Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Επιστολές περί προστασίας, ασθενείας και ησυχίας

Εκκλήσεις για προστασία από βιαιοπραγίες, συστάσεις, και εκφράσεις της επιθυμίας του συγγραφέα για ησυχαστικό βίο εξαιτίας της ασθενείας του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 14 από 29

ΑΛΥΠΙΩΙ Πρώτην σοι ταύτην καὶ ἐπιστολὴν γράφω καὶ προσάγω πρεσβείαν, ὥστε δίκαιος ἂν εἴην καὶ κατὰ τοῦτο τυχεῖν σου περὶ ὧν ἀπαγγέλλω. Ἀπαγγέλλω δὲ τί; Σπαράσσει τὴν ἡμετέραν οἰκίαν τὴν παρ᾽ ὑμῖν, ὡς πυνθάνομαι, βιαίοις ἐφόδοις ὁ καλὸς Παλλάδιος, ὁ δὲ βοηθήσων οὐδείς.

Καλὸν οὖν ἐστί σοι μάλιστα μὲν καὶ παρόντος κήδεσθαι τοῦ ἀνδρός, πολλῷ δὲ πλέον ἀπόντος, ὡς ἂν μὴ παντάπασιν οἴχηται διαφθαρέντα καὶ διαρρυέντα τὰ πράγματα κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν, καὶ μηδὲ τοῖς μαχομένοις αὐτοῖς ᾖ τι πλέον, τὸ ἆθλον οὐκ ἔχουσι τοῦ παλαίσματος.

ΤΩΙ ΑΥΤΩΙ Ἐπαινῶ ὅτι κήδῃ τῶν ἡμετέρων· ἔτι ἐπαινῶ τὸ καὶ γνωρίσαι δι᾽ ἐπιστολῆς ἡμῖν ὅτι τοῦτο ποιεῖς. Τὸ μὲν γὰρ τῷ δικαίῳ χαρίζῃ, τὸ δὲ ἡμῖν. Ἀλλ᾽ ὅπως μὴ ἀποκάμνῃς ἡμῖν καὶ πρὸς τὸ ἑξῆς εὖ ποιῶν· ἀεὶ δέ τι φαίνοιο τῇ σπουδῇ προστιθείς, ἵνα σε καὶ πλέον θαυμάζωμεν.

Ὁ δὲ υἱὸς Εὐφήμιος οὔπω μὲν πάρεστιν, ἐλπίζεται δέ, καὶ οἶμαί σοι μὴ πολλοῦ πόνου δεήσειν, εἰ παραγένοιτο.

ΤΩΙ ΑΥΤΩΙ Φορτουνάτος, ὁ τὴν ἐπιστολὴν ἐγχειρίζων σοι, φίλος καὶ οἰκεῖός ἐστιν ἡμέτερος· εἰ δὲ δεῖ προσθήκης τινός, καὶ διάκονος τῶν ἐπαινουμένων. Ταῦτα ἔδει σε μαθεῖν παρ᾽ ἡμῶν. Τἄλλα δὲ οἶδ᾽ ὅτι παρὰ σεαυτοῦ προσθήσεις, τὸ οἰκείως ὁρᾶν τὸν ἄνδρα καὶ κηδεμονικῶς ἐν οἷς ἂν δέηται τῆς σῆς εὐλαβείας. Ὡς ὅ τι ἂν τοῦτον εὖ ποιήσῃς, εὐεργετήσων εἶ ἡμᾶς.

ΤΩΙ ΑΥΤΩΙ Οἰκείωσαι τὰ ἡμέτερα, ὥσπερ οὖν καὶ προλαβὼν ᾠκειώσω καὶ δι᾽ ἔργων τοῦτο δεδήλωκας. Οἰκειώσῃ δὲ τὸν ἀγαπητὸν ἀδελφὸν καὶ συμπρεσβύτερον ἡμῶν Λουκιανὸν τά τε ἄλλα ἡδέως ὁρᾶν ἀξιῶν καὶ προτρεψάμενος κήδεσθαι τῆς αὐτόθι τῶν συγγενῶν ἡμῶν οἰκίας· ἐπειδὴ σὺν Θεῷ καὶ τὰ πράγματα πέρας ἔλαβε δεξιὸν κρίσει τε ὑμετέρᾳ καὶ φιλανθρωπίᾳ τοῦ Κρείττονος.

