Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἠθικὰ ποιήματα

Γρηγόριος ὁ Ναζιανζηνός

Ηθικές γνωμολογίες και αποφθέγματα

Συλλογή από γνωμικά που πραγματεύονται την εγκράτεια, τη φιλία, τη δικαιοσύνη, την ελεημοσύνη και την πνευματική εγρήγορση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 18 από 20

Λʹ. Στίχων ἡ ἀκροστιχὶς τῶν πάντων στοιχείων, ἑκάστου ἰάμβου τέλος παραινέσεως ἔχοντος. Ἀρχὴν ἁπάντων καὶ τέλος ποιοῦ Θεόν. Βίου τὸ κέρδος, ἐκβιοῦν καθ᾽ ἡμέραν. Γίνωσκε πάντα τῶν καλῶν τὰ δράματα. Δεινὸν πένεσθαι, χεῖρον δ᾽ εὐπορεῖν κακῶς.

Εὐεργετῶν νόμιζε μιμεῖσθαι Θεόν. Ζήτει Θεοῦ σοι χρηστότητα χρηστὸς ὤν. Ἡ σὰρξ κρατείσθω καὶ δαμαζέσθω καλῶς. Θυμὸν χαλίνου, μὴ φρενῶν ἔξω πέσῃς. Ἵστη μὲν ὄμμα, γλῶσσα δὲ στάθμην ἔχοι. Κλεὶς ὠσὶ κείσθω, μηδὲ πορνεύοι γέλως.

Λύχνος βίου σοι παντὸς ἡγείσθω λόγος. Μή σοι τὸ εἶναι τῷ δοκεῖν ὑποῤῥέοι. Νόει τὰ πάντα, πρᾶσσε δ᾽ ἃ πράσσειν θέμις. Ξένον σεαυτὸν ἴσθι, καὶ τίμα ξένους. Ὅτ᾽ εὐπλοεῖς, μάλιστα μέμνησο ζάλης. Πάντ᾽ εὐχαρίστως δεῖ δέχεσθαι τἀκ Θεοῦ.

Ῥάβδος δικαίου πλεῖον, ἢ τιμὴ κακοῦ. Σοφῶν θύρας ἔκτριβε, πλουσίων δὲ μή. Τὸ μικρὸν οὐ μικρὸν, ὅταν ἐκφέρῃ μέγα. Ὕβριν χαλίνου, καὶ μέγας ἔσῃ σοφός. Φύλασσε σαυτὸν, πτῶμα δ᾽ ἄλλου μὴ γέλα. Χάρις φθονεῖσθαι, τὸ φθονεῖν δ᾽ αἶσχος μέγα.

Ψυχὴ θύοιτο μᾶλλον ἢ τὸ πᾶν Θεῷ. Ὢ τίς φυλάξει ταῦτα, καὶ σωθήσεται;

ΛΑʹ. Γνῶμαι δίστιχοι. Γυμνὸς ὅλος βιότοιο τάμοις ἅλα, μηδὲ βαρεῖα Ναῦς ἐπὶ πόντον ἴοι, αὐτίκα δυσομένη. Ὡς αἰεὶ κρυεροῖο παρεσταότος θανάτοιο Μνώεο, καὶ θανάτου ἥσσονος ἀντιάσεις. Αἰεὶ νηὸν ἔγειρε Θεῷ νόον, ὥς κεν ἄνακτα, Ἵδρυμ᾽ ἄϋλον, ἔχῃς ἔνδοθι σῆς κραδίης.

Γνῶθι σεαυτὸν, ἄριστε, πόθεν καὶ ὅστις ἐτύχθης, Ῥεῖά κεν ὧδε τύχῃς κάλλεος ἀρχετύπου. Ἦμαρ ἐπ᾽ ἦμαρ ἄγει σε· κυλίνδεται ὅστις ἐλαφρός· Γνώμη δ᾽ εὐπαγέος ἦμαρ ἄλυτον ἔχει. Ὅστις ἀπερχομένοισι καὶ ἐρχομένοισι πέποιθε, Ῥεύματι πιστεύει οὔ ποτε ἱσταμένῳ.

Ἴσον ἐμοὶ κακόν ἐστι βίος καὶ μῦθος ἀλιτρός· Ὁππότερόν κεν ἔχοις, καὶ θατέροιο τύχοις. Ὕβρις ἄναγνον ἐόντα παρεστάμεναι θυέεσσι· Δεινότερον νεκύων λείψανα πάντα σέβειν. Ἵστασο μή ποθ᾽ ὁδοῖο καλῶν· κακὸν ἐς βυθὸν ἕρπειν Σοὶ στάσις, ὅστις ἔβης ἔκτοθι σῆς κακίης.

