Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἠθικὰ ποιήματα

Γρηγόριος ὁ Ναζιανζηνός

Κατά του θυμού και της οργής

Αναλυτική πραγματεία για τον παραλογισμό και τις καταστροφικές συνέπειες της οργής, με προβολή βιβλικών προτύπων πραότητας και ανεξικακίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 15 από 20

ΚΕʹ. Κατὰ θυμοῦ. Θυμῷ χολοῦμαι τῷ συνοίκῳ δαίμονι, Οὗτος δίκαιος τῶν χόλων ἐμοὶ μόνος, Εἰ δεῖ τε καὶ πάσχειν γε τῶν εἰωθότων. Ἐπεὶ γὰρ ὅρκον τῷ λόγῳ κατείχομεν, Σιγῆς φέροντες καρπὸν ἄξιον λόγου· Πάμπαν τιν᾽ ὅρκου ῥίζαν εἰδότες χόλον, Πολλαῖς σὺν ἄλλαις, αἷς τὸ δεινὸν φύεται, Τὴν ἀγριωτάτην τε καὶ μελαντάτην· Καὶ τὴν, Θεοῦ διδόντος, ἐξαιρήσομεν, Τέμνοντες, ὡς οἷόν τε, τῇ λόγου τομῇ.

Αἰτῶ καὶ πρῶτον, μὴ χολοῦσθαι τῷ λόγῳ. Οὕτω γάρ ἐστιν ἡ νόσος τῶν ἀσχέτων, Ὥστ᾽ ἀγριοῦσθαι πολλάκις καὶ ταῖς σκιαῖς, Αὐτοῖς τε τοῖς σφῶν γνησίοις παραινέταις. Δεῖ δ᾽, ὡς ἔοικε, μή τι μαλθακὸν λέγειν, Κακοῦ τοσούτου τῷ λόγῳ προκειμένου· Ἀλλ᾽ ὡς πυρὸς βρέμοντος ἀγρίαν φλόγα, Πηδῶντος, αἰθύσσοντος ἐντινάγμασι Πολλοῖς, ἄνω ῥέοντος ἐμψύχῳ φορᾷ, Λάορως ἀεὶ τὰ πρόσθεν οἰκειουμένου, Ὕδωρ, κόνιν πέμποντας εὐνάσαι βίᾳ· Ἢ θῆρα λόχμης ἐκφανέντα συσκίου, Φρίσσοντα, πῦρ βλέποντα, ἐξαφρούμενον, Μάχης ἐρῶντα, καὶ φόνων καὶ πτωμάτων, Λόγχαις, κυνηγοῖς, σφενδόναις καταιχμάσαι Ἴσως ἂν οὕτω τοῦ πάθους γενοίμεθα Κρείσσους, Θεοῦ διδόντος, ἤ τι μετρίως Σχοίημεν. Οὐδὲ τοῦτο τῶν μικρῶν ἐμοὶ, Κακοῦ μεγίστου καί τις ἔνδοσις μικρὰ, Ὡς τοῖς βαρείας ἐκ νόσου στενουμένοις.

Μικροῦ δ᾽ ἄνωθεν τὴν νόσον σκεψώμεθα, Ἥτις, πόθεν τε καὶ ὅπως φυλακτέα, Ἀνδρῶν παλαιῶν συλλογὰς σκοπούμενοι, Ὅσοι διεσκέψαντο πραγμάτων φύσεις. Εἰσὶν μὲν οἳ λέγουσιν αἵματος ζέσιν, Τοῦ γειτονοῦντος καρδίᾳ, τὴν ἔκστασιν· Ὅσοι νέμουσι τὴν νόσον τῷ σώματι, Ὥσπερ τὰ πολλὰ τῶν παθῶν ἄλλοις τισίν.

Ἄλλοι δ᾽ ὄρεξιν εἶπον ἀντιπλήξεως (Ψυχῇ διδόντες τὴν βλάβην, οὐ σώματι), Ὀργὴν δὲ τὴν ὁρμῶσαν· εἰ δ᾽ ἔνδον μένει Λοχῶσα, τοῦτο μνησικακίαν τυγχάνειν Ὅσοις δ᾽ ἔδοξεν ἡ νόσος τοῦ συνθέτου, Ζέσιν μὲν εἶπον αἵματος, τὴν δ᾽ αἰτίαν, Ὄρεξιν εἶναι, συντιθέντες καὶ λόγον.

Ταῦθ᾽ ὡς ἔχει μὲν, οὐχὶ νῦν σκοπητέον. Ἐκεῖνο μέν τοι καὶ λίαν τῶν γνωρίμων, Ὡς νοῦς ἁπάντων ἡγεμών· ὃν σύμμαχον Δέδωκεν ἡμῖν κατὰ παθῶν ὁ Δεσπότης. Ὡς οὖν χαλάζης οἱ δόμοι σκεπάσματα, Θάμνοι δὲ κρημνῶν, καὶ βυθῶν ἐρείσματα, Τείχη δὲ τοῖς φεύγουσιν ἐκ μάχης τινός· Οὕτω λογισμὸς πρὸς χόλου παρουσίαν.

Ὅταν καπνίζῃ τὸ φλέγον τὴν σὴν φρένα, Πρὶν πῦρ ἀνάψαι, καὶ ῥιπισθῆναι φλόγα, Ὅταν ποτ᾽ αἴσθῃ πνεύματος κινουμένου, Εὐθὺς Θεῷ πλάκηθι, καὶ τόνδ᾽ ἐννοῶν Ὡς σοῦ προεστῶθ᾽, ὧν τε κινῇ, μάρτυρα, Αἰδοῖ φόβῳ τε τὴν φορὰν τοῦ πράγματος Ἐπίσχες, ἄχρις ἡ νόσος παρήγορος.

Εὐθὺς βόησον τῶν μαθητῶν ῥήματα· «Ἐπιστάτα, κλύδων με δεινὸς ἀμφέπει.» Τίναξον ὕπνον, καὶ σὸν ἐξώσεις χόλον, Ἕως λογισμοῦ καὶ φρενῶν ἐπικρατεῖς, Ὧν πρῶτόν ἐστιν ἡ νόσος κατάκλυσις Ἕως χαλινὸν, ἵππος ὡς δυσήνιος, Οὔπω δακὼν ὀδοῦσιν ἔρχετ᾽ εὔδρομος, Πνέων δρόμον τε καὶ φάραγγας, καὶ βάθη, Θυμῷ σκοτώσας ὀμμάτων ὁδηγίαν.

