Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Συστάσεις και μεσολαβήσεις υπέρ απόρων και αδυνάτων

Σειρά επιστολών προς πολιτικούς αξιωματούχους με σκοπό την προστασία και ανακούφιση κληρικών, χηρών και ορφανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 15 από 29

ΛΕΟΝΤΙΩΙ Ὢ τῆς δεξιᾶς νόσου καὶ τῆς τῶν ἐχθρῶν ἐπηρείας, δι᾽ ἣν ἡμεῖς ἐλεύθεροι γεγόναμεν ἔξω τοῦ Σοδομιτικοῦ πυρὸς καὶ τῆς ἐπισκοπικῆς ἐκλύσεως. Ὑμῖν δὲ πῶς ἔχει τὰ πρὸς τὸν Θεόν; Ταῦτα ἐχέτω καλῶς, τἄλλα δέ, ὅπως ἂν ἔχῃ, χαίρειν ἐάσωμεν. Μικρὸν ἔτι καὶ ὄψομαι τοὺς ἐμοὺς ὑβριστάς, ἡνίκα ἂν πυρὶ κρίνηται τὰ ἡμέτερα. Προσαγορεύομεν ὑμᾶς καὶ δι᾽ ὑμῶν τοὺς κοινοὺς φίλους. Μέμνησθέ μου τῶν λιθασμῶν.

ΥΠΑΤΙΩΙ Πολὺν ἐζημιώμεθα χρόνον, οὐκ ἐχούσης τὸν πρῶτον ἐν ἀνδράσι τῆς πρώτης ἐν πόλεσιν. Ἔδει γάρ, οἶμαι, χεθῆναι τὸ ἀγαθὸν καὶ κοινὸν γενέσθαι τὸ πάντων ὄφελος, ὡς ἂν σπείραις τὴν εὐνομίαν ἐξ ὕψους, καθάπερ τὰ σπέρματα οἱ τὰς τροφὰς ἡμερώσαντες, ὡς γοῦν τοῖς μύθοις δοκεῖ καὶ τοῖς πλάσμασιν.

Ἐμοὶ δὲ καὶ πλέον ἀλγεῖν περίεστιν, ὅτι τοσοῦτον ἀπολαύσας μόνον, ὅσα καὶ ἀστραπῆς ὀλίγα τὴν ὄψιν περιλαμπούσης, ἔπειτα ἡττήθην τοῦ φθόνου καὶ εἰς ἐμαυτὸν συνεστάλην, ἄλλοις τοῦ κράτους τῆς Ἐκκλησίας παραχωρήσας καὶ τῆς εὐπρεπεστέρας σκηνῆς (ἵν᾽ οὕτως εἴπω διὰ τοὺς παίζοντας εὐκόλως τὰ μὴ παιδιᾶς ἄξια).

Σὺ δέ, ὦ πάντων ἄριστε, τὴν αὐτὴν σῷζε πρὸς ἡμᾶς διάθεσιν, ἥτις κατὰ τὴν μαγνῆτιν πρὸς ἑαυτὴν ἕλκει τὰ σιδήρια.

ΗΡΑΚΛΕΙΑΝΩΙ Ἀεὶ σὺ παρ᾽ ἡμῖν ὁ καλὸς Ἡρακλειανὸς καὶ λέγων τι παιδεύσεως καὶ ἀκούων· καὶ Κωνσταντινούπολις μεθ᾽ ἡμῶν ἡ καλὴ δι᾽ ὑμᾶς, εἰ καὶ πρόσκαιρος, οὕτω τοῦ φθόνου θελήσαντος. Εἰ δὲ καὶ παρὰ σοὶ Γρηγόριος, ἄμεινον ἂν ἀμφοτέροις ἔχοι. Δηλώσεις δὲ τοῦτο δι᾽ ἐπιστολῶν ἃς ἐπιστελεῖς, ὃ μόνον ἐνδέχεται.

ΠΡΟΣ ΤΟΥΣ ΠΟΛΙΤΕΥΟΜΕΝΟΥΣ Ὑμεῖς μοι δοκεῖτε μηδ᾽ ἂν τῆς Διογένους πήρας, εἰ καθ᾽ ὑμᾶς, ἀποσχέσθαι τοῦ Σινοπέως, ἀλλὰ κἀκείνῳ ἂν τὰς χεῖρας ἐπιβαλεῖν, τέχνην ἐπικαλοῦντες αὐτῷ τὸν τρίβωνα καὶ τὴν βακτηρίαν καὶ αὐτὸ τὸ κεκτῆσθαι μηδὲν ἐκ φιλοσοφίας, ἄλλοτε δὲ ἄλλῃ θύρᾳ προσφοιτᾶν εἰκῇ διαζῶντα καὶ ὅθεν ἔτυχεν, ὁπότε καὶ τῷ ἀδελφῷ Θεοτέκνῳ ζημίαν ἐπιβαλεῖν ἐπιχειρεῖτε τὴν ἐκ τῶν τεχνῶν.

