Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἠθικὰ ποιήματα

Γρηγόριος ὁ Ναζιανζηνός

Κατά της πολυορκίας και της ψευδορκίας

Διάλογος που ελέγχει την άσκοπη χρήση του όρκου, την ψευδορκία ως άρνηση του Θεού και την ανάγκη αληθείας στους λόγους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 14 από 20

ΚΔʹ. Πρὸς πολυόρκους διάλογος. Α. Ὅρκου τί χεῖρον; Οὐδὲν, ὡς ὁ ἐμὸς λόγος. Β. Πῶς τοῦτ᾽ ἐλέγχεις; εἰπέ μοι. Α. Λίαν προδήλοις καὶ σαφεστάτοις λόγοις. Β. Τίσι; δίδαξον. Α. Τούτοις. Ἀπόκριναι δὴ, καὶ σκεψώμεθα. Β. Λέγ᾽, εἰ λέγεις τι, φίλτατε. Α. Πάντων τι μεῖζον οἶδας ὧν ἐπίστασαι; Β. Τίνων ἐρωτᾶς; Α. Πάντων, ὁρωμένων τε καὶ νοουμένων. Β. Θεοῦ τι μεῖζον οὐ νοῶ. Α. Ὀρθῶς λέγεις μὲν, οὐχὶ δ᾽ ὀρθῶς ἠρόμην. Β. Ἐχρῆν δὲ δὴ πῶς; Α. Οὐκ ἔστι μεῖζον· οὐδὲ γὰρ συγκρίνεται.

Οὐ γὰρ σαφές σοι; Β. Καὶ πάνυ. Α. Τί οὖν μέγιστον πυνθάνεσθ᾽ ἐχρῆν ἴσως; Β. Οὕτω νομίζω. Α. Καὶ τοῦτο δ᾽ ἂν λέγοιτο ἐκ συγκρίσεως. Β. Οὐκ οἶμαι· πῶς λέγεις; Α. Οὐδὲν μέγιστόν ἐστι μὴ τῶν συμφυῶν· Θεοῦ δὲ τί συμφυές; Β. Οὐδέν. Α. Λεγέσθω τοιγαροῦν ἄλλως Θεός.

Β Ὅπως λέγοις ἂν ἕλωμαι. Α. Τί τῶν ἁπάντων τ᾽ οὐδὲ συγκριτός; Β. Θεός.

Ἐροῦμεν οὕτως, ὡς δοκεῖ. Α. Τί δ᾽ οὐ σεβαστὸν, καὶ μόνον, πάσῃ φύσει; Β. Μόνον σεβαστὸν, εὖ λέγεις. Α. Ἢ καὶ σεβαστὸν καί τι καὶ ὑβριστέον; Β. Καὶ πῶς ἄμικτα μίξομεν; Α. Καὶ γὰρ σκοπῶμεν ὅρκος εἰ τιμὴν φέρει, Ἀλλ᾽ οὐδέ γ᾽ ὕβριν· Εἰ μή γ᾽ ὑπῆρχε κίνδυνος ψευδορκίας, Οὕτως ἂν εἶχε καὶ σέβας· Ὥς τις μεσίτης ἀσφαλὴς καλούμενος, Καὶ γὰρ μεσίτης.

Νῦν δὲ σκόπει μοι τὸ πρᾶγμα καὶ ποῖ φέρει. Β. Σχεδὸν μὲν οἶδα, πλὴν λέγε. Α. Ζητῶ τιν᾽ εἰκὼ τοῦ λόγου σαφεστάτην. Β. Τίς δ᾽ ἂν γένοιτο; Α. Πέτραν τιν᾽ εἶδες ἐκ λόφου κινουμένην; Β. Καὶ πολλάκις γε· πῶς γὰρ οὔ; Α. Ῥοίζῳ τε πολλῷ σφενδονημένην κάτω; Β. Πολλῷ φόβῳ τε. Α. Ἢ καὶ τόδ᾽ εἶδες ῥᾳδίως ἱσταμένην; Β. Εἰ μή τις ἄλλος, οὐκ ἐγώ.

