Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Ἠθικὰ ποιήματα
Οι οδοί του βίου, οι μακαρισμοί και οι θλίψεις των ανθρωπίνων σχέσεων
Εξέταση των διαφόρων τρόπων ζωής, μακαρισμοί των αρετών και αναφορά στον πόνο που προκαλούν οι απώλειες και οι ψευδείς φιλίες.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι οδοί του βίου, οι μακαρισμοί και οι θλίψεις των ανθρωπίνων σχέσεων
Εξέταση των διαφόρων τρόπων ζωής, μακαρισμοί των αρετών και αναφορά στον πόνο που προκαλούν οι απώλειες και οι ψευδείς φιλίες.
Ιϛʹ. Περὶ τῶν τοῦ βίου ὁδῶν. Τίς, πόθεν ἐς βίον ἦλθον; ἐπεὶ δέ με γαῖα καθέξει, Τίς πάλιν ἐκ κόνιος ἔσσομ᾽ ἀνιστάμενος; Πῆ δὲ φέρων στήσει με Θεὸς μέγας; ἦ ῥα σαώσει Ἔνθεν ἀναστήσας εὔδιον ἐς λιμένα;
Πολλαὶ μὲν βιότοιο πολυτλήτοιο κέλευθοι, Ἄλλη δ᾽ ἀλλοίοις πήμασι συμφέρεται. Κοὐδὲν ἐν ἀνθρώποισι καλὸν, κακότητος ἄμικτον. Αἴθε δὲ μὴ τὰ λυγρὰ πλείονα μοῖραν ἔχεν! Ὁ πλοῦτος μὲν ἄπιστος ὁ δὲ θρόνος, ὀφρὺς ὀνείρων· Ἄρχεσθαι δὲ μόγος, ἡ πενίη δὲ πέδη.
Κάλλος δ᾽ ἀστεροπῆς, τυτθὴ χάρις, ἡ νεότης δὲ, Βράσμα χρόνου πολιὴ, λυπρὰ λύσις βιότου. Οἱ δὲ λόγοι πτερόεντες· ἀὴρ, κλέος· αἷμα παλαιὸν Εὐγενέται, ῥώμη καὶ συὸς ἀγροτέρου. Ὑβριστὴς δὲ κόρος· δεσμὸς, γάμος· εὐτεκνίη δὲ, Φροντὶς ἀναγκαίη· δυστεκνίη δὲ, νόσος.
Αἱ δ᾽ ἀγοραὶ, κακίης μελετήματα· ἠρεμίη δὲ, Ἀδρανίη· τέχναι, τῶν χαμαὶ ἐρχομένων. Στεινὴ δ᾽ ἀλλοτρίη μάζα. Τὸ δὲ γαῖαν ἀρόσσειν, Μόχθος. Ποντοπόρων τὸ πλέον εἰν ἀΐδῃ. Ἡ πάτρη δὲ, βέρεθρον ἑόν· ξενίη δέ τ᾽ ὄνειδος.
Πάντα μόγος θνητοῖς τἀνθάδε· πάντα γέλως, Χνοῦς, σκιὰ, φάσμα, δρόσος, πνοιὴ, πτερὸν, ἀτμὶς, ὄνειρος, Οἶδμα, ῥόος, νηὸς ἴχνιον αὖρα, κόνις, Κύκλος ἀειδίνητος, ὁμοίϊα πάντα κυλίνδων, Ἑστηὼς, τροχάων, λυόμενος, πάγιος, Ὥραις, ἤμασι, νυξὶ, πόνοις, θανάτοισιν, ἀνίαις, Τερπωλῇσι, νόσοις, πτώμασιν, εὐδρομίαις.
