κελεύοντος τοὺς γεννήτορας τὸν τῆς ἑταιρείας καὶ συνηθείας.

Οὐ μὴν παντάπασι ψεύσομαι, ἂν τοῦτο αὐτὸς καταδέξῃ· τὰ μὲν γὰρ ἡμεῖς σοι συνεσόμεθα, τὰ δὲ αὐτὸς ἡμῖν θέλησον, ἵν᾽ ᾖ τὰ πάντα κοινὰ καὶ τὸ τῆς φιλίας ὁμότιμον. Οὕτω γὰρ ὑπάρξει καὶ τὸ τούτους μὴ λυπεῖν καὶ τὸ σοῦ τυγχάνειν.

ΤΩΙ ΑΥΤΩΙ Οὐ φέρω τὴν Τιβερινὴν ἐγκαλούμενος καὶ τοὺς ἐνταῦθα πηλοὺς καὶ χειμῶνας, ὦ λίαν ἄπηλε σὺ καὶ ἀκρόβαμον καὶ τὰς πλάκας κατακροαίνων, ἢ ὑπόπτερε σὺ καὶ μετάρσιε καὶ τῷ Ἀβάριδος ὀϊστῷ συμφερόμενε, ἵνα καὶ Καππαδόκης ὢν φεύγῃς τὰ Καππαδοκίας.

Ἢ ἀδικοῦμεν ὅτι ὑμεῖς μὲν ὠχριᾶτε καὶ στενὸν ἀναπνεῖτε καὶ μετρεῖσθε τὸν ἥλιον· ἡμεῖς δὲ λιπῶμεν καὶ κορεννύμεθα καὶ οὐ περιγεγράμμεθα; Ἀλλ᾽ οὐ ταῦτα ὑμῖν ἐστι. Τρυφᾶτε δὲ καὶ πλουτεῖτε καὶ ἀγοράζετε· τοῦτο οὐκ ἐπαινῶ. Ἢ τοίνυν παῦσαι τοὺς πηλοὺς ὀνειδίζων ἡμῖν (οὔτε γὰρ τὴν πόλιν σὺ δεδημιούργηκας, οὔτε τοὺς χειμῶνας ἡμεῖς)· ἢ καὶ ἡμεῖς σοι προσοίσομεν ἀντὶ τῶν πηλῶν τοὺς καπηλοὺς καὶ ὅσα αἱ πόλεις μοχθηρὰ φέρουσιν.

ΕΥΑΓΡΙΩΙ Ἥσθην ἐπαινούμενος. Τὸ γὰρ τὸν υἱὸν ἡμῶν Εὐάγριον εὐδοκιμεῖν, ἡμᾶς ἐστιν εὐδοκιμεῖν· τέκνων γὰρ ἀρετὴ δόξα πατέρων. Ἡμεῖς δέ, εἰς λόγους μέν, οὐδὲν ἢ μικρὸν ἴσως σύνισμεν ἡμῖν αὐτοῖς ὠφελήσασι τὸν σὸν υἱόν, οὐδὲ γὰρ μέγα ἡμῖν τὸ τῶν λόγων· ἓν δὲ ἀντὶ πάντων αὐτῷ καὶ μέγιστον συνεισηνέγκαμεν, οὐκ ἀρνήσομαι, τὸν τοῦ Θεοῦ φόβον καὶ τὸ πεῖσαι τῶν παρόντων καταφρονεῖν.

Ἐκείνῳ μὲν οὖν τὰ κάλλιστα συνηυξάμεθά τε καὶ συνευχόμεθα, ἵν᾽ ἃς ἔλαβε παρ᾽ ἡμῶν ἀρχὰς τελέως καρποφορήσῃ καί τινα τῆς σπουδῆς καρπὸν ἐνεγκώμεθα. Τῇ δὲ σῇ τιμιότητι πᾶσα χάρις, ὅτι καὶ μεμνῆσθαι ἡμῶν ἀξιοῖς καὶ τοῖς ὑπομνήμασι τιμᾶν τῆς φιλίας· ἅπερ οὐ μικρὰ ὄντα μειζόνως ὑπεδεξάμεθα.

ΒΑΣΙΛΕΙΩΙ Σὺ μὲν σκῶπτε καὶ διάσυρε τὰ ἡμέτερα, εἴτε παίζων, εἴτε σπουδάζων, οὐδὲν τοῦτο πρᾶγμα· μειδία μόνον καὶ τῆς παιδεύσεως ἐμφοροῦ καὶ τῆς φιλίας ἡμῶν ἀπόλαυε· πάντα χρηστὰ ἡμῖν τὰ παρὰ σοῦ, ὁποῖά ποτ᾽ ἂν ᾖ καὶ ὅπως ἂν ἔχῃ.