Ῥᾷον γάρ ἐστιν ἀρχόμενον ἄγξαι λόγῳ, Ἢ πρῶτον ἁρπάσαντα κατασχεῖν βίᾳ. Αὐτὸς γὰρ αὑτὸν ἐκκᾴων οὐχ ἵσταται, Ἕως λογισμὸν κρημνίσῃ τὸν ἱππότην. Ἔπειτά μοι, τὸ αἶσχος ἡλίκον, σκόπει, Οἷον τίθησι τὸν κακῶς πεπληγότα.

Τῶν μὲν γὰρ ἄλλων αἱ νόσοι καὶ λάθριοι, Ἔρως, φθόνος, λύπη τε καὶ μῖσος κακόν· Τινῶν δὲ φαίνοντ᾽ οὐδ᾽ ὅλως, ἤ τι βραχὺ, Ἀλλ᾽ ἔνδον εἰσὶν αἱ νόσοι κατάσχετοι. Τυχὸν γὰρ ἐκτάκειεν ἐν βάθει φρενὸς, Πρὶν καὶ γενέσθαι τοῖς ὁρῶσιν ἐκφανεῖς.

Κέρδος δὲ λανθάνουσα καὶ δυσπραγία. Θυμὸς δ᾽ ὅλον γυμνόν τε καὶ δῆλον κακὸν, Εἰκὼν προκύπτουσ᾽ οὐχ ἑκόντος σώματος. Εἴ σοί τις ὦπται τῶν ἁλόντων τῷ πάθει, Οἶδας σαφῶς ὅ φημι, καὶ γράψει λόγος. Ἔσοπτρον ἐχρῆν ἑστάναι χολουμένοις, Ὡς ἂν βλέποντες, ἀλλὰ τὴν αὐτῶν ὕβριν Μικρὸν χαλῷεν, τοῦ πάθους ἐξ ὄψεως, Κατηγόρῳ σιγῶντι κάμπτοντες φρένα.

Ἦ καὶ τόδ᾽ ἔστη, καὐτὸς ὑβριστὴς ὁ σὸς, Ἐν ᾧ κατόψει σαυτὸν, εἰ σχολὴν ἄγοις. Πάθος γὰρ οἷς ἓν, κοινὰ καὶ συμπτώματα. Ὕφαιμον ὄμμα, καὶ θέσεις διάστροφοι, Τρίχες συώδεις, καὶ γένυς διάβροχος, Ὠχρὰ παρειὰ, νεκρότητος ἔμφασις· Ἄλλων ἐρυθρὰ, καὶ μολιβδώδης τινῶν· Ὅπως ἂν, οἶμαι, καί τινα χρώσας τύχοι Ὁ μανιώδης καὶ κάκιστος ζωγράφος· Αὐχὴν διοιδῶν, ἐγκυλούμεναι φλέβες, Πνοὴ λόγον κόπτουσα καὶ πυκνουμένη, Λυσσῶδες ἄσθμα, καὶ φρύαγμ᾽ ἀσχημονοῦν, Μυκτὴρ πλατύς τε καὶ πνέων ὅλην ὕβριν.

Κρότοι τε χειρῶν, καὶ ποδῶν ἐξάλματα, Κύψεις, στροφαὶ, γέλωτες, ἱδρῶτες, κόποι· Τίνος κοποῦντος; οὐδενὸς, πλὴν δαίμονος. Νεύσεις ἄνω τε καὶ κάτω, λόγου δίχα, Γνάθοι φυσώμεναί τε καὶ ψοφούμεναι, Ὡς δή τις ἅλως· παιομένη τε δακτύλοις Ἡ χεὶρ ἀπειλεῖ, καὶ ψόφων προοίμιον.

Καὶ τἀπὶ τούτοις τίς παραστήσει λόγος; Ὕβρις, ἀραγμὸς, αἰσχρότης, ψευδορκίαι, Γλώσσης ζεούσης δαψιλῆ ῥαντίσματα, Οἷον θάλασσα, ἐξαχνιζούσης πέτρας. Λέγει κακὸν τὸ μέν τι, τοῦδ᾽ ὁρμὴν ἔχει, Τῷδε στενοῦται, καὶ παραυτίκ᾽ ἀγνοεῖ.

Καὶ τοῖς παροῦσιν ἠρεμοῦσι δυσφορεῖ· Ζητεῖ τὰ πάντα συνδονεῖσθαι τῷ κλόνῳ. Αἰτεῖ κεραυνοὺς, γίνετ᾽ ἀστραπηφόρος, Αὐτῷ μένοντι δυσχεραίνει τῷ πόλῳ. Τὸ μέν τι ποιεῖ τῶν κακῶν, τῷ δ᾽ ἑστιᾷ Τὸν νοῦν. Φρονεῖ γὰρ, ὡς δράσας ἃ βούλεται.

Κτείνει, διώκει, πυρπολεῖ. Τούτων δὲ τί; Οὕτω τυφλόν τι καὶ μάταιον ἡ ζέσις! Ἄφωνός ἐστιν, ἀσθενὴς, βοηλάτης, Ῥήτωρ, Μίλων, τύραννος ἡμῖν ἀθρόως. Ὁ δυσγενής τε καὶ πένης, τὸν εὐγενῆ, Τὸν εὐποροῦντα, δυσγενέστατον καλεῖ, Πένητα· δουλόμορφον, ἡ λώβη βροτῶν, Τὸν ἄνθος ὥρας· δυσκλεῆ τὸν εὐκλέα, Ὁ μηδ᾽ ὅς ἐστι, μήθ᾽ ὅθεν, λέγειν ἔχων.

Οὐκ οἶδα κλαυθμὸς, ἢ γέλως τὸ δρώμενον. Πᾶν ὅπλον ἐστὶ τῷ χόλῳ, καὶ μὴ παρόν. Πίθηκός ἐστι, καὶ Τυφωεὺς γίγνεται. Ἀποστρέφει τὴν χεῖρα, κυρτοῖ δακτύλους, Ζητεῖ λόφον τιν᾽, ἢ τὸν Αἰτναῖον πάγον, Ὡς σφενδονήσων καὶ μακρὰν βίᾳ χερὸς Ὁμοῦ βέλος τε καὶ τάφον τῷ δυσμενεῖ.