Καὶ τόδε σῆς, γενέτορ, σοφίης, Λόγε, ἀστατέοντα Πάντα πέλειν, στασίμων ὥς κεν ἔχωμεν ἔρον. Πάντα νόου πτερύγεσσιν ἐπέδραμον, ὅσσα παλαιὰ, Ὅσσα νέα· θνητῶν δ᾽ οὐδὲν ἀκιδνότερον. Ἓν μόνον ἀνθρώποισι καλὸν καὶ ἔμπεδόν ἐστιν, Ἔνθεν ἀφορμᾶσθαι, σταυρὸν ἀειρομένους· Δάκρυά τε, στοναχαί τε, νόος θείοισι μεμηλὼς, Ἐλπὶς, καὶ Τριάδος λάμψις ἐπουρανίης Μιγνυμένης καθαροῖσι, χοὸς λύσις ἀφραδέοντος, Εἰκόνος ἀφθορίη, τὴν λάχομεν θεόθεν· Ζώειν τ᾽ ἀλλότριον ζωῆς βίον, ἀντὶ δὲ κόσμου Κόσμον ἀμειβομένους, ἄχθεα πάντα φέρειν.
ΙΖʹ. Διαφόρων βίων μακαρισμοί. Ὄλβιος, ὅστις ἔρημον ἔχει βίον, οὐδ᾽ ἐπίμικτον Τοῖς χαμαὶ ἐρχομένοις, ἀλλ᾽ ἐθέωσε νόον. Ὄλβιος, ὃς πολλοῖσι μεμιγμένος, οὐκ ἐπὶ πολλοῖς Στρωφᾶτ᾽, ἀλλὰ Θεῷ πέμψεν ὅλην κραδίην.
Ὄλβιος, ὃς πάντων κτεάνων ὠνήσατο Χριστὸν, Καὶ κτέαρ οἶον ἔχει σταυρὸν, ὃν ὕψι φέρει. Ὄλβιος, ὃς καθαροῖσιν ἑοῖς κτεάτεσσιν ἀνάσσων, Χεῖρα Θεοῖο φέροι τοῖς ἐπιδευομένοις. Ὄλβιος ἀζυγέων μακάρων βίος, οἳ Θεότητος Εἰσὶ πέλας καθαρῆς, σάρκ᾽ ἀποσεισάμενοι.
Ὄλβιος, ὃς θεσμοῖσι γάμου τυτθὸν ὑποείξας. Πλειοτέρην Χριστῷ μοῖραν ἔρωτος ἄγει. Ὄλβιος, ὃς λαοῖο φέρων κράτος, εὐαγέεσσι Καὶ μεγάλαις θυσίαις Χριστὸν ἄγει χθονίοις. Ὄλβιος, ὅστις ἐὼν ποίμνης τέκος, οὐρανίοιο Χώραν ἄγει Χριστοῦ, θρέμμα τελειότατον.
Ὄλβιος, ὃς καθαροῖο νόου μεγάλῃσιν ἐρωαῖς, Οὐρανίων φαέων δέρκεται ἀγλαΐην. Ὄλβιος, ὃς χείρεσσι πολυκμήτοισιν Ἄνακτα Τίει, καὶ πολλοῖς ἐστι νόμος βιότου. Πάντα τάδ᾽ οὐρανίων πληρώματα ἔπλετο ληνῶν, Αἳ καρποῦ ψυχῶν δέκτριαι ἡμετέρων, Ἄλλην ἀλλοίης ἀρετῆς ἐπὶ χώραν ἀγούσης.
Πολλαὶ γὰρ πολλῶν εἰσι μοναὶ βιότων. Ὄλβιος, ὃν πτωχὸν παθέων μέγα Πνεῦμ᾽ ἀνέδειξεν· Ὅστις ἔχει ζωὴν ἐνθάδε πενθαλέην· Ὅστις ἐπουρανίης αἰὲν ἀκόρεστος ἐδωδῆς, Ὅστις ἐνηείῃ κληρονόμος μεγάλων· Ὃς σπλάγχνοισιν ἑοῖσι Θεοῦ μέγαν οἶκτον ἐφέλκει, Εἰρήνης τε φίλος, καὶ καθαρὸς κραδίην· Ὃς πολλὰ Χριστοῖο μεγακλέος εἵνεκ᾽ ἀνέτλη Ἄλγεα, καὶ μεγάλου κύδεος ἀντιάσει.