Αὑτὴν γὰρ ὠθοῦσ᾽ ἡ πέτρα, κρείττων χερός. Α. Λέγεις ἀληθῆ· Τὸ δ᾽ αὐτὸ πάσχω, κἂν ἐγὼ κατατρέχω.

Ῥοῖζος φέρει με πρὸς βίαν· Μένειν δ᾽ ἀπαρχῆς κἀμὲ ῥᾷστον καὶ λίθον. Β. Ῥᾷστον τί δ᾽ οὐκ ἔχει; Α. Τούτῳ κακὸν μέν ἐστι καὶ πᾶν προσφερὲς, Μάλιστα δ᾽ ὅρκος, οἵομαι. Τὸ πῶς δ᾽, ἄκουσον. Ἡδονὴ τῷ πράγματι Πολλὴ πρόσεστιν.

Εἶτ᾽ ἂν τύχῃ τις εἰς συμπάθειαν πεσὼν, Τί γίνετ᾽; οὐκ ἀνείργεται, Ἕως ἂν ἔλθῃ πρὸς κατάκρημνον βάθος. Β. Λέγεις τί κρημνόν; Α. Κρημνῶν μέγιστός ἐστιν ἡ ψευδορκία. Β. Τὸ πῶς, μάθοιμ᾽ ἂν ἡδέως. Πολλοὶ γὰρ οὐδ᾽ ἴσασι πῶς ἐστι κακόν.

Ἔστι δὲ δὴ πῶς; Α. Οὐ τὴν ἑαυτοῦ πολλάκις σωτηρίαν Ὀμώμοκέ τις; Β. Καὶ μάλα. Α. Τί οὖν; Δέδοικε μή τι τῶν κακῶν δράσας, Τὶ καὶ κακωθῇ· Μέσην τέως τέθεικε τὴν σωτηρίαν, Τὴν αὐτὸς αὑτοῦ δηλαδὴ, Ὥστ᾽ ἐξολέσθαι, εἰ τύχοι ψευδῆ λέγων. Β. Οὕτω δοκεῖ μοι. Α. Τοῦτ᾽ οὖν λογίζου, κἂν Θεόν ποτ᾽ ὀμνύσῃς. Β. Τὸ ποῖον, ὡς ἂν εἰδῶ; Α. Μέσον τέθεικας τὸν Θεὸν τῆς πίστεως. Β. Μέσον· τί δ᾽ ἄλλο; Α. Φυλάσσετ᾽ εὐορκοῦντι, λύεται δὲ μὴ, Ὅσον ἐφ᾽ ἡμῖν. Β. Εὖ λέγεις. Α. Τὸ μὴ φυλάσσειν δ᾽, εἰπέ μοι, τί σοι δοκεῖ; Β. Ἄρνησις, οἶμαι. Α. Ἄρνησις οὖν πέφυκεν ἡ ψευδορκία. Β. Οὐκ ἔστιν ἄλλως οὐδαμῆ. Α. Ἀρνήσεως δὲ τί χεῖρον ἄρ᾽ εἰπεῖν ἔχεις; Β. Οὐκ ἔστιν εὑρεῖν. Α. Πάντων ἄρ᾽ ἐστὶ χεῖρον ἡ ψευδορκία, Ὡς γοῦν δέδεικται καὶ μακρῷ. Β. Πῶς οὖν φύγωμεν; Α. Τὸν τρόπον κτησώμεθα Πιστόν. Β. Μέγ᾽ εἶπας. Α. Ὅρκου γὰρ ἧττον χρεία τοῖς εὐγνώμοσιν. Β. Ἧττον γὰρ οἶμαι οὐδαμῶς. Α. Ἀλλ᾽ ὁ τρόπος καθίστατ᾽ ἀντὶ μάρτυρος. Β. Ἔχει γὰρ οὕτως. Α. Τί πλεῖόν ἐστι τοῖς πολυόρκοις, εἰπέ μοι; Β. Γέλως. Τί δ᾽ ἄλλο προστίθεις;