Τί πῦρ ἐφέξει τὴν ὕβριν, χάλαζα τίς; Ὅταν κενώσῃ τῶν λόγων τὰς σφενδόνας, Αἱ χεῖρες εὐθὺς, ἀγχέμαχοι προσβολαὶ, Μάχη βία τε, καὶ κρατεῖ τοῦ δυσμενοῦς. Ὁ δυστυχέστερός τε καὶ κρατούμενος. Ἧτταν γὰρ οἶδα τὸ κρατεῖν ἐν χείροσι.

Ταῦτ᾽ οὐχὶ δαίμων; καὶ πέρα, πλὴν πτώματος. Καὶ πτώματ᾽ εἶδον ἔστιν ὧν δονουμένων, Ὅταν φέρωνται τῇ φορᾷ τοῦ πνεύματος. Ταῦτ᾽ οὐκ ἀλλοτρίωσις ἐνδήλως Θεοῦ; Πῶς δ᾽ οὔ; Θεοῦ γὰρ τὸ πρᾶον καὶ ἥμερον, Οὗ καθυβρίζειν οὐ καλὸν τὴν εἰκόνα, Μορφὴν ἐπεισάγοντας ἀγνοουμένην.

Οὐδὲν τοσοῦτον ἡμῖν ἡ ἐμπληξία, Οὔπω τοσοῦτον αἱ νόσοι τῶν σωμάτων. Ταῦτ᾽ οὐχ ἑκόντων, ἀλλὰ δυστυχῶν πάθη, Εἰ καὶ πονηρὰ, καὶ παροῦσι δάκνομαι (Τὸ γὰρ παρόν πως τοῖς κακουμένοις πλέον) Οἴκτου τε μᾶλλον ἢ κατάρας ἄξιον.

Καὶ τῶν κακῶν τὸ δῆλον ἀσφαλέστερον· Τὸ δ᾽ οὐ δοκοῦσι προσπεσὸν, λυμαίνεται. Μέθη κακὸν μέν· πῶς γὰρ οὔ; τίς δ᾽ ἀντερεῖ; Καὶ τοῦθ᾽ ἑκόντων· οἱ γὰρ ὧν ἐστ᾽ αἴτιον Οὐκ ἀγνοοῦντες, ἀλλ᾽ ὅμως ἡττώμενοι, Αὐτοὶ προδήλως τοῦ κακοῦ γεννήτορες.

Ἀλλ᾽ οὖν ἐκεῖ μὲν τοῦ κακοῦ τὸ δυσχερὲς, Γέλως, ὃν εἷς ἔπαυσεν ὕπνος αὐτίκα. Θυμοῦ δ᾽ ὑπερκλύσαντος, εἰ χεῖρον, λέγε, Τὶ τῶν ἁπάντων οἶδας, ἤ τι φάρμακον; Ἄλλοις μέν ἐστιν εἰς φρένας πεσὼν Θεός· Θυμὸς δὲ πρῶτον τῷ Θεῷ φράσσει θύρας, Ἅπαξ ὑπερσχών· ἡ δ᾽ ὑπόμνησις Θεοῦ, Χεῖρον· συνάπτει καὶ Θεὸν ταῖς ὕβρεσιν.

Αὐτῷ λίθους ποτ᾽ εἶδον, ὢ δεινοῦ πάθους! Ῥιπτουμένους, κόνιν τε καὶ πικροὺς λόγους. Τῷ ποῦ, τίσι τε καὶ ὅπως ἁλωσίμῳ; Νόμοι παρωθοῦνται, οὐ διεγνώσθη φίλος, Ἐχθρὸς, πατὴρ, γυνή τε, συγγενεῖς, ἴσα. Μιᾶς φορᾶς ἅπαντα, χειμάῤῥου θ᾽ ἑνός.

Ἢν καί τις ἐνστῇ, τὸν χόλον μεθείλκυσεν Εἰς αὑτὸν, ὥσπερ θηρίον ψοφήμασιν, Αὐτός τε χρῄζει συμμάχων ὁ σύμμαχος. Τούτοις μὲν οὖν μάλιστα κάμπτεσθαι λόγοις· Οὐ γὰρ δεήσῃ πλειόνων, ἂν εὖ φρονῇς. Εἰ δ᾽ ἔστ᾽ ἐπῳδῆς χρεία σοι καὶ μείζονος, Βίους σκόπει μοι τῶν πάλαι καὶ τῶν νέων, Ὅσοι ποτ᾽ ἔσχον ἐκ τρόπου παῤῥησίαν, Τίνες μάλιστα προσφιλέστατοι Θεῷ Τί πρῶτον, ἢ μέγιστον ἐξησκηκότες, Μωσῆς ἐκεῖνος, Ἀαρὼν, οἱ φίλτατοι, Δαυὶδ, Σαμουὴλ, εἶτα Πέτρος ὕστερον;

Οἱ μέν γε μαστιχθεῖσαν Αἴγυπτον τόσαις Πληγαῖς ἀσωφρόνιστον εἶχον· ἀλλ᾽ ὅμως Φειδοῖ προσήγονθ᾽ ὡς τὸ Φαραὼ θράσος, Ἕως ἐπεκλύσθησαν ἐκ τῆς ὕβρεως, Οἷς μὴ τὸ μακρόθυμον ἤνεγκεν σέβας, Ὡς ἂν μάθωσι πάντες αἰδεῖσθαι τόδε.

Κρεῖσσον θρασὺν γὰρ ἢ πρᾶον περιφρονεῖν. Αἰνῶ Σαμουὴλ, ὅς ποθ᾽ ὕβριν δυσφορῶν, Ῥήξαντος αὐτῷ τὴν διπλοΐδα τοῦ Σαοὺλ, Εἶτ᾽ ἀξιωθεὶς, ὥς γε συγγνώμην ἔχειν, Ἀφῆκεν εὐθὺς τῷ λόγῳ τὴν αἰτίαν. Τούτου τί δ᾽ ἂν γένοιτο ἡμερώτερον;

Δαυὶδ ὑπομνήσθητι, καὶ τῶν κρουμάτων, Ἐξ ὧν πονηροῦ πνεύματος Σαούλ ποτε Ἠλευθέρωσεν· εἶτ᾽ ἀγνώμονος τυχὼν, Φεύγων, ἀλύων τὸν περὶ ψυχῆς δρόμον, Δοθέντος αὐτῷ τοῦ Σαοὺλ ἐφείσατο (Καὶ τοῦτο δ᾽ ἴστε), καὶ μόγις σεσωσμένος.