Καὶ γάρ μοι καὶ τὰ ἐνταῦθα σκώπτειν δοκεῖς οὐκ ἵνα σκώψῃς, ἀλλ᾽ ἵνα πρὸς ἑαυτὸν ἑλκύσῃς, εἴ τί γε ἐγώ σου συνίημι, ὥσπερ οἱ τὰ ῥεύματα φράσσοντες, ἵν᾽ ἀλλαχοῦ μεθελκύσωσι. Τοιαῦτα ἡμῖν ἀεὶ τὰ σά. Ἐγὼ δέ σου τὸν Πόντον θαυμάσομαι καὶ τὴν ποντικὴν ξουφηρίαν καὶ τὴν φυγῆς ἀξίαν μονήν, τούς τε ὑπὲρ κεφαλῆς λόφους καὶ θῆρας, οἳ τὴν πίστιν ὑμῶν δοκιμάζουσι, καὶ τὴν ὑποκειμένην ἐσχατίαν, εἴτ᾽ οὖν μυωξίαν μετὰ τῶν σεμνῶν ὀνομάτων τοῦ φροντιστηρίου τε καὶ τοῦ μοναστηρίου καὶ τῆς σχολῆς, λόχμας τε ἀγρίων φυτῶν καὶ βαθυκρήμνων ὀρῶν στέφανον ὑφ᾽ ὧν μὴ στεφανοῦσθε, ἀλλὰ συγκλείεσθε, τόν τε μετρούμενον ἀέρα καὶ τὸν ποθούμενον ἥλιον, ὃν ὡς διὰ κάπνης αὐγάζεσθε, ὦ ποντικοὶ Κιμμέριοι καὶ ἀνήλιοι καὶ οὐ τὴν ἑξάμηνον νύκτα μόνον κατακριθέντες, ὃ δή τινες λέγονται, ἀλλ᾽ οὐδὲ ἓν μέρος τῆς ζωῆς ἄσκιον ἔχοντες, μίαν δὲ νύκτα μακρὰν τὸν ἅπαντα βίον καὶ ὄντως 〈σκιὰν θανάτου〉, ἵν᾽ εἴπω τὸ τῆς Γραφῆς.

Ἐπαινῶ καὶ τὴν 〈στενὴν καὶ τεθλιμμένην ὁδόν〉, —οὐκ οἶδα εἴτε εἰς βασιλείαν εἴτε εἰς Ἅιδου φέρουσαν, σοῦ δὲ ἕνεκεν εἰς βασιλείαν φερέτω, —καὶ τὴν ἐν μέσῳ, τί βούλει, πότερον Ἐδὲμ ὀνομάσω ψευδόμενος καὶ τὴν εἰς τέσσαρας ἀρχὰς μεριζομένην πηγὴν ἐξ ἧς ἡ οἰκουμένη ποτίζεται, ἢ τὴν ξηρὰν καὶ ἄνυδρον ἐρημίαν, ἥν τις ἡμερώσει Μωσῆς ῥάβδῳ πέτραν πηγάσας;

Ἔστι γὰρ ὅσον μὲν διαπέφευγε τὰς πέτρας, χαραδρεών· ὅσον δὲ τὰς χαράδρας, ἀκανθεών· ὅσον δὲ ὑπὲρ τὰς ἀκάνθας, κρημνός· καὶ ἡ ὑπὲρ τοῦτον ὁδὸς ἐπίκρημνός τε καὶ ἀμφιτάλαντος τῶν ὁδευόντων τὸν νοῦν συνάγουσα καὶ γυμνάζουσα πρὸς ἀσφάλειαν.

Ποταμὸς δὲ κάτω ῥοχθεῖ, οὗτος ὁ Ἀμφιπολίτης σοι Στρυμὼν καὶ ἡσύχιος· καὶ οὐκ ἰχθυοφόρος μᾶλλον ἢ λιθοφόρος, οὐδὲ εἰς λιμνὴν ἀναχεόμενος, ἀλλ᾽ εἰς βάθη κατασυρόμενος, ὦ λίαν ὑψήγορε σὺ καὶ ποιητὰ καινῶν ὀνομάτων.

Ἔστι γὰρ μέγας καὶ φοβερὸς καὶ ὑπερηχῶν τῶν ἄνω τὰς ψαλμῳδίας. Οὐδὲν πρὸς τοῦτον οἱ Καταράκται καὶ οἱ Κατάδουποι· τοσοῦτον ὑμῶν καταβοᾷ νυκτὸς καὶ ἡμέρας. Τραχὺς μὲν ὤν, ἄπορος δέ· καὶ θολερὸς μέν, ἄποτος δέ· οὗ τοῦτο μόνον φιλάνθρωπον ὅτι μὴ παρασυρεῖ τὴν μονὴν ὑμῶν, ὅταν αὐτὸν αἱ χαράδραι καὶ οἱ χειμῶνες ἐκμαίνωσιν.