Τούτων, ἣν ἐθέλεις, τάμνε τρίβον. Εἰ μὲν ἁπάσας, Λώϊον· εἰ δ᾽ ὀλίγας, δεύτερον· εἰ δὲ μόνην Ἔξοχα, καὶ τὸ φίλον. Σταθμά γε μὲν ἄξια πᾶσι, Τοῖσι τελειοτέροις, τοῖσί τε μειοτέροις. Καὶ Ῥαὰβ οὐκ εὔκοσμον ἔχεν βίον, ἀλλ᾽ ἄρα καὶ τὴν Κλεινὴν ἀκροτάτη θῆκε φιλοξενίη.
Ἐκ δὲ μόνης πλέον ἔσχε Φαρισσαίοιο τελώνης Τῆς χθαμαλοφροσύνης, τοῦ μέγ᾽ ἀειρομένου. Βέλτερον ἀζυγίη, ναὶ βέλτερον· ἀλλ᾽ ἐπίμικτος Κόσμῳ, καὶ χθονίη, χειροτέρη δυάδος Σώφρονος. Ἀκτεάνων αἰπὺς βίος οὐρεσιφοίτων· Ἀλλὰ τύφος καὶ τοὺς πολλάκι θῆκε κάτω.
Οὐ γὰρ ἑὴν ἀρετὴν ἄλλοις μετρέοντες ἀρίστοις, Ἄκριτον ἐν κραδίῃ ὕψος ἔχουσιν ὁτέ. Πολλάκι καὶ ζείοντι νόῳ, πώλοισιν ὁμοῖα Θερμοτέροις, νύσσης τῆλε φέρουσι πόδα. Τοὔνεκεν ἢ πτερύγεσσιν ἀείρεο πάμπαν ἐλαφραῖς, Ἠὲ κάτω μίμνων, ἀσφαλέως τροχάειν, Μή που βριθοσύνῃ σεῖο πτερὸν ἐς χθόνα νεύσῃ, Μὴ δὲ πέσῃς ἀρθεὶς πτῶμ᾽ ἐλεεινότατον.
Νηῦς ὀλίγη γόμφοισιν ἀρηραμένη πυκινοῖσι, Φόρτον ἄγει μεγάλης πλείονα τῆς ἀδέτου. Στεινὴ μὲν πυλεῶνος ὁδὸς θείοιο τέτυκται, Πολλαὶ δ᾽ ἀτραπιτοὶ ἐς μίαν ἐρχόμεναι. Οἱ μὲν τὴν προΐῳεν, ὅσοις φύσις ἐνθάδε νεύει, Οἱ δ᾽ ἑτέρην, στεινῆς μοῦνον ἀφαπτόμενοι.
Οὔτε μίη πάντεσσιν ὁμῶς φίλον ἔπλετ᾽ ἐδωδὴ, Οὔτε Χριστιανοῖς εἷς βίος ἁρμόδιος. Δάκρυα πᾶσιν ἄριστον, ἀϋπνίη τε, πόνοι τε, Καὶ λύσσαν παθέων ἀργαλέων κατέχειν, Αἰχμάζειν τε κόρον, Χριστοῦ θ᾽ ὑπὸ χεῖρα κραταιὴν Κεῖσθαι, καὶ τρομέειν ἦμαρ ἐπερχόμενον.
Εἰ δ᾽ ἄκρην τελέως ἴοις τρίβον, οὐκέτι θνητὸς, Ἀλλά τις οὐρανίων. Γρηγορίοιο νόμοι.
ΙΗʹ. Περὶ ζωῆς ἀνθρωπίνης. Ὁ χοῦς, ὁ πηλὸς, ἡ παλίστροφος κόνις. Τῇ γῇ γὰρ ἡ γῆ συμβιβάζεται πάλιν, Καὶ σπαργανοῦται τῷ γεώδει σπαργάνῳ, Καὶ χοῦς πάλιν πρόεισιν ὥσπερ ἡ κόνις, Ἣν ἡ βιαία συστροφὴ τῶν πνευμάτων Πρὸς ὕψος ἐξαίρουσα συστέλλει κάτω.