ΤΩΙ ΑΥΤΩΙ Οἷα τυραννεῖς ἡμᾶς ἐκ φιλίας· διακινεῖται ἡμῖν τὸ δόγμα τὸ περὶ τὰς εὐχάς, καὶ τοὺς χλαινοφόρους ἐγκρίνομεν, οὔπω μὲν τοσοῦτον παρανομοῦντες ὅσον οἱ δεινοὶ τὰ ἐρωτικὰ παρ᾽ Ἕλλησιν. Οὐ γὰρ θύουσι μόνον ὡς θεῷ τῷ πάθει, ἀλλὰ καὶ τοῖς ὅρκοις συγγνώμην νέμουσι τοῖς δι᾽ ἔρωτα. Εἰ δέ τι καὶ παρανομοῦμεν, ὅτι διὰ φιλίαν πάσχομεν, τοῦτο οὐχ ἁμαρτάνοντες.

Ἧκε οὖν, εἰ μὲν βούλει, μεταμφιασμένος, ἵν᾽ ἀμφότερα ἡμῖν ὡς κάλλιστα ἔχῃ, καὶ τὸ σοῦ τυχεῖν καὶ τὸ τοῦ δόγματος μὴ διαμαρτεῖν· εἰ δὲ μή, καὶ ἀπὸ τῆς χλανίδος πάντως. Κἄν τις ἡμᾶς διώκῃ παρανομίας, ἄχρι τούτου γε ῥητορεύσομεν ὅτι τῶν ἐπιτελούντων εἶ τὴν εὐχήν, οὐ τῶν καλουμένων.

Ἐὰν δὲ τοῦτό τις ἐξ ἡμῶν μὴ προσδέξηται, τί πρὸς ἐκεῖνο ἐρεῖ· ὡς ὀρφανὸν καλοῦμέν σε; Οὕτω μὲν δὴ καὶ τυραννήσεις, ἐπειδὴ σὸς ὁ καιρός. Τρίτον δὲ καὶ μέγιστον, ἔξεστί σοι καὶ ὡς ἐπ᾽ εὐχὴν ἡμᾶς καλοῦντι, μετασχεῖν τῆς εὐχῆς. Σὲ μὲν οὖν οὕτως εἰσδεξόμεθα ῥητορεύοντες.

Ὑπὲρ δὲ τῆς ἀδελφῆς ἡμᾶς οὐδεὶς εὐθυνεῖ παραγενομένης, ἀλλ᾽ ἐκ τοῦ ἐναντίου κἀκείνην καὶ ἡμᾶς, εἰ μὴ παραγένοιτο. Ὥστε ἡ μὲν αὐτόκλητος ἡκέτω· σὺ δὲ παρακέκλησο καὶ ἀπάντησον τὸ μέν τι ἡμῖν θαρρήσας, τὸ δὲ τῇ εὐχῇ, ἵνα καὶ φαιδροτέραν ποιήσῃς ἡμῖν τὴν πανήγυριν· ἐπειδή σοι σὺν Θεῷ ἱκανῶς τὰ περὶ τὴν γαστέρα ᾠκονόμηται, μᾶλλον δὲ ὀρφανικῶς καί, ἵν᾽ οὕτως εἴπω, λίαν εὐκτικῶς καὶ γενναίως.

ΦΙΛΑΓΡΙΩΙ Τοῦ μὲν μὴ δύνασθαι ἡμᾶς συγγενέσθαι ἀλλήλοις ταὐτὸν αἴτιον ἀμφοτέροις· σοί τε γὰρ χρῆται τὸ σῶμα ὡς χρῆται, ἵνα μηδὲν λέγω πλέον, ἐμέ τε ἴσθι λίαν ἔχοντα μοχθηρῶς. Οὐ γὰρ ἂν ὤκνησα πρὸ πάντων, ἐπανήκων ἐκ τῆς ἀποδημίας, εὖ τοῦτο ἐπίστω, καὶ προσδραμεῖν σοι καὶ περιπτύξασθαι καὶ συμβούλῳ χρήσασθαι περὶ τῶν προκειμένων ἀνδρὶ καὶ φίλῳ καὶ συνετῷ καὶ ὑψηλῷ τὴν εὐσέβειαν.