Ἃ μὲν οὖν ἡμεῖς ταῖς τῶν Μακάρων νήσοις ταύταις εἴτ᾽ οὖν τῶν μακαρίων ὑμῶν, ταῦτά ἐστι. Σὺ δέ μοι θαύμαζε τοὺς μηνοειδεῖς ἀγκῶνας τὰ βάσιμα τῆς ὑπωρείας ὑμῶν ἀπαγχονίζοντας μᾶλλον ἢ ἀποτειχίζοντας, καὶ τὸν κορυφῆς ὑπερτέλλοντα τένοντα, ὃς Ταντάλειον ὑμῖν ποιεῖ τὴν ζωήν, τάς τε διαρρεούσας αὔρας καὶ τῆς γῆς ἀναπνοάς, αἳ λιποθυμοῦντας ὑμᾶς ἀναψύχουσι, τούς τε ᾠδικοὺς ὄρνιθας, ᾄδοντας μέν, ἀλλὰ τὸν λιμόν, καὶ ὑπεριπταμένους μέν, ἀλλὰ τὴν ἐρημίαν. Ἐπιδημεῖ δὲ οὐδεὶς ὅτι μὴ κατὰ θήραν, λέγεις· πρόσθες, καὶ ὥστε νεκροὺς ὑμᾶς ἐπισκέπτεσθαι.

Ταῦτα μακρότερα μὲν ἴσως ἣ κατ᾽ ἐπιστολήν, ἐλάττω δὲ κωμῳδίας. Σὺ δὲ εἰ μὲν οἴσεις μετρίως τὴν παιδιάν, ὀρθῶς ποιήσεις· εἰ δὲ μή, καὶ πλείω προσθήσομεν.

ΤΩΙ ΑΥΤΩΙ Ἐπειδὴ φέρεις μετρίως τὴν παιδιάν, καὶ τὰ ἑξῆς προσθήσομεν. Ἐξ Ὁμήρου δὲ τὸ προοίμιον· Ἀλλ᾽ ἄγε δὴ μετάβηθι καὶ τὸν ἕσο κόσμον ἄεισον, τὴν ἄστεγον σκέπην καὶ ἄθυρον, τὴν ἄπυρον ἑστίαν καὶ ἄκαπνον, τοὺς πυρὶ ξηραινομένους τοίχους, ἵνα μὴ ταῖς τοῦ πηλοῦ ῥανίσι βαλλώμεθα, Ταντάλειοί τινες καὶ κατάκριτοι, διψῶντες ἐν ὕδασι, — τὴν ἐλεεινὴν ἐκείνην καὶ ἄτροφον πανδαισίαν ἐφ᾽ ἣν ἀπὸ Καππαδοκίας ἐκλήθημεν, οὐχ ὡς Λωτοφάγων πενίαν ἀλλ᾽ ὡς Ἀλκινόου τράπεζαν, ἡμεῖς οἱ νέοι ναυαγοί τε καὶ τλήμονες.

Μέμνημαι γὰρ τῶν ἄρτων ἐκείνων καὶ τῶν ζωμῶν (οὕτω γὰρ ὠνομάζοντο), ἀλλὰ καὶ μεμνήσομαι καὶ τῶν περιολισθαινόντων τοῖς βλωμοῖς ὀδόντων, εἶτα ἐνισχομένων καὶ ἀνελκομένων ὥσπερ ἐκ τέλματος. Αὐτὸς ταῦτα τραγῳδήσεις ὑψηλότερον, ἐκ τῶν οἰκείων παθῶν ἔχων τὸ μεγαλόφωνον· ὧν εἰ μὴ ταχέως ἡμᾶς ἡ μεγάλη καὶ πτωχοτρόφος ὄντως ἐρρύσατο, τὴν σὴν λέγω μητέρα, ὥσπερ λιμὴν ἐν καιρῷ φανεῖσα χειμαζομένοις, πάλαι ἂν ἦμεν νεκροί, πίστεως ποντικῆς οὐκ ἐπαινούμενοι μᾶλλον ἢ ἐλεούμενοι.