Ἡ διπλοῒς γνώρισμα τῆς ἐξουσίας Κεκαρμένη, φακός τε τοῦ κράνους κλαπείς. Τί δεῖ λέγειν τὸν υἱὸν ὡς ἠνέσχετο, Τὸν πατροφόντην, καὶ τύραννον ἀπρεπῆ; Ὅπου γ᾽ ἐκεῖνον καὶ κλάει τεθνηκότα, Θρήνοις τε πολλοῖς ἀνακαλεῖ καὶ γόοις, Τὸν μηνυτήν τε τοῦ πάθους ἀμύνεται, Ὥσπερ λαβών τιν᾽ ἐχθρὸν, οὐκ εὐάγγελον;

Ἡ γὰρ φύσις ἔμπροσθε τῶν ἐγκλημάτων Ἔστη, λαβοῦσα τὸν τρόπον συνήγορον· Ὡς καὶ προσάντης τῷ στρατῷ κατασταθεὶς, Μικροῦ γενέσθαι τοῦ κράτους ἀλλότριος. Τί δ᾽; οὐ τὸν ὑβριστὴν Σεμεεὶ ἐκαρτέρει. Δύσφημον ὄντα τῷ κλέει τῆς εἰσόδου;

Πέτρου δὲ δῆτα τοῦ σοφοῦ τεθαύμακα, Ὡς μακροθύμως καὶ λίαν νεανικῶς Ἤνεγκε Παύλου τὴν καλὴν παῤῥησίαν (Καὶ ταῦτ᾽ ἐν ἄστει τηλικούτῳ καὶ τόσοις Ἐπαινέταις τε καὶ μαθηταῖς τοῦ λόγου), Ὡς συντράπεζος οὐ καλῶς ἦν ἔθνεσιν, Εἰ καὶ τόδ᾽ ᾤετ᾽ ὠφελήσειν τὸν λόγον.

Ἦν γὰρ τὸ κινοῦν καὶ μόνον Θεοῦ φόβος, Ἢ τοῦ λόγου τ᾽ ἔλλαμψις ἐκ κηρύγματος. Οὐκ ἂν παρέλθοιμ᾽ οὐδὲ τὸ Στεφάνου καλὸν, Ὃν οἶδ᾽ ἀπαρχὴν μαρτύρων καὶ θυμάτων. Λίθοις ἐχώννυτ᾽· ἀλλ᾽ ὅμως, τοῦ θαύματος!

Μέσος λιθασμοῦ, φθόγγος ἐξηκούετο, Αὐτός τε συγχώρησιν, ὡς εὐεργέταις, Διδοὺς λιθασταῖς, τὸν Θεόν τ᾽ αἰτούμενος. Ταῦτ᾽ οὐ προδήλως τῆς Θεοῦ τυπώσεως, Καὶ τῶν ἐκείνου καὶ παθῶν καὶ δογμάτων, Ὃς ὢν Θεός τε καὶ κεραυνῶν δεσπότης, Ὡς ἀμνὸς ἤγετ᾽ εἰς σφαγὴν ἀφωνίᾳ;

Ἐμπτυσμάτων τε καὶ ῥαπισμάτων ὅσων Ἠνέσχετ᾽! ἄχρις ὠτίου πεπληγότος Τὸ χρηστὸν οἶδε Μάλχος. Οὐκ ἐκραύγασεν Ἐνδεικτικόν τι καὶ γέμον παῤῥησίας Οὐδ᾽ εἴριξέν τι. Τὸν κακίᾳ τεθλασμένον, Ἄκλαστον ἔσχε. Τὴν φρενὸς κουφὴν φλόγα Σβέσειν λέγει μὲν, ὡς δὲ χρηστὸς φείδεται, Ὡς ἂν κρατήσῃ τῷ πράῳ τὸ συγγενές.

Τοιαῦτα καὶ τοσαῦτα τοῦ σοῦ Δεσπότου. Οἷς, ἄν τι πάσχοις, ἀντισηκώσεις τὰ σὰ, Κἂν πάνθ᾽ ὑποστῇς, τὸ πλέον λελείψεται· Εἴπερ τὸ πάσχειν κρίνεται πρὸς ἀξίαν. Ἀρκεῖ τάδ᾽ ἡμῖν εὐγενῆ παιδεύματα, Πλακῶν νόμοι τε καὶ τρόποι τῶν ἐξ ὄρους, Εἰ δεῖ τι τούτοις προστεθῆναι καὶ νόθον;

Καὶ χεῖρον οὐδέν· ὥς τι κἂν τοῖς χείροσι Τῶν κρεισσόνων τε καὶ φίλων δρεψώμεθα. Ὧν γὰρ κρατεῖν καὶ σφόδρα, οὐ σφόδρ᾽ αἰνετὸν, Τούτων κρατεῖσθαι καὶ λίαν, πόσον κακόν! Μεμνήσομαι δὲ καί τινων, καὶ συντόμως.

Παίειν ἔμελλεν ὁ Σταγειρίτης τινὰ, Λαβὼν ἐπ᾽ αἰσχροῖς καὶ κακοῖς ἐγκλήμασι· Θυμοῦ δ᾽ ἐπεισελθόντος ἡνίκ᾽ ᾔσθετο, Ἔστη παλαίων τῷ πάθει, ὡς δυσμενεῖ. Μικρὸν δ᾽ ἐπισχὼν, εἶπεν (ὢ σοφοῦ λόγου!) «Καινὸν πέπονθας. Προστάτην ἔσχες χόλον· Εἰ μὴ γὰρ ὀργὴ, κἂν δαρεὶς ἀπηλλάγης.

Νῦν δ᾽ αἰσχρὸν ἦν μοι τῷ κακῷ πλήττειν κακὸν, Κρατεῖν τε δούλου τοῦ πάθους ἡσσώμενον.» Οὕτως ἐκεῖνος. Τὸν δ᾽ Ἀλέξανδρον λόγος, Εἰπόντος αὐτῷ Παρμενίωνός ποτε, Πόλιν τίν᾽ ἐξελόντι τῶν Ἑλληνίδων, Εἶθ᾽ ὃ δρᾶσαι χρὴ πολλάκις σκοπουμένῳ, Ὡς, εἴπερ ἦν ἐκεῖνος, οὐκ ἐφείσατο· «Ἀλλ᾽ οὐδ᾽ ἔγωγ᾽ ἂν, εἴπερ ἦν, φάναι, σύγε.