Ὃ δὲ λειπόμενον ἦν, τὸ διὰ γραμμάτων ὁμιλεῖν ἡμᾶς ἀλλήλοις, τοῦτο ἐποίησας μὲν αὐτὸς εὖ ποιῶν, ποιοῦμεν δὲ καὶ ἡμεῖς. Οὐ μικρὰ ἡμῖν ἐστι οὐδὲ μικροῦ λόγου περὶ ὧν ἐπιστέλλεις· ὅθεν οὐδὲ αὐτοὶ παρέργως οὐδὲ ῥᾳθύμως ταῦτα διασκεψάμενοι, ἀλλὰ καὶ λίαν ἐπιμελῶς ἐπὶ τὴν κρίσιν ταύτην προεληλύθαμεν.

Κεκμήκαμεν ἀγωνιζόμενοι πρὸς τὸν φθόνον καὶ τοὺς ἱεροὺς ἐπισκόπους τὴν κοινὴν ὁμόνοιαν διαλύοντας καὶ τῶν ἰδίων φιλονεικιῶν τὸ τῆς πίστεως πάρεργον ποιουμένους. Διὰ τοῦτο ἔγνωμεν πρύμναν κρούσασθαι, τὸ τοῦ λόγου, καὶ εἰς ἡμᾶς αὐτοὺς συσταλῆναι, ὥσπερ τὸν ναυτῖλόν φασιν ἰχθὺν ὅταν χειμῶνος αἰσθάνηται, καὶ τοὺς μὲν ἄλλους ὁρᾶν πόρρωθεν βαλλομένους καὶ βάλλοντας, αὐτοὶ δὲ πρὸς τὰ ἐκεῖσε μετασκευάζεσθαι.

Εἰ δὲ τὴν Ἐκκλησίαν καταλιπεῖν ἐπικίνδυνον, ὡς γράφεις, ποίαν; εἰ μὲν τὴν ἡμετέραν, κἀγώ φημι καὶ ὀρθῶς λέγεται· εἰ δὲ τὴν μηδὲν προσήκουσαν μηδ᾽ ἐπικηρυχθεῖσαν ἡμῖν, ἀνεύθυνοι. Ἀλλ᾽ ὅτι ἐπεμελήθημεν χρόνον τινά, τούτῳ κρατούμεθα; πολλοὶ καὶ ἄλλοι κρατηθεῖεν ἄν, ὅσοι ξένων ἐπεμελήθησαν.

Καὶ τάχα τὸ μὲν καμεῖν ἔμμισθον, τὸ δὲ ἀπειπεῖν οὐχ ὑπεύθυνον. Μηδὲν οὖν δείσῃς περὶ ἡμῶν τούτου γε ἕνεκεν· ἀλλ᾽ ἐκεῖνο μᾶλλον, μή τι βλαπτώμεθα.

ΝΕΚΤΑΡΙΩΙ Ἔδει τὸ βασίλειον ἄγαλμα τὴν βασιλίδα πόλιν κοσμεῖν. Διὰ τοῦτό σε μέν, ὡς ἔπρεπεν, ἐγκόλπιον ἔχει μετὰ τῶν ἀρετῶν καὶ τῶν λόγων καὶ τῶν ἄλλων καλῶν οἷς ἡ θεία σε χάρις ἀξιοπρεπῶς κατεπλούτισεν.

Ἡμᾶς δὲ μακρὰν ἀπεσκυβάλισε καὶ ἀπέρριψεν ὡσανεὶ συρφετόν τινα καὶ ἄχνην καὶ κῦμα θαλάσσιον. Ἀλλ᾽ ἐπεὶ τὰ τῶν φίλων κοινά, κοινοποιοῦμαι μὲν ἔγωγε τὴν σὴν εὐπραγίαν καὶ τῆς τε δόξης μετασχεῖν ἡγοῦμαι καὶ τῆς ἄλλης εὐημερίας.

Κοινώνει δὲ καὶ αὐτὸς ὅσα δεῖ τῶν ἐνταῦθα φροντίδων καὶ περιστάσεων τοῖς σοῖς ἀποδήμοις· 〈καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε〉, τοῦτο δὴ τὸ τῶν τραγῳδῶν, ἀλλὰ καὶ τῶν πόνων ἐν μέρει συναντιλαμβάνου τῷ φίλῳ, ἵνα καθόλου δίκαιος ᾖς, δικαίως καὶ ἴσως διαιτῶν φιλίᾳ καὶ φίλοις.

Καί σοι παραμένοι τὸ εὐπραγεῖν χρονιώτερον, ὡς καὶ εὖ δράσῃς πλεῖον, μᾶλλον δὲ ἀναφαίρετόν σοι προσείη καὶ ἀΐδιον μετὰ τὴν ἐντεῦθεν εὐημερίαν ἐπὶ τὴν ἐκεῖ διαβάντι.