Οὕτω γὰρ ἡμῶν τὸν πολύστροφον βίον Αἱ τῶν πονηρῶν πνευμάτων καταιγίδες Πρὸς ὕψος ἐξαίρουσι καὶ δόξαν νόθον· Αὖθις δὲ χοῦς κάτεισι καὶ μένει κάτω, Ἕως ὁ τοῦ κτίσαντος ἁρμόσῃ λόγος Τῶν συνδεθέντων τὴν ἀναγκαίαν λύσιν.
Νῦν δὲ προκύψας, ὥσπερ ἔκ τινος βάθους, Ὁ χοῦς ὁ θείᾳ πνευματωθεὶς εἰκόνι, Καὶ τὰς γεώδεις ἐκβοᾷ τραγῳδίας, Καὶ τὸν γελᾷν δοκοῦντα δακρύει βίον.
ΙΘʹ. Περὶ τῆς αὐτῆς. Τροχός τίς ἐστιν ἀστάτως πεπηγμένος, Ὁ μικρὸς οὗτος καὶ πολύτροπος βίος. Ἄνω κινεῖται, καὶ περισπᾶται κάτω· Οὐχ ἵσταται γὰρ, κἂν δοκῇ πεπηγέναι. Φεύγων κρατεῖται, καὶ μένων ἀποτρέχει.
Σκιρτᾷ δὲ πολλὰ, καὶ τὸ φεύγειν οὐκ ἔχει. Ἕλκει, καθέλκει τῇ κινήσει τὴν στάσιν. Ὡς οὐδὲν εἶναι τὸν βίον διαγράφων, Ἢ καπνὸν, ἢ ὄνειρον, ἢ ἄνθος χλόης.
Κʹ. Περὶ πόθου. Δεινὸν πόθος πᾶς. Ἂν δὲ καὶ φιλουμένου, Διπλοῦν τὸ δεινόν. Εἰ δὲ καὶ κόρας νέας, Τριπλοῦν τὸ κέντρον. Εἰ δὲ καὶ κάλλους γέμων, Πλεῖον τὸ κακόν. Εἰ δὲ πρὸς γάμον φέρει, Πῦρ ἔνδον αὐτὴν βόσκεται τὴν καρδίαν.
ΚΑʹ. Περὶ θανάτου φιλουμένων. Πικρὸν τάφος πᾶς· ἂν δὲ καὶ τέκνου τάφος, Διπλοῦν τὸ κακόν. Εἰ δ᾽ ἀρισταίου πάλιν, Ἡ συμφορὰ πῦρ. Εἰ δὲ νυμφίου νέου, Ἡ καρδία ῥάγηθι τῶν γεννητόρων.
ΚΒʹ. Περὶ φίλων τῶν μὴ καλῶν. Δεινὸν τὸ πάσχειν. Ἂν δὲ καὶ φίλων ὕπο, Ὡς χεῖρον. Ἂν δὲ καὶ λαθραίοις δήγμασι, Τοῦτ᾽ οὐ φορητόν. Ἂν δὲ καὶ πιστῶν ὕπο, Ἐπίσχες. Ἂν δὲ καὶ Θεοῦ παραστατῶν, Ποῖ τις τράπηται; πῶς φύγῃ κακῶν φοράν;
ΚΓʹ. Εἰς τὸ αὐτό. Δεινὸν τὸ λυποῦν. Ἂν δὲ καὶ λυπῇ φίλος, Ἀνδραποδῶδες. Ἂν δὲ καὶ δάκῃ λάθρα, Ὡς θηριῶδες. Ἂν δὲ καὶ γυνὴ λάλος, Δαίμων σύνοικος. Ἂν δὲ καὶ δικασπόλος, Χρεία κεραυνῶν. Ἂν δὲ καὶ θυηπόλος, Ἄκουε, Χριστὲ, καὶ δίκαζε τὴν δίκην.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.