Σοὶ μὲν γάρ ἐστιν ὠμότης, τὸ δὲ πρᾶον Ἐμὸν, φυγεῖν τε τὴν πόλιν τοὺς κινδύνους.» Κἀκεῖνο δ᾽ οἷον, ὡς ἐπαίνων ἄξιον; Ἐλοιδόρει τις τὸν μέγαν Περικλέα, Πολλοῖς ἐλαύνων καὶ κακοῖς ὀνείδεσι (Τῶν οὐδὲ τιμίων τις), ἄχρις ἑσπέρας.

Ὁ δ᾽ ἡσυχῆ τὴν ὕβριν, ὡς τιμὴν, φέρων, Τέλος καμόντα καὶ βαδίζοντ᾽ οἴκαδε Προὔπεμψε λύχνῳ, τὸν χόλον τ᾽ ἀπέσβεσεν. Ἄλλος δ᾽ ὑβριστὴν, πλουσίαις ἐφ᾽ ὕβρεσι Προσθέντ᾽ ἀπειλήν· «Ὡς ὀλοίμην παγκάκως, Εἰ μὴ κακὸν κακῶς σε κτείναιμι σθένων.» Τούτοις ἀμείβεθ᾽ ὡς φιλανθρώποις λόγοις· «Κἀγώ γ᾽ ὀλοίμην, εἴ σε μὴ θείην φίλον.» Κωνστάντιον δὲ (καὶ γὰρ εἰπεῖν ἄξιον, Ὡς μὴ τὰ πρόσθεν τυγχάνῃ λόγου μόνα, Περιφρονῆτέ θ᾽ ὧνπερ αὐτοὶ μάρτυρες), Φασί ποτ᾽ εἰπεῖν ἄξιον μνήμης λόγον Τίς δ᾽ ἦν; ἐκεῖνον τῶν τις ἐν τέλει ποτὲ, Παρώξυν᾽ ἡμῖν, οὐ φέρων τιμωμένους Τιμαῖς τοσαύταις (καὶ γὰρ εὐσεβέστατος, Εἴ πέρ τις ἄλλος βασιλέων, ὧν ἴσμεν, ἦν)· Πολλοῖς δ᾽ ἐπειπὼν καί τινα τοιοῦτον λόγον· «Τί τῆς μελίσσης ἐστὶν ἡμερώτερον;

Ἀλλ᾽ οὐδ᾽ ἐκείνη τῶν τρυγώντων φείδεται·» Ἤκουσε· «Πῶς οὐκ οἶδας, ὦ βέλτιστε σὺ, Ὡς οὐδ᾽ ἐκείνῃ κέντρον ἐστὶν ἀσφαλές; Παίει μὲν, αὐτὴ δ᾽ εὐθέως ἀπόλλυται.» Τοσαῦτ᾽ ἔχεις σὺ τοῦ πάθους τὰ φάρμακα, Πάντων δὲ μεῖζον, ὧν ἔφην, τὴν ἐντολὴν, Ἣ μηδὲ τὸν πλήσσοντα ὑβρίζειν ἐᾷ. «Οὐ γὰρ φονεύσεις,» τοῖς πάλαι τεταγμένον· Σοὶ μηδὲ χολοῦσθαί ἐστιν ἐντεταγμένον, Μή τοί γε παίειν, μήτε δὴ τολμᾷν φόνον.

Τὸ πρῶτον εἴργων, οὐκ ἐᾷ τὸ δεύτερον Τὸ σπέρμ᾽ ἀναιρῶν, τὸν στάχυν κεκώλυκε. Τὸ μηδ᾽ ὁρᾷν κάκιστα, μοιχείας τομή. Τὸ μηδ᾽ ὀμνύειν, φάρμακον ψευδορκίας. Τὸ μηδὲ θυμοῦσθ᾽, ἀσφάλεια πρὸς φόνον. Σκόπει γὰρ οὕτω· θυμὸς ἐκπέμπει λόγον, Λόγος δὲ πληγὴν, ἡ δὲ πληγὴ τραύματα· Ἐκ τραυμάτων δὲ τὸν φόνον γινώσκομεν.

Θυμὸς πατὴρ πέφηνε τοῦ πικροῦ φόνου. Τοῦ μὴ φονεῦσαι τίς ποτ᾽ ἤνεγκε γέρας; Τὸ μηδὲ θυμοῦσθ᾽ ἐστὶ τῶν αἰνουμένων· Τοῦ μέν γ᾽ ὁ μισθὸς, ἡ φυγὴ τοῦ κινδύνου· Τούτου δ᾽ ἀμοιβὴ, γῆς μέρος τῆς τιμίας. Ἄκουε Χριστοῦ, τοῖς πράοις ἃ βούλεται Ἐν τοῖς μακαρισμοῖς, οἷς ἀπηριθμήσατο, Τὰ μέτρ᾽ ὁρίζων τῶν ἐκεῖθεν ἐλπίδων.

Τούτου χάριν σοι καὶ νόμους τοίους γράφει. Παίῃ παρειάν; πῶς δὲ τὴν ἄλλην ἐᾷς Ἄκαρπον; εἰ μὲν οὐχ ἑκοῦσ᾽, οὔπω μέγα Πέπονθε, μεῖζον δ᾽, ἢν θέλῃς, τὶ λείπεται Καὶ τὴν ἑκοῦσαν πρόσθες, ὡς ἔμμισθος ᾖ. Χιτῶνα γυμνοῖ; προστίθει καὶ δεύτερον, Ἔσθημ᾽ ἂν ᾖ σοι καὶ τρίτον, γυμνωσάτω Τούτων ἔχεις τὸ κέρδος, ἂν πρόῃ Θεῷ.

Ἂν λοιδορώμεθ᾽, εὐλογῶμεν τοὺς κακούς· Ἂν ἐκπτυώμεθ᾽, ἐκ Θεοῦ τιμὴν ἔχειν Σπεύδωμεν. Ἐκδιωκόμεθ᾽; οὔτι καὶ Θεοῦ; Τοῦτ᾽ οὐκ ἀφαιρετόν γε τῶν πάντων μόνον. Ἄν τις καταρᾶται, σὺ προσεύχου τοῦδ᾽ ὕπερ. Δράσειν ἀπειλεῖ; ἀνταπείλει καρτερεῖν.