ΒΟΣΠΟΡΙΩΙ Αἰδοῦμαί σου τῆς κλήσεως τὸ φιλόπονον. Αἰσχυνοίμην δ᾽ ἂν πλέον ἐμαυτὸν μὴ τἀληθῆ γράφων. Δέδοικα μὴ πέρας ἡμῖν ἔχῃ καὶ τὰ πράγματα· οὕτως αἰσχύνομαι τὴν ἐμὴν πολιὰν καὶ τὴν κοινὴν τράπεζαν καὶ τοὺς ἐκ νεότητος πόνους, ἔλαττον παρ᾽ ὑμῖν ἔχων καὶ τῶν κακίστων καὶ ὑφ᾽ ὧν ἥκιστα ἂν ᾠήθην ἀτιμαζόμενος.

ΑΝΥΣΙΩΙ Πῶς ἔχει τὰ πράγματα ἡμῖν ἐρωτᾷς. Μετά τινος ἱστορίας ἀποκρινούμεθα. Ἐπρέσβευον Ἀθηναῖοι πρὸς Λακεδαιμονίους, φησίν, ἡνίκα ἐτυραννοῦντο· ἡ πρεσβεία δὲ ἦν γενέσθαι τι αὐτοῖς ἐκεῖθεν φιλάνθρωπον.

Ὡς δ᾽ ἐπανῆκον ἐκ τῆς πρεσβείας, ἔπειτα ἤρετό τις· «Πῶς ὑμῖν οἱ Λακεδαιμόνιοι; —Ὡς μὲν δούλοις, ἔφασαν, λίαν χρηστῶς· ὡς δὲ ἐλευθέροις, λίαν ὑβριστικῶς». Τοῦτο οὖν καὶ αὐτὸς ἔχω γράφειν· πράττομεν γὰρ τῶν μὲν ἀπεγνωσμένων φιλανθρωπότερον, τῶν δὲ μελόντων Θεῷ φορτικώτερον. Ἥ τε γὰρ νόσος παραλυπεῖ ἔτι, μᾶλλον δὲ λίαν λυπεῖ, οἵ τε φίλοι κακοῦντες οὐκ ἀνιᾶσι καὶ τὰ δύνατα βλάπτοντες.

Ἀλλ᾽ εὔχου τὸ Θεῖον εὐμενὲς ἡμῖν εἶναι, καὶ δυοῖν θάτερον ἢ φευξόμεθα τὰ δεινὰ πάντως ἢ καρτερήσομεν. Ἔστι δὲ καὶ τοῦτο ἐπιεικῶς συμφορᾶς ἐλάττωσις.

ΝΕΚΤΑΡΙΩΙ Τὰ μὲν καθ᾽ ἡμᾶς ἔχει ὡς ἔχει· ἄνευ πολέμου καὶ πραγμάτων καθήμεθα, 〈σιωπῆς ἀκίνδυνον γέρας〉 ἀντὶ πάντων τιμήσαντες. Καί τι καὶ ὠνάμεθα τῆς ἡσυχίας, ἐλέῳ Θεοῦ ἱκανῶς τῆς ἀρρωστίας ἀνενεγκόντες.

Σὺ δὲ 〈κατευοδοῦ καὶ βασίλευε〉, ὡς ὁ θεῖος Δαυΐδ φησι· καί σοι συνδιέποι τὴν ἱερωσύνην ὁ τιμήσας Θεός, πάσης ἐπηρείας ὑψηλοτέραν ταύτην χαριζόμενος. Ἵνα δὲ τοῦ θαρρεῖν ἀλλήλοις ἀπόδειξιν δῶμεν καὶ μή τι πάσχωμεν ἀνθρώπινον Θεῷ παριστάμενοι, ἐγὼ μὲν ταῦτα πρεσβεύω πρὸς σέ, σὺ δέ μοι προθύμως ἐπίνευσον.

Τοῦ γνησιωτάτου υἱοῦ ἡμῶν Παγκρατίου κηδόμεθα, πολλῶν ἕνεκεν ἀναγκαίων τοῦτο ποιοῦντες. Τοῦτον καὶ προσίεσθαι θέλησον εὐμενῶς καὶ συστῆσαι τῶν φίλων τοῖς σπουδαιοτέροις, ὥστε τοῦ σκοποῦ τυχεῖν. Ὁ δὲ σκοπός, στρατείᾳ τινὶ τὴν ἀπραγμοσύνην λαβεῖν· ἐπεὶ μηδὲ εἷς βίος ἀνεπηρέαστος τοῖς πονηροῖς, ὃ καὶ αὐτὸς γινώσκεις.