Τί πρῶτον ἢ τί μέγιστον εἴπω τῶν ὑπὲρ αὐτοῦ δικαίων; ὡς διάκονός ἐστιν, ἢ ὡς ἄπορος, ἢ ὡς ξένος καὶ ἄλλοις μᾶλλον ἡμῶν προσήκων, ἢ ὅτι τὸν βίον αἰδέσιμος καὶ τῶν μαρτύρων ἱερεὺς καὶ πάροικος; Ἴστε δὲ ὅτι καὶ ξενοτροφεῖ παρὰ δύναμιν. Καὶ τοῦτο ἴσως ἀδικεῖ μόνον ὅτι μόνος τῶν αὐτόθι βιάζεται εἶναι χρηστούς.

Τούτων ὅ τι μὲν μέγιστόν ἐστιν αὐτοὶ κρίνατε· τῷ δὲ ἀνθρώπῳ διὰ πάντα συγχωρήσατε, μὴ δόξητε μικρὰ τὸ κοινὸν ὠφελοῦντες μεγάλα ζημιοῦσθαι αὐτοί, γυμνόν, ὃ δὴ λέγεται, μὴ ἀμφιεννύντες, ἀλλ᾽ ἀποδύοντες.

ΣΑΚΕΡΔΩΤΙ Πυνθάνομαί σε ἀναχωρητικῶς ἔχειν, καὶ εἴθε γένοιο ἡμῖν Ἰωάννης ὁ Βαπτιστὴς ἢ καὶ Ἠλίας ὁ τοῦ Καρμήλου, καὶ τοῦτο μόνον ἀδικήσαιεν ἡμᾶς οἱ μισοῦντες, τὸ πρὸς Θεὸν συναγαγεῖν καὶ δοῦναι γνησίως τοῖς ἄνω, πραγμάτων καὶ θορύβων ἀπαλλαγέντας, ἵν᾽ ἄκοντες γοῦν εὖ ποιῶσιν ἡμᾶς ἐπειδὴ μὴ ἑκόντες δύνανται.

ΓΙΓΑΝΤΙΩΙ Ἡσθεὶς τῇ κλήσει, ὑπερήσθην οἷς γράφεις, οὐχ ὅτι ἐπαινούμεθα (μικρὸν γάρ), ἀλλ᾽ ὅτι φρονεῖς ὀρθῶς· καὶ δεσμός σοι τῆς πρὸς ἡμᾶς ἀγάπης ἡ τῶν αὐτῶν ἐλπὶς καὶ ἡ γνησία τῆς Τριάδος προσκύνησις, ἣν φθεγγόμεθα μᾶλλον ἢ ἀναπνέομεν καὶ μετὰ κινδύνων καὶ ἀκινδύνως, τὰ μὲν ἄλλα διδόντες τοῖς καιροῖς, ὡς ἂν βούλωνται, περιφέρειν, τοῦτο δὲ ἀκίνητον ἐν ταῖς ψυχαῖς ἔχοντες, τὸν μόνον ἄφθονον θησαυρὸν καὶ ὄντως ἡμέτερον.

Ὡς ἔγωγε, ὅταν τἄλλα ἐνθυμηθῶ καὶ ὅσαι θλίψεις αἳ μὲν περιέσχον ἡμᾶς, αἳ δὲ περιέχουσι, καὶ τὴν ἀνωμαλίαν τῶν ἄνω καὶ κάτω στροβούντων ἡμᾶς κακῶν, καὶ τὸν πόλεμον ὃν πολεμούμεθα ὑπὸ πάντων οὐδὲν ἀδικοῦντες, πρὸς τοῦτο δὲ ἀποβλέψω μόνον ὅτι κήρυξ γενέσθαι τῆς ἀληθείας κατηξιώθην, παρερριμμένης τε καὶ ἀπεπτυσμένης 〈ἐν γῇ ἐρήμῳ〉 διδασκαλίας ὑγιαινούσης 〈καὶ ἀβάτῳ καὶ ἀνύδρῳ〉, κατὰ τὸ γεγραμμένον, μικρὸν εἰπεῖν ὅτι λύω πᾶσαν ἀδημονίαν, ἀλλὰ καὶ ὑπερήδομαι ὡς μειζόνων ἢ κατ᾽ ἐμαυτὸν ἠξιωμένος.