Α Μηδ᾽ ἂν λέγωσιν οὖν τι καὶ πιστὸν, δοκεῖν. Β. Κἀμοί γ᾽ ἀρέσκει. Α. Φέρ᾽ οὖν, ἐμοὶ πείσθητι. Β. Καὶ μάλιστα μέν. Α. Τοῖς τοῦ λογισμοῦ φαρμάκοις Πᾶσαν κάτασχε τὴν νόσον. Πολλοὶ δὲ δὴ Ὧν ἴσμεν ἡμεῖς Καὶ μειζόνων ἐκράτησαν ἢ βούλομαι. Β. Τίνων λέγεις δὴ μειζόνων; Α. Θυμοῦ, φθόνου τε, πλησμονῆς, τῶν πλησμονῆς. Β. Πῶς ταῦτα μείζω; Α. Πλείων ὄρεξις. Ὧν δ᾽ ὄρεξις ἔντονος, Μείζων κάθεξις. Β. Πᾶς λόγος.

Εἰ δ᾽ οὐ καθεκτὴν τὴν νόσον τέως ἔχεις, Τί δεῖ γενέσθαι; Α. Τὸ γοῦν ἀεὶ, καὶ μείζω, καὶ παντὸς πέρι, Ὅρκους πληθύνειν, φεῦγέ μοι. Β. Πότ᾽ οὖν, τίνας τε, καὶ τίνων δίδως χάριν; Α. Οὔσης ἀνάγκης. Β. Ἔστω. Τίνος δὲ δὴ, προστίθει; Α. Κινδύνων Ἐλευθερώσων δή τινας. Β. Χρηστόν γε. Α. Ἢ σεαυτὸν αἰσχρᾶς αἰτίας Ἐλευθερῶν γε.

Ὅρκος δὲ μή σοι χρημάτων κέρδος φέροι.

Λίαν γὰρ αἰσχρὸν φαίνεται. Β. Λίαν. Α. Πρόχειρον ἐγκαλεῖν ψευδορκίαν Τούτων τί μᾶλλον;

Πλείους κακοὶ γάρ εἰσιν εἰς τὰ χρήματα. Β. Πλείους· τίς οὐ συνθήσεται; Α. Καὶ τοῖς σοφισταῖς τοῦτ᾽ ἐδογματίζετο. Β. Τί οὖν μέγ᾽ ἡμῖν; Α. Οὐδὲν τὸ μιμεῖσθαι, εἰ δὲ καὶ φαινοίμεθα Χείρους, τόδ᾽ αἰσχρὸν καὶ μάλα. Β. Ὅρκους δὲ δὴ μάλιστα φευκτέον τίνας; Α. Εὔδηλόν ἐστι. Β. Πλὴν σοῦ γ᾽ ἀκούειν ἀσφαλές. Α. Τούτους λέγω Ὅσοι γε φρικωδέστεροι. Β. Δέδοικας εἰπεῖν; Α. Ὅσσοι ἂν μνήμην Θεοῦ Ἔχουσιν ἁπλῶς. Β. Γραφῶν δὲ δὴ τί, καὶ πάθους, καὶ προσφορᾶς; Α. Καὶ ταῦτ᾽ ὁμοίως μυστικά. Β. Ἡμῖν δὲ δὴ μάλιστα τῶν ἐγχωρίων· Α. Καὶ δακρύω γε.

Τὸ γὰρ σύνηθες καὶ νόμος καθίσταται.