Ἔργων ἔχεται· σὴ πρᾶξις ἡ εὐπραξία. Δύω γὰρ οὕτω τὰ κράτιστα κερδανεῖς· Αὐτός τ᾽ ἄριστος τοῦ νόμου φύλαξ ἔσῃ, Κἀκεῖνον ἕξεις τῷ πράῳ τῷ σῷ πρᾶον, Ἐχθρὸν μαθητὴν, οἷς κρατεῖ νικώμενον. Ὁρᾷς; μάλιστα μέν σε μὴ χολᾷν θέλει· Τοῦτο γάρ ἐστι καὶ τὸ ἀσφαλέστατον· Εἰ δ᾽ οὖν, προλύειν ἑσπέρας τὴν ἔκστασιν Δύεσθ᾽ ἐπ᾽ ὀργῇ μὴ δέχου τὸν ἥλιον· Εἴτ᾽ οὖν, ὃς ἐκτὸς ὀμμάτων πέμπει βολάς, Εἴτ᾽ οὖν, ὃς ἔνδον τοῖς σοφοῖς αὐγάζεται.

Δύει γὰρ οὗτος τοῖς πεπληγόσι φρένας, Ὡς τοῖς ἀρίστοις καὶ καλοῖς ἐκλάμπεται, Πλεῖον τὸ λάμπειν τοῖς βλέπουσιν ἐνδιδούς. Τί δ᾽; οὐ φύσις δέδωκε, φησὶ, τὸν χόλον; Καὶ τὸ κρατεῖν γε τοῦ χόλου. Λόγον δὲ τίς;

Τίς δ᾽ ὄψιν, ἢ τίς χεῖρας, ἢ ποδῶν βάσιν; Θεὸς τὰ πάντα καὶ φύσις, πλὴν εἰς καλόν. Σὲ δ᾽ οὐκ ἐπαινῶ μὴ καλῶς κεχρημένον. Οὕτως ἔχει καί τ᾽ ἄλλα τῆς ψυχῆς πάθη. Δωρήματ᾽ ἐστὶν ἐκ Θεοῦ, κινούμενα Λόγου ποδηγίᾳ τε καὶ στρατηγίᾳ.

Ζήλου μὲν ὅπλον θυμὸς ἐμμέτρως πνέων· Πόθου δὲ χωρὶς οὐχ ἁλώσιμος Θεός. Λογισμὸν οἶδα τῶν καλῶν διδάσκαλον. Εἰ δ᾽ εἰς τὰ χείρω ταῦτα τὴν ῥοπὴν ἔχοι. Ὁ μὲν χέων ὕβριν τε καὶ μοχθηρίαν, Ὁ δ᾽ εἰς κακίστας ἡδονὰς οἰστρηλατῶν, Ὁ δ᾽ οὐ κατάγχων ταῦτα, καὶ πλοκὰς στρέφων, Οὕτω τὰ καλὰ γίγνεται τοῦ φθορέως.

Θεοῦ δὲ δῶρον οὐ καλὸν κακῷ φύρειν. Θεὸν δ᾽ ἀκούων ἐν Γραφαῖς χολούμενον, Ἣ πάρδαλίν τιν᾽, ἣ παροιστρῶσαν πόθῳ Ἄρκτον, ζέοντα ἐκ μέθης καὶ κραιπάλης, Ἣ καὶ μάχαιραν τοῖς κακοῖς στιλβουμένην. Μὴ τοῦτο ποιοῦ τοῦ πάθους παρήγορον ᾯ προσπλακείς· ζητεῖς γὰρ οὐ λύσιν κακοῦ Καλῶς ἄκουε, μὴ κακῶς, τοῦ πράγματος.

Πάσχει γὰρ οὐδὲν ὧν ἐγὼ πάσχω Θεός. Μή τις τοῦτ᾽ εἴπῃ· καὶ γὰρ οὐδ᾽ ἐξίσταται Αὐτός ποθ᾽ αὑτοῦ. Ταῦτα γὰρ τοῦ συνθέτου, Καὶ τῶν μάχεσθαι ἠργμένων ἐκ πλείονος. Ὁ δ᾽ ἔστι, τοῦτ᾽ εὔδηλον, ἄτρεπτος φύσις.

Πῶς οὖν τυποῦται ταῦτα; τῆς τροπῆς νόμοις. Πῶς; δειματῶσαι τῶν ἁπλουστέρων φρένας, Ὥσπερ τὰ πολλὰ τῶν λόγῳ δηλουμένων. Ἀντιστροφὴν νόει γὰρ, καὶ τὸ πᾶν ἔχεις. Ἐπεὶ γὰρ αὐτοὶ πλήσσομεν χολούμενοι, Χολᾷν τὸ πλῆσσον τοὺς κακοὺς ἐγράψαμεν, Ὡς ὄψιν, ὦτα, χεῖρας ἐξευρήκαμεν, Οἷς χρώμεθ᾽ αὐτοὶ, τῷ Θεῷ δεδωκότες, Ἐπάν τι τούτων, ὡς δοκεῖ, ἐργάζεται.

Ἔπειτ᾽ ἀκούεις τοὺς κακοὺς, οὐ τοὺς καλοὺς, Ὀργῇ Θεοῦ πάσχειν τι καὶ δίκης νόμοις· Ὁ σὸς δὲ θυμὸς οὐ μέτροις ὁρίζεται. Πάντας δ᾽ ἴσους τίθησι. Μὴ τοίνυν λέγε Ὡς ἐκ Θεοῦ σοι, καὶ Θεοῦ τὸ σὸν πάθος. Ἢ καὶ φρονεῖς σύ γ᾽ ὡς Θεὸν μιμούμενος;

Ζήλωσον, ἀλλὰ τὴν νόσον γ᾽ αὔραις δίδου. Εἴ που δ᾽ ἀνέγνως εὐσεβῶν ἀνδρῶν χόλους, Πάντας δικαίους εὗρες. Οἶμαι δ᾽ οὐ χόλους, Κακοῖς δὲ πληγὰς ἐνδίκως κινουμένας. Οὔπω γὰρ ἦν ἐκείνοις ἡ πληγὴ κακόν· Πληγαὶ δ᾽ ἐκείνοις σφόδρα συμφορώτατον, Χρῄζουσι πολλῆς τοῦ βίου καθάρσεως, Ῥάμνου σίδηρον ὀξὺν ἐκκαλουμένης, Νόμου τε πρόσθεν, καὶ πρὶν ἰσχύσαι νόμον Οὔπω τελείως τοῖς τότ᾽ ἐῤῥιζωμένον.