Πῶς παρέλθω τοὺς ἀκήπους κήπους ἐκείνους καὶ ἀλαχάνους, καὶ τὴν Αὐγείου κόπρον ἐκ τῆς οἰκίας ἐκκαθαιρομένην, ᾗ τούτους ἀνεπληρώσαμεν, ἡνίκα τὴν γεωφόρον ἅμαξαν εἵλκομεν, ἐγώ τε ὁ βοτρύων καὶ ὁ λαμυρὸς σύ, τοῖς αὐχέσι τούτοις καὶ ταῖς χερσὶ ταύταις, αἳ τῶν πόνων ἔτι τὰ ἴχνη φέρουσιν, —ὦ γῆ καὶ ἥλιε καὶ ἀὴρ καὶ ἀρετή, τραγωδήσω γάρ τι μικρόν, —οὐχ ἵνα τὸν Ἑλλήσποντον ζεύξωμεν, ἀλλ᾽ ἵνα τὸν κρημνὸν ὁμαλίσωμεν.

Τούτοις εἰ μὲν οὐδὲν ἀχθεσθήσῃ λεγομένοις, πάντως οὐδ᾽ ἡμεῖς· εἰ δὲ ἀχθεσθήσῃ, πόσον γενομένοις ἡμεῖς· καὶ τὰ πλείω παρήσομεν, αἰδοῖ τῶν ἄλλων, ὧν πολλῶν ἀπελαύομεν.

ΤΩΙ ΑΥΤΩΙ Ἃ μὲν πρότερον ἐπεστέλλομεν περὶ τῆς ποντικῆς διατριβῆς παιζόντων ἦν, οὐ σπουδαζόντων· ἃ δὲ νῦν γράφω, καὶ λίαν σπουδαζόντων. 〈Τίς ἄν με θείη κατὰ μῆνα ἡμερῶν τῶν ἔμπροσθεν ἐκείνων〉, ἐν αἷς συνετρύφων σοι τῷ κακοπαθεῖν; ἐπειδὴ τὸ ἑκούσιον λυπηρὸν τοῦ ἀκουσίου τερπνοῦ τιμιώτερον.

Τίς δώσει τὰς ψαλμῳδίας ἐκείνας καὶ τὰς ἀγρυπνίας καὶ τὰς δι᾽ εὐχῆς πρὸς Θεὸν ἐκδημίας καὶ τὴν οἱονεὶ ἄϋλον ζωὴν καὶ ἀσώματον; Τίς ἀδελφῶν συμφυΐαν καὶ συμψυχίαν τῶν ὑπὸ σοῦ θεουμένων καὶ ὑψουμένων; Τίς ἅμιλλαν ἀρετῆς καὶ παράθηξιν, ἣν ὅροις γραπτοῖς καὶ κανόσιν ἠσφαλισάμεθα; Τίς θείων λογίων φιλοπονίαν καὶ τὸ ἐν αὐτοῖς φῶς εὑρισκόμενον σὺν ὁδηγίᾳ τοῦ Πνεύματος;

Ἤ, ἵνα τὰ μικρότερα λέγω καὶ εὐτελέστερα, τίς ἐφημερίας καὶ αὐτουργίας; τίς ξυληγίας καὶ λατομίας; τίς δὲ φυτοκομίας καὶ ὀχετηγίας; τίς δὲ τὴν πλάτανον τὴν χρυσῆν καὶ τῆς Ξέρξου τιμιωτέραν, ὑφ᾽ ᾗ μὴ βασιλεὺς ἐκαθέζετο τεθρυμμένος, ἀλλὰ μοναστὴς τετρυχωμένος, ἣν ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἡ σὴ τιμιότης, ἀλλ᾽ ὁ Θεὸς ηὔξησεν εἰς τιμὴν ἡμετέραν, ἵνα ὑπόμνημα σῴζηται παρ᾽ ὑμῖν τῆς ἡμετέρας φιλοπονίας, ὥσπερ ἐν τῇ κιβωτῷ λέγεται καὶ πιστεύεται ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα.

Ταῦτα εὔξασθαι μὲν ῥᾴστον, λαβεῖν δὲ οὐ ῥᾴδιον. Ἀλλά μοι καὶ πάρεσο καὶ σύμπνει καὶ συνεργάζου τὴν ἀρετήν, καὶ ἥν ποτε συνελέξαμεν ὠφέλειαν συντήρει διὰ τῶν προσευχῶν, ἵνα μὴ κατὰ μικρὸν ὥσπερ σκιὰ λυθῶμεν, κλινούσης ἡμέρας.

Ὡς ἔγωγέ σε πνέω μᾶλλον ἢ τὸν ἀέρα· καὶ τοῦτο ζῶ μόνον, ὃ μετὰ σοῦ γίνομαι, ἢ παρών, ἢ ἀπὼν τοῖς ἰνδάλμασι.