Πλὴν πάνθ᾽ ἁλωτὰ τῷ λόγῳ. Β. Τίν᾽ οὖν λέλοιπας ὅρκον; Α. Εἴθε μηδένα, Μὴ δ᾽ ἦν τις ἄλλος. Β. Εἰ μὴ γυναῖκα, τέκνα, τὴν σωτηρίαν, Ζωὴν, ἀπένθητον βίον. Α. Ἀραὶ τάδ᾽ ἐστὶν, ἀλλ᾽ ὅμως ὅρκος δοκεῖ. Β. Καὶ γὰρ δοκείτω Ταῦθ᾽, οἷ τε καὶ πληγέντες οὐκ ὀλώλαμεν· Ψυχῆς γὰρ οὔπω κίνδυνος· Ἣν ἐξολέσθαι, παντελής ἐστι μόρος. Α. Ὀρθῶς ἔχει σοι.

Σοὶ δ᾽ εἰς ἅπαντα, τῇ ζέσει τῆς καρδίας, Θεὸς, τράπεζα, φίλτατα, Σταυρὸς, γυνὴ, τὸ θεῖον αἷμα, αἷμα σὸν, Γῆ καὶ θάλασσα, Ὃ πρῶτον ἤνεγχ᾽ ἡ κακὴ προθυμία, Τῷ σῷ φθορεῖ κινούμενον· Ὃς καὶ γλυκεῖαν τὴν νόσον ποιεῖ δοκεῖν, Ὢ τῆς ἀνοίας!

Ὥσπερ χέοι τε χρυσὸν ἐκ γλωσσαλγίας. Β. Ἔχει γὰρ οὕτως, ὡς λέγεις. Α. Ἄλλα δ᾽ ἐπ᾽ ἄλλοις κύματ᾽ ἐξεγείρεται, Θυμοῦ πνέοντος Ἴσως, ἴσως δὲ χρημάτων ἴσως πόθου· Πλεῖσται γάρ εἰσιν αἱ πάγαι.

Οὐ τὸν χεθέντα δεινὸν ὅρκον οἴεται. Β. Οὐκ οἴεται γάρ. Α. Τῷ δ᾽ ἐμμένοντι, φεῦ τάλας! συμπνίγεται. Β. Ὥσπερ γραφεὺς εἶ τοῦ πάθους. Α. Πείθειν νομίζει τῷ ἀπειθεῖσθαι πλέον, Ἂν μὴ νοηθῇ.

Τί δεῖ λόγων σοι πλειόνων, ἂν εἷς κρατῇ; Β. Μόχθος περισσὸς δηλαδή. Α. Ὅρκων δὲ τί δεῖ πλειόνων, ἂν εἷς κρατῇ; Β. Οὐκ οἴομαί γε. Α. Τὸ πλῆθος οὖν γνώρισμα τῆς οὐ πίστεως. Β. Οὐκ ἔστιν ἄλλως, εὖ λέγεις. Α. Ἢ μηδόλως οὖν ὀμνύειν, ἢ εἴπου τινά. Β. Τοῦτ᾽ ἦν ἄριστον. Α. Εἷς ἂν τρέπηται, καὶ τὸ πᾶν τραπήσεται. Β. Καλοῦ γε τοῦ σοφίσματος! Α. Εἴποι τίς ἂν, τὸ πλῆθος ὡς πιστεύεται; Β. Νομίζεθ᾽ οὕτως. Α. Ἢ καὶ κόνιν συνθεὶς σὺ ποιεῖς χρυσίον; Β. Τίς δ᾽ ἄλλος, ἢ τίς ἡ φύσις; Α. Ἐκ πλειόνων δὲ, τίς λόγος, ἀπιστουμένων Πίστιν γενέσθαι; Β. Οὐδεὶς, ἔμοι γε φαίνεται. Α. Παύσεις ποτὲ Πλούτου κακίστου βέλτιον;