Οὕτω μὲν οὖν σὺ τὴν νόσον κατασβέσεις, Τούτοις τε σαυτὸν ἐκμαλάσσων τοῖς λόγοις, Ὡς οἱ κατεπᾴδοντες ἀσπίδων γένους Οἴσεις δὲ δὴ πῶς; τοῦτο γάρ σοι δεύτερον. Μή που, πυρὸς πῦρ ἐκκαῇ χόλου χόλος· Ἴσον γάρ ἐστιν αὐτὸν ἄρξασθαι κακοῦ, Ἄλλῳ τε κινηθέντι συμπαθεῖν κακῶς.

Πρῶτον μὲν εὐθὺς πρὸς Θεὸν κατατρέχων, Αἰτῶν τε τὴν χάλαζαν ἐκτρίψαι κακῶς, Ἡμῶν δὲ φείδεσθ᾽ οὐδὲν ἠδικηκότων· Σταυρῷ τε σημειούμενος παραυτίκα, Ὃν πάντα φρίσσει καὶ τρέμει, ᾧ πάντοτε Πρὸς πάντας οἶδα προστάτῃ κεχρημένος· Ἔπειτα σαυτὸν εὐτρεπίζων πρὸς πάλην Τοῦ τὸν χόλον κινοῦντος οὐ χολουμένου, Ὡς ἂν κρατήσῃς τοῦ πάθους ὡπλισμένος.

Τὸ μὲν γὰρ οὐχ ἕτοιμον οὐδ᾽ ἀνθίσταται· Ὃ δ᾽ ηὐτρέπισται, τοῦτο καὶ νικᾷν σθένει. Τὸ δὲ κρατεῖν τί; τὸ κρατούμενον φέρειν Τρίτον σεαυτὸν μὴ μεγίστων ἀξιῶν, Εἰδὼς ὅπως προῆλθες, ἢ καταστρέφεις· Ὡς μὴ ταράσσῃ τὸ παρ᾽ ἀξίαν πνέειν.

Τὸ γὰρ ταπεινὸν καὶ φέρει νικώμενον. Οὐ κάμπτεται δὲ τὸ σφόδρ᾽ ἐξωγκωμένον. Σποδὸν δὲ, καὶ γῆν, καὶ σκιὰν καλουμένους Αὐτοὺς ὑφ᾽ αὑτῶν οἶδα τοὺς Θεῷ φίλους, Ὡς ἄν τι συστέλλωσι τῆς ἐπάρσεως. Σὺ δ᾽, ὡς ἄριστος, τὰς ὕβρεις ἀπαξιοῖς;

Μὴ καὶ δίκας ὄφλῃς γε τοῦ φρονήματος. Πῶς δ᾽ ἂν παθῶν ἔργῳ τι τῶν οὐχ ἡδέων Στέρξαις, ὃς οὐδὲ ῥήματ᾽ εὐπετῶς φέρεις; Τέταρτον, εἰδὼς οὐδὲν ὄντα τὸν βίον, Ἀλλ᾽ οὐδὲ κριτὰς ἀπλανεῖς τῶν πραγμάτων Ἅπαντας ὄντας τῶν καλῶν ἢ μὴ καλῶν· Στροβούμενον δὲ καὶ περιπλανώμενον Τὸ πλεῖον ἡμῶν, ὦ ᾽γάθ᾽, ἐν τοῖς πλείοσι.

Ἃ μὲν γὰρ ἡμῖν αἰσχρὰ οὐχὶ καὶ Λόγῳ· Ἃ δ᾽ οὐκ ἔμοιγε, ταῦτα τῷ Λόγῳ τυχόν. Ἕν ἐστι πάντως αἰσχρὸν, ἡ μοχθηρία, Τὸ δοξάριον δὲ τοῦτο, καὶ τὸ εὔπορον, Ἥ τ᾽ εὐγένεια, παιδίων ἀθύρματα. Ὥσθ᾽ οἷς μὲν ἄχθομ᾽, ἐντρυφᾷν ἐχρῆν ἴσως· Οἷς δ᾽ ὀφρυοῦμαι, καὶ ταπεινοῦσθαι πλέον, Ἢ νῦν ἐπαίρομ᾽ οὐ καλῶς φυσώμενος.

Πέμπτον, λογισμῷ μείζονι χρησώμεθα. Ὡς εἰ μὲν οὐκ ἀληθὲς οὐδὲν, ὧν λέγει, Ὁ τῷ χόλῳ ζέων τε καὶ τυφλούμενος, Οὐδὲν πρὸς ἡμᾶς· εἰ δ᾽ ἀληθεύει λέγων, Ἐμαυτὸν ἠδίκηκα, καὶ τί μέμψομαι Τὸν ἐκλαλήσανθ᾽ ἃ πρὶν ἦν κεκρυμμένα;

Χόλος φυλάσσειν πίστιν οὐκ ἐπίσταται Ὃς γὰρ καθίστατ᾽ οὐδ᾽ ἀληθὲς πολλάκις, Πῶς ἂν κατάσχοι μοι χόλος μυστήριον; Ἔπειτ᾽ ἐκεῖνο σωφρονήσεις ἐννοῶν, Ὡς εἰ μὲν οὐδέν ἐστιν ἡ ζέσις κακὸν, Οὐδ᾽ ἐγκαλεῖν δίκαιον· εἰ δ᾽ ἔστι κακὸν, Ὡς ἔστι, καί σοι φαίνεται, μὴ αἰσχρὸν ᾖ Πάσχειν, ἃ τοῦ πάσχοντος εἶ κατήγορος, Καὶ μὴ τὸν ἐχθρὸν λαμβάνειν παραινέτην;

Εἶτ᾽ εἰ μὲν ἔστι πρόσθεν οὐκ αἰνούμενος Οὗτος, ὁ νῦν ζέων τε καὶ πνέων θράσος, Καὶ νῦν προδήλως ἀντὶ σοῦ μεμφθήσεται. Εἰ δ᾽ ἂν καλῶν τις, οὐ σὺ δόξεις σωφρονεῖν. Πρὸς γὰρ τὸ κρεῖσσον ἡ ῥοπὴ τῶν πλειόνων.

Ἀλλ᾽ εὖ πέπονθε; πλεῖον ἐγκληθήσεται. Ἀλλ᾽ ἠδίκησέ σ᾽; αὐτὸν οὐ δράσεις κακῶς. Ἀλλὰ σχεθήσετ᾽; ἂν δὲ πλεῖον ἐκμανῇ. Ἀλλὰ προήρξατ᾽; ἀλλὰ κλασθήτω τάχος Τῷ σῷ λόγῳ τε καὶ τρόπῳ περιτραπεὶς, Ὥσπερ τι κῦμα λυθὲν ἐν χέρσῳ τάχος, Ἢ καὶ ζάλη τις οὐκ ἔχουσ᾽ ἀντίστασιν.