Πρὸς οὖν τί ταῦτα γράφω; ἵν᾽ ἐκεῖνο δηλώσω ὅτι μόνη μοι βεβαία φιλία καὶ οἰκείωσις πρὸς τοὺς οὕτως ἔχοντας. Τῶν δὲ οὕτως ἐχόντων τίς ἂν ἑκὼν ἀπολείποιτο εὖ φρονῶν; Τίς δὲ μείζων ἑορτὴ τοῦ τοιούτοις συνεορτάζειν;

Εἰ δὲ ἡ ἀρρωστία καὶ ὁ χειμὼν ἐμποδίζει τὴν προθυμίαν, οἴσω μὲν αὐτὸς τὴν ζημίαν· συγγινώσκετε δὲ καὶ ὑμεῖς, καὶ καιρὸν ἄλλον συντυχίας ἡμῖν ἐπεύχεσθε.

ΠΑΛΛΑΔΙΩΙ Εἴ τις ἐρωτήσειέ με· τί τῶν ἐν τῷ βίῳ κάλλιστον; εἴποιμι ἂν ὅτι φίλοι. Τούτων δὲ τίνας μάλιστα τιμητέον; τοὺς ἀγαθοὺς ἂν εἴποιμι. Τούτων δὲ τίνα πρῶτον ὀνομάζεις; οὐκ ἄλλον τινὰ πρὸ τῆς σῆς ἀρετῆς οἶδ᾽ ὅτι θήσομαι.

Καὶ γράφω ταῦτα οὐ τὴν δυναστείαν κολακεύων, ἀλλὰ τὸν τρόπον τιμῶν, οὗ μικροὶ μὲν κήρυκες ἴσως ἡμεῖς, πλὴν τὸ εἰς δύναμιν οὐκ ἐλλείποντες· καὶ οὐ κήρυκες μόνον ἀλλὰ καὶ συναγωνισταί, ταῖς εὐχαῖς τὸ δύνασθαι συνεισφέροντες.

Μέχρι τούτου στῆσαι τὴν ἐπιστολὴν ἐβουλόμην· ἐπεὶ δὲ καὶ τὸ Θεῖον οὐ σέβομεν μόνον ἀλλὰ καὶ τὸ εὐεργετεῖν ἀπαιτοῦμεν, δέξαι καὶ αὐτὸς οὐ διοχλούμενος παρ᾽ ἡμῶν (οὐ γὰρ ὄχλος σοι τὰ ἡμέτερα· τοῖς προλαβοῦσι τοῦτο εἰκάζειν ἔχω) ἀλλ᾽ ὑπομιμνησκόμενος παρ᾽ ἡμῶν τὸν σὸν ἱκέτην Εὐφήμιον.

Πάλιν προσάγω σοι καὶ πάλιν καθικετεύω μὴ μόνον φιλανθρώπως δέξασθαι τὸν νέον ἀλλὰ καὶ συγγνῶναι τῆς βραδυτῆτος, ἐπειδὴ ὀρφανικοῖς πράγμασιν ἐπιστὰς ἀναγκαίως ἠσχολήθη περὶ τὸ οἰκίδιον, ἀλλὰ καὶ εἰς τὸ πρόσω προαγαγεῖν εἰς τιμήν τε ἡμετέραν καὶ δόξαν τῆς σῆς καλοκἀγαθίας.

Πολλῶν γὰρ ὄντων οὓς εὖ πεποίηκας καὶ ποιήσεις, οὐδενός σοι τοῦτο εἰς φιλοτιμίαν ἔλαττον, ὡς παρὼν ἐδίδαξα. Καὶ νῦν ἀξιῶ πιστευθῆναι· ὁ γὰρ αὐτὸς καὶ διὰ τὴν ὀρφανίαν ἐλεεινὸς καὶ διὰ τὸν τρόπον ἀγαπητὸς ἡμῖν, ἵνα μὴ λέγω διὰ τὴν ἀγχιστείαν τοῦ αἵματος.

ΟΛΥΜΠΙΩΙ Τὰς μὲν ἄλλας χάριτας ὅσων ἔτυχον εἰληφὼς οἶδα παρὰ τῆς σῆς ἡμερότητος· καί σε ἀντὶ τούτων ἀμείψαιτο τοῖς παρ᾽ ἑαυτοῦ χρηστοῖς ὁ Θεός, ἓν δὲ τῶν χρηστῶν εὐδόκιμον καὶ λαμπρὸν διεξελθεῖν τὴν ἀρχήν.