Οὔκουν ὀμῇ τὰ πάντα, οὐδὲ πάντοτε, Ἔσθων, κυβεύων, Πλέων, ὁδεύων, δυστυχῶν, εὐημερῶν, Ἀπεμπολῶν, τὶ κτώμενος, Χαίρων, στενάζων, ἐν φίλοις, ἐν συμπόταις, Ἐμῶν τὸν ὅρκον, Ὡς οἱ τροφῆς τε καὶ ποτοῦ πεπλησμένοι. Β. Πολλῆς τὸ πρᾶγμα συμφορᾶς. Α. Ἀλλ᾽ οὐδὲ πάντων εἴνεχ᾽, ὡς ἁλώσιμος, Ἐπὰν κρατηθῇς Ἔργου, λόγου, σκιᾶς τε καὶ τυραννίδος. Β. Ὡς γοῦν τὰ πολλὰ φαίνεται. Α. Τὰ πάνθ᾽ ὑβρίζεις, καὶ Θεὸν καὶ πράγματα. Β. Πῶς δὴ τὰ πάντα; Α. Εἰς ἓν τὰ πάντα συντιθεὶς, οὐκ ὄντ᾽ ἴσα.

Σπάρτος τόδ᾽ ἐστὶν ἡνίας.

Τί δ᾽; οὐχὶ, φήσεις, καὶ Θεός ποτ᾽ ὀμνύων Εὑρίσκεθ᾽ ἡμῖν, Ὡς αἱ Γραφαὶ γοῦν; Ἢ τί καὶ κρεῖσσον Θεοῦ; Β. Τὶ κρεῖσσον οὐχ εὑρίσκεται. Α. Εἰ δ᾽ οὔτι κρεῖσσον, οὐδ᾽ ἂν ὀμνύοι ποτέ. Β. Πῶς οὖν λέγουσι; Α. Λέγει τι, τοῦτο δ᾽ ὅρκος ἐστὶ τοῦ Θεοῦ. Β. Πῶς οὖν καθ᾽ ἑαυτοῦ λέγεται; Α. Πῶς; οὐδ᾽ ἂν εἴη παντελῶς, εἰ ψεύδεται; Β. Φρικτὸν λέγεις τι. Α. Φύσις γάρ ἐστι καὶ τὸ ἀψευδεῖν Θεοῦ· Οὐκ ἔστιν ὅστις ἀντερεῖ. Β. Τί δ᾽ ἡ Παλαιά; Α. Οὐ τὸν ὅρκον κωλύει, Ζητεῖ δ᾽ ἀληθῆ.

Καὶ γὰρ φονεύειν τηνικαῦτ᾽ ἦν ἔννομον, Νῦν δ᾽ οὐδὲ παίειν. Β. Τοῦ χάριν; Α. Τόθ᾽ ἡ τελευτὴ τῶν κακῶν ἐκρίνετο, Νῦν καὶ τὸ κινοῦν. Β. Οὕτω δοκεῖ μοι. Καὶ γὰρ ἦλθ᾽ ἐπὶ πλέον. Α. Ὥστ᾽ οὐδ᾽ ὀμεῖται σωφρονῶν Β. Τί οὖν; δέδωκας ἔστιν οἷς, ὡς νηπίοις, Τροφῆς τὰ πρῶτα, Ὡς ἂν λάβωσι καὶ τροφὴν τὴν ὕστερον; Α. Ὀρθῶς γε καὶ σοφώτατα. Β. Καὶ Παῦλος ὤμνυ, φασί. Α. Τίς τόδ᾽ εἶπέ σοι· Ὡς λῆρος ἦν τις! Β. «Μάρτυς Θεός μοι,» καὶ, «Θεὸς τόδ᾽ ἱστορεῖ,» Ταῦτ᾽ οὐκ ἦν ὅρκου; Α. Καὶ τίνος;

Πίστωσις ἐστι τοῖς τοσούτοις ἀῤῥαγής, Β. Ἐμοὶ δὲ δώσεις; Α. Καὶ πάντα μοι γένοιο Παῦλος εἰς σθένος.