Ὕβρις τάδ᾽ ἐστίν; ὕβρις, ἢν συνεκπέσῃς. Ἢ καὶ νοσοῦσιν ἀντιλοιδορήσομεν; Τῶν δαιμονώντων οὐ φέρεις τὴν ἔνστασιν; Τούτων λέγω δὴ τῶν ὑλακτούντων βίᾳ. Τοὺς ἔκφρονας δὲ καὶ δεινῶς μεμηνότας; Ἂν εὖ φρονῇς γε· τοὺς μεθυπλῆγας δ᾽ ἔτι, Ὧν τὴν φρόνησιν ἡ μέθη κατέκλυσε.

Τί δ᾽ εἰ κύων σοι προσδράμοι λύσσης γέμων; Τί δ᾽ ἂν κάμηλος φυσικῆς ἐξ ὕβρεως Βροντῶσα λαιμῷ, καὐχέν᾽ ἐκτείνουσά σοι, Στήσῃ παλαίων; ἢ τὸ φεύγειν σώφρονος; Τί δ᾽ εἴ σε πόρνη τοῖς ἑαυτῆς αἴσχεσι Βάλλοι; σύνηθές ἐστι γὰρ πόρναις τόδε, Αἷς ἐστι δεινὸν αἶσχος, αἶσχος εἰδέναι, Τέχνην ἐχούσαις μηδὲν αἰσχύνεσθ᾽ ὅλως.

Ὁ δ᾽ ἐκ Σινώπης προσιὼν ταῖς ἐκ στέγους, Ὕβριζε ταύτας, ὡς λόγος· τί μνώμενος; Φέρειν τὰς ὕβρεις εὐκόλως ταῖς ὕβρεσι. Ταῦτ᾽ ἐννοῶν σὺ τὰς ὕβρεις ἀτιμάσεις. Εἴπω τι καὶ τεχνικὸν, οὐ μὴν ἄξιον Τοῖς τὸ πρᾶον τιμῶσιν· ἀλλ᾽ ὅμως ἐρῶ.

Σβεστήριον γάρ ἐστι τῆς ἀηδίας. Πύκτας ποτ᾽ εἶδες; ὡς τὸ πρῶτον ἡ στάσις Τούτοις ἀγώνισμ᾽ ἐστὶν, ὑψηλὴν λαβεῖν; Οὐ γὰρ μικρόν τι τῷ κρατεῖν συνεισφέρει. Οὕτω θέλησον αὐτὸς ἣν λῷον λαβεῖν. Ἡ δ᾽ ἔστι τὸν λυσσῶντα βάλλειν παιγνίοις.

Γέλως μέγιστον ὅπλον εἰς ὀργῆς μάχην. Ὡς οἱ κεινὴν πέμποντες ἀθληταῖς χέρα Ὁρμήματι σφοδρῷ τε καὶ μεμηνότι Κάμνουσι πλεῖον τῶν πονούντων σωμάτων (Κράτημά τ᾽ οὐκ ἔντεχνον ἰσχύος κλάσις)· Οὕτως ὃς ὑβρίζει μὴ χολούμενόν τινα, Ἀλλ᾽ ἐκγελῶντα τὴν μάχην, ἀλγεῖ πλέον.

Τὸ δ᾽ ἀντιπῖπτον καί τιν᾽ ἡδονὴν φέρει. Πλείων γὰρ ὕλη τῷ χόλῳ καθίσταται, Λίαν γλυκεῖ τε καὶ ἀπλήστῳ πράγματι. Ἐκεῖνό σοι γένοιτο τῆς βουλῆς τέλος. Τί τὸ πρᾶον μάλιστα τῶν ὄντων; Θεός. Τίς δ᾽ ἡ χολώδης φύσις; ὁ βροτοκτόνος.

Ὀργήν γέ τοι γίνωσκε καὶ καλούμενον, Πρὸς αἷς καλεῖται κλήσεσι πονηρίας. Τούτων ἑλοῦ τιν᾽ ἣν θέλῃς μοῖραν σύγε· Ἄμφω γὰρ οὐκ ἔνεστι. Καὶ τοῦτο σκόπει· Τίς μὲν γελᾶται, τίς δὲ τῶν αἰνουμένων; Μικρὸν γὰρ οὐδὲ τοῦτο τοῖς σκοπουμένοις.

Τὸ λοιπὸν, ὁρκίζω σε τῶν κακῶν φίλον, Τὸν δυσμενῆ συνήγορον καὶ προστάτην, Οἰδοῦντα καὶ διδοῦντα ταῖς ᾅδου πύλαις, Εἶξαι Θεῷ τε καὶ Λόγῳ τὸ σήμερον, Θυμὲ, ζέσις, πλήρωμα τοῦ βροτοκτόνου, Αἶσχος προσώπου ἐμφανὲς, φρενῶν ζάλη, Μέθη μύωψ, κρημνιστὰ, ταρταρηφόρε.

Ὦ πνευμάτων λεγεὼν, κακὸν σύνθετον, Δεσμοὺς διασπῶν καὶ πέδας σὺν ἅμμασιν, Χριστός σε βούλεθ᾽, ὃν τὸ πᾶν τόδ᾽ οὐ φέρει, Αὐτὸς φέρει δ᾽ οἴαξιν ἀπταίστως τὸ πᾶν, Νωμῶν βροτῶν τε καὶ τῶν ἀγγέλων βίον, Ὃς καὶ πονηρῶν πνευμάτων λύσιν φέρει Παθῶν τε, τοῖς καλοῦσιν αὐτὸν ἐκτενῶς, Οὗτός σε βούλετ᾽ ἔνθεν ὡς τάχος φυγεῖν· Τῶν σῶν συῶν πλήρωσον εἰσελθὼν βάθη· Δέξονθ᾽ ἑτοίμως εἰς βυθὸν πεσούμενον.

Ἡμῶν δ᾽ ἀπόσχου τῶν Θεῷ μεμηλότων. Καὶ ταῦτα σιγῆς· οἱ δὲ λύσαντες λόγον, Εἰ μέν τοι τούτων ἄξιον φθέγγοισθ᾽ ἔπος, Φθέγξασθε κἀμοί· εἰ δὲ σιγῆς, οὐκ ἐμοί. Καὶ ὦτα δήσω τοῖς λόγοις, ὥσπερ λόγον.