ΦΙΛΑΓΡΙΩΙ Πῶς ἔχει σοι τὰ τοῦ σώματος; ἢ δηλονότι βραχὺς ὁ λόγος, ὅπως ἂν ἔχοι; Περὶ δὲ τῆς ψυχῆς οὐκ ἐρήσομαι πῶς. Οἶδα γὰρ ὅτι καὶ λίαν καλῶς· ἐπειδὴ γενναίως ἐμφιλοσοφεῖς τοῖς πάθεσιν τοῦ σώματος, ὥσπερ βάσανον ἀρετῆς ἀλλ᾽ οὐχ ὕλης ἀνωμαλίαν τὸ πρᾶγμα δεξάμενος, ἵν᾽ ᾖ σοι τὸ κακοπαθεῖν τῆς τῶν ἄλλων ὑγείας μακαριώτερον.

Δίδως καὶ ταύτην ἱκανὴν τῆς φιλοσοφίας ἀπόδειξιν, τὸ τοιαῦτα καὶ περὶ τοιούτων ἐπιτάσσειν ἡμῖν· ἃ κἂν ἄλλοις θαρρῶμεν γράφειν, ἀλλὰ τό γε ὑπὸ σοὶ κριτῇ κινδυνεύειν οὐκ ἀσφαλές. Πειρασόμεθα δ᾽ ὅμως μὴ ἀντιλέγειν κελεύοντι.

ΣΩΦΡΟΝΙΩΙ Ἔχει τι δεξιὸν ἡμῖν ἡ ἀναχώρησις, τὸ ἄπραγμον καὶ ἡσύχιον· ἀλλ᾽ οὔπω τοσοῦτον ὅσον σκαιόν, τὸ τῆς ὑμετέρας χωρίζειν φιλίας καὶ συνουσίας τοσούτου πράγματος. Ἄλλοι τῆς σῆς τελειότητος ἀπολαύουσιν· ἡμῖν δὲ μέγα κἂν εἰ τοῦτο ἔχοιμεν, σκιὰν ὁμιλίας τὴν ἐν τοῖς γράμμασιν.

Ἆρά σε ὀψόμεθα πάλιν; Ἆρα περιπτυξόμεθα τὸ ἡμέτερον σεμνολόγημα, καὶ τοῦτο δοθήσεται τῷ τῆς ζωῆς ἡμῶν λειψάνῳ; Εἰ μὲν δοθείη, πᾶσα τῷ Θεῷ χάρις· εἰ δὲ μή, τεθνήκαμεν ἤδη τῷ πλείστῳ μέρει. Σὺ δὲ μέμνησο τοῦ σοῦ Γρηγορίου καὶ διηγοῦ τὰ ἡμέτερα.

ΑΜΑΖΟΝΙΩΙ Ἄν τις ἔρηταί σε τῶν κοινῶν φίλων (πολλοὺς δὲ εἶναι πείθομαι τούτους)· «Ποῦ δὲ νῦν ὁ Γρηγόριος ἡμῖν; πράττει δὲ τί;», θαρρῶν φαθὶ ὅτι ἐφ᾽ ἡσυχίας φιλοσοφεῖ, τοσαῦτα τῶν ἀδικούντων φροντίζων ὅσα τῶν οὐδὲ εἰ γεγόνασι γινωσκομένων· οὕτως ἐστὶν ἀήττητος.

Ἂν δέ σε πάλιν ὁ αὐτὸς ἐπανέρηται· «Πῶς δὲ τὴν διάζευξιν φέρει τῶν φίλων;», μηκέτι θαρρῶν εἴπῃς ὅτι φιλοσοφεῖ, ἀλλὰ καὶ λίαν ἀγεννῶς ἔχει. Ἄλλου μὲν γὰρ ἄλλος ἥττων ἐστίν, ἡμεῖς δὲ φιλίας καὶ φίλων. Τούτων εἷς ἐστι καὶ ὁ θαυμάσιος Ἀμαζόνιος. Τάχα ἂν ἑνὶ μόνῳ θεραπεύσαις ἡμᾶς καὶ ῥᾴους ἐπὶ σοὶ ποιήσαις, εἰ μνημονεύοις ἡμῶν καὶ ὅτι τοῦτο ποιεῖς πείθοις τοῖς γράμμασιν.