Στάθμη δικαία τοῦτό γε. Β. Θυμός τι λήψετ᾽; Α. Εὖγε, τηνικαῦτα δὴ, Ἐπάν τι συμβῇ. Ἁπλοῦν κακόν τι χεῖρον, ἢ δισσὸν δοκεῖ; Οἷον τόδ᾽ ἐστί· Τὸ δ᾽ οὐ προκληθέντ᾽ ἀθρόως ὅρκῳ πεσεῖν.

Τί φαίνεταί σοι; Β. Ναὶ φθόνος. Α. Τί δ᾽, ἂν προκληθεὶς, ἄλλο χεῖρον εἰργάσω; Β. Τοῦτ᾽ αὐτὸ δή που.

Εἰ δ᾽ ἐξ ἀγνοίας; Α. Μεῖον. Ἀλλ᾽ ὑπεύθυνος, Ὧν ἦν τὸ κίνημ᾽ ἐξ ἐμοῦ. Β. Εἰ δ᾽ οὐκ ἄκων μὲν, κινδύνων δ᾽ ἐλευθερῶν; Α. Ἄλλος δότω τις. Β. Εἰ δ᾽ ἐγγράφοι τις, ὅρκον οὐκ ὀμωμοκώς; Α. Τί οὖν τὸ γράμμα βούλεται;

Χειρόγραφον δὲ τῶν δεσμῶν δεσμεῖ πλέον. Β. Εἰ δ᾽ ἐξ ἀνάγκης; Α. Πῶς οὐ τέθνηκ᾽; ἐχρῆν δὲ πρόσθεν καὶ θανεῖν. Β. Εἰ δ᾽ οὐ Γραφῶν προκειμένων; Α. Σελὶς τὸ σεπτὸν, ἢ Θεὸς χαρίζεται; Β. Δῆλον τόδ᾽ ἐστί. Α. Φοβῇ τὸ δέρμα, τὸν Θεὸν δ᾽ ἐγὼ πλέον. Β. Πολλοῖς συνήθης ἡ νόσος. Α. Πολλοῖς τόδ᾽ ἐστίν· οἷον εἴ τις δεσπότην Παίων, ἀτιμῶν, Τὸν δοῦλον ἢ ἀφεῖτο, ἢ τιμᾷν θέλοι. Β. Πολλῆς γε τῆς ἀτιμίας! Α. Ἢ καὶ βασιλέως εἰκόνα σώζοιτό τις, Αὐτὸν καθαιρῶν. Β. Ἔχει μὲν οὕτω. Τοῦτο προστίθει δ᾽ ἔτι, Εἴπερ τι λείπει τῷ λόγῳ. Α. Ἡ γλῶσσ᾽ ὀμώμοχ᾽, ἡ δὲ φρὴν ἀνώμοτος, Πολλοὶ λέγουσιν.

Ἅπαντα πρόσθεν, ἢ ὅρκος, σοφίζεται. Μηδεὶς πλανάσθω μηδόλως.

Ὅρκος μέν ἐστιν, ἡ δὲ διπλόη πόσον Κακὸν πρόσεστι! Β. Σκοπῶ. Τί δ᾽ ὅρκος; Α. Τῶν δεδογμένων ὁ νοῦς. Β. Ἔφριξ᾽ ἀκούων οἷς λέγεις. Α. Λέγεις μέν. Οὔπω δ᾽ οἶδα πρὶν πείρᾳ μάθω. Πίστις γὰρ ἔργον.