Ἣν δὲ νῦν αἰτῶ, δώσων ἔρχομαι μᾶλλον ἤπερ ληψόμενος, εἰ μὴ φορτικὸν εἰπεῖν. Τὴν ἀθλίαν Φιλουμένην δι᾽ ἐμαυτοῦ προσάγω σοι καὶ τῇ σῇ δίκῃ προσπεσουμένην καὶ ὑμῖν τὰ δάκρυα στήσουσαν οἷς συντρίβει τὴν ἡμετέραν ψυχήν.

Ἃ μὲν οὖν ἠδίκηται καὶ παρ᾽ ὧν, αὐτὴ δηλώσει· οὐ γὰρ ἡμῖν γε κατηγορεῖν οὐδενὸς ἀσφαλές, αὐτοὺς δὲ τοσοῦτον εἰπεῖν ἀναγκαῖον, ὅτι χηρεία καὶ ὀρφανία πᾶσι μὲν βοηθητέα τοῖς γε νοῦν ἔχουσι, μάλιστα δὲ οἷς γυνὴ καὶ τέκνα ἐν μέσῳ, τὰ μεγάλα τοῦ ἐλεεῖν ἐνέχυρα· ἐπειδή γε ἀνθρώποις δικάζομεν, ὄντες ἄνθρωποι.

Ἡμῖν δὲ συγγνώμη τοῦ δι᾽ ἐπιστολῶν ταῦτα πρεσβεύειν, ἐπειδή γε τῷ ἀρρωστεῖν ζημιούμεθα.

ΤΩΙ ΑΥΤΩΙ Ὁ μὲν καιρὸς ὀξύς, ὁ δὲ ἀγὼν πολύς, ἡ δὲ νόσος βαρεῖα, μικροῦ καὶ ἀκινήτους ἡμᾶς ποιήσασα. Τί λοιπόν, ἢ Θεοῦ δεηθῆναι καὶ τὴν σὴν ἱκετεῦσαι φιλανθρωπίαν; τοῦ μέν, ἐπὶ νοῦν ἀγαγεῖν σοι τὰ χρηστότερα· τὴν δέ, μὴ τραχέως ἀποπέμψασθαι τὴν ἡμετέραν πρεσβείαν, ἀλλ᾽ ἡμέρως δέξασθαι τὸν ἄθλιον Παῦλον, ὃν ὑπὸ χεῖρας ἤγαγεν ἡ δίκη τὰς σὰς ἴσως ἵνα σε λαμπρότερον ἐργάσηται τῷ μεγέθει τῆς ἡμερότητος, καὶ τὰς ἡμετέρας εὐχάς—εἴ τινές εἰσι—τῇ σῇ προξενήσῃ φιλανθρωπίᾳ.

ΤΩΙ ΑΥΤΩΙ Ἰδού σοι καὶ ἄλλη γραμμάτων ὑπόθεσις, ἃς σὺ ποιεῖς, εἰ χρὴ τἀληθῆ λέγειν, τῷ τιμᾶν προκαλούμενος. Ἰδού σοι καὶ ἄλλος ἱκέτης φόβου δέσμιος οὗτος, ὁ συγγενὴς ἡμῶν Εὐστράτιος, ὃς μεθ᾽ ἡμῶν καὶ δι᾽ ἡμῶν προσπίπτει τῇ σῇ ἀγαθότητι, οὔτε διαπαντὸς ἀφηνιάζειν τῆς σῆς ἀρχῆς ἀνεχόμενος, εἰ καὶ φόβος δίκαιος αὐτὸν διεπτόησεν, οὔτε δι᾽ ἄλλου σοι προσπεσεῖν ἢ δι᾽ ἡμῶν αἱρούμενος, ἵνα καὶ σεμνοτέραν ἑαυτῷ ποιήσῃ τὴν φιλανθρωπίαν, τοιούτοις πρεσβευταῖς χρώμενος οὕς, εἰ μή τι ἄλλο, αὐτὸς μεγάλους ποιεῖς, οὕτω τὰς παρακλήσεις δεχόμενος.

Ἓν καὶ σύντομον φθέγξομαι. Τὰς μὲν ἄλλας πρώτας χάριτας ἐδίδους ἡμῖν, ταύτην δὲ τῇ σεαυτοῦ κρίσει δώσεις· ἐπειδὴ ἅπαξ ὥρμησας παραμυθεῖσθαι τὸ γῆρας ἡμῶν καὶ τὴν ἀσθένειαν ταῖς τοιαύταις τιμαῖς. Προσθήσω δὲ ὅτι καὶ τὸ Θεῖον ἀεὶ σεαυτῷ ποιεῖς εὐμενέστερον.