Φρίσσουσι μέν τοι καὶ σύες παραυτίκα, Συὸς βοῶντος. Β. Ὧδ᾽ ἔχει. Α. Ἀλλ᾽ οὐ μέγ᾽ οὐδέν. Εἰ δὲ καρδίας λόγος Ἅψαιτ᾽, ἐπαινῶ. Β. Τί δ᾽; οὐ τὸ λοῦτρόν ἐστί μοι καθάρσιον; Α. Ἔστι. Σκόπει δέ. Β. Τί σκοπῶ; Α. Οὐ τοῦ τρόπου πάντως γε, τῶν δ᾽ ἐπταισμένων Β. Τρόπου δὲ, πῶς ἄν; Α. Οὕτω μόνως ἂν, ἤν τι καὶ προεκπλύνῃ. Β. Νοῶ. Α. Φόβος γὰρ τοῦ πρόσω· Πολλῶν δὲ συγχώρησις οὐ τιμητέα. Β. Πῶς ἂν τόδ᾽ εἴποι; Α. Μή που δέησις δευτέρου καθαρσίου; Β. Τί δ᾽ ἔστι τοῦτο; γνώρισον. Α. Ἔστι δὲ μακρῶν δακρύων καὶ τήξεως. Β. Μή μοι γένοιτο. Α. Δεινὸν προέσθαι δῶρον εὐκολώτερον. Β. Πλάκες τάδ᾽ εἰσὶ τοῦ Θεοῦ Α. Θεοῦ γάρ εἰσιν· ἐγγράφοις δὲ καρδίας Πλαξί γε τῆς σῆς.

Βούλει μαθεῖν ὡς τοῦτο τοῦ φθόνου πάλη, Τοῖς σοῖς φθονοῦντος δεξιοῖς; Β. Εἰπὼν ὀνήσεις· πολλὰ γὰρ παλαίομαι. Α. Ἄκουε. Β. Φάσκε. Α. Ἤκουσά σου λέγοντος οὐκ ἀδακρυτί. Β. Τί τοῦτο; οὐκ ἀρνήσομαι. Α. Ὡς ἤν ποτ᾽ εἰπὼν ὀντινοῦν λόγον τύχω, Ὅρκον δὲ μὴ θῶ, Ὡς οὐ τελείοις τοῖς λόγοις αἰσχύνομαι. Β. Τοῦτ᾽ ἔστ᾽ ἐκεῖνο ἐμφανῶς. Α. Τὸ λεῖπον αὐτὸς προστιθῇς σὺ τῷ λόγῳ Τόδ᾽ ἐστὶν ὅρκος, Κακὸν πλήρωμα τῆς δεινῆς φλογός.

Πλάτων δὲ ποιεῖ καὶ τόδε Ὡς μὴ θεόν τιν᾽ ὀμνύειν τηρῶν σέβας. Β. Εὖ οἶδ᾽ ὃ φήσεις. Α. Ἦν τις πλάτανος, καθ᾽ ἧς ὤμνυ καὶ μόνης, Ἀλλ᾽ οὐδὲ ταύτης εὐστόχως. Ἀλλ᾽ οἶδεν ᾗ τὸν, τίνα δ᾽, οὐ προσῆν ἔτι.

Τί τοῦτο δ᾽ ἔστιν Ὅρκου σκιά τις, ἔμφασίς τ᾽ ἀνώνυμος. Β. Ἄνορκος ὅρκος. Ὡς ξένον! Α. Μὰ τὸ δαιμόνιον οἱ σοφοί. Β. Πανορκία Τοῦτ᾽ ἔστιν ἤδη. Α. Πέρας τόδ᾽ ἔστω τοῦ λόγου. Β. Διψῶντά με Λείψειν ἀπειλεῖς ὡς τάχος. Α. Εἰ μέν τοι μικρὸν ὅρκος εἶναί σοι δοκεῖ, Τοῦτ᾽ οὐκ ἐπαινῶ.

Εἰ δ᾽ ἔστιν, ὥσπερ ἐστὶ, τῶν φρικτῶν λίαν, Κἀγώ τι τολμῶ τῶν καλῶν· Αὐτόν γέ σοι τὸν ὅρκον, ὅρκους ἐκτρέπου. Β. Ἔχεις τὸ νῖκος. Α. Εἰ τοῦτ᾽ ἔχοιμι, Χριστέ μου, σὲ δοξάζω Τὸν θαυματουργὸν, ὡς παρός. Πάντες δ᾽ ὁμοῤῥοθοῦντες εἴπωμεν τάδε, Ἀμὴν, γένοιτο.