Τυφλὸς ὁρῶν, ὃς ἑῆς κακίας οὐκ ὄσσετ᾽ ὄλεθρον· Ἴχνια μαστεύειν θηρὸς, ἄκρων φαέων. Χρῄζων δὴ παθέεσσιν ἀκέστορος, ἢν κακὰ κεύθῃς, Οὔ ποτε σηπεδόνα φεύξεαι ἀργαλέην. Σὸς λόγος, ἔργον ἐμεῖο. Ὃς οὐ καλὸν ἔργον ἔρεξεν, Εὐεπίην ἐχέτω σύμμαχον ἀμφίθετον.

Ὑβριστὴς κόρος ἐστίν. Ἐγὼ δέ σε βούλομ᾽, ἄριστε, Ἔργον ἔχειν, ψυχῆς πῆξιν ἀειστρεφέος, Πλουτεῖν δ᾽ αὖ θεότητα μόνην, καὶ κόσμον ἅπαντα, Ἶσον ἀραχναίοις νήμασιν αἰὲν ἔχειν. Πάντα μὲν ἀνθρώπων, ἀλλότρια τοῦδε βίοι· Ἡ δ᾽ ἀρετὴ βροτέη, τοῦτο μόνον βιοτή.

Δεῦτε δὲ, πᾶσι Θεοῖο βοᾷ Λόγος ἀφθιτόμητις, Σπεύδετ᾽ ἐπὶ Τριάδος γνῶσιν ἐπουρανίης. Θέσθε νόον, βιότῳ μὲν ὅσους γάμος ἁγνὸς ἔδησε, Ληνοῖς οὐρανίοις πλείονα καρπὸν ἄγειν. Ὅσσαι δ᾽ ἂν μεγάλοιο Θεοῦ Λόγου ἀγκάζεσθε, Νύμφαι παρθενικαὶ, πάντα Θεῷ προσάγειν.

Αἴγλη παμφανόωσα μονότροπος, ἀλλ᾽ ἀπὸ κόσμου Θυμὸν ἔχειν, σαρκῶν τηλόθεν ἱστάμεναι. Ὕβρις πίστιν ἔχειν ἐν χρώμασι, μὴ κραδίῃσι· Ῥεῖά κεν ἔκπλυτ᾽ ἔοι. Βένθος ἐμοί γε φίλον. Μήτε δικαιοσύνην τίν᾽ ἀκαμπέα, μήτε φρόνησιν Ἀγκυλόεσσαν ἔχειν. Μέτρον ἄριστον ἅπαν.

Νωμᾶσθαι καὶ θάρσος, ἐπεὶ θράσος, οὐ κράτος ἔσται· Ἔστι σαοφροσύνης καί τι γαληνὸν ἔχειν Οἴγειν ἐν λογίοισι Θεοῦ νόον αἰὲν, ἄριστον· Ἴδρις ἐπουρανίων ὧδ᾽ ἂν ἔοις νομίμων. Σπεῦδε μὲν εἶναι ἄριστος· ἀφάνδανε, οἷσιν ἄριστον· Καὶ κακίην τέρπειν, δυσκλεές ἐστι κλέος.

Αἰσχρὸν, ἄριστον ἐόντα, συνήγορον ἔμμεν᾽ ἀλιτρῶν Ἶσον, καὶ κακίης σὸν πόδα ἐντὸς ἔχειν. Χρυσὸς μὲν χοάνοισι δαμάζεται, ἄλγεσι δ᾽ ἐσθλός· Ἄλγος ἀπημοσύνης πολλάκι κουφότερον. Ῥεῖά κεν ἀρνήσαιτο Θεὸν μέγαν, ὃς γενετῆρα· Ἴσθι δὲ καὶ γενέτην ὡς πατέρ᾽ εὐσεβίης.

Σῆτες ἔδουσιν ἅπαντα· λίπῃς τὰ σὰ μηδὲ τάφοισιν· Ἐξοδίη τιμὴ, δεξιὸν οὔνομ᾽ ἔχειν. Ξείνων ἡμεδαπῶν περιφείδεο, ἔξοχα δ᾽ αὖτε Οἳ τάδε πάντα λίπον, ἀδρανέων νεκύων. Δεῦρ᾽ ἄγε, κόσμον ἅπαντα καὶ ἄχθεα τῇδ᾽ ἀπολείψας, Ἱστίον ἐς ζωὴν οὐρανίην πέτασον.

Πάντα μὲν αἰὲν ἄριστα θεοπρεπὲς ἔργα τελείσθω, Ἡ δὲ Τριὰς πάντων ἔξοχά σοι μελέτω.

ΛΒʹ. Γνωμικὰ δίστιχα. Ἀρχῆς καλῆς κάλλιστον εἶναι καὶ τέλος, Ὀρθῶς δοκοῦσιν οἱ ὅροι τῶν πραγμάτων. Ἀρχὴ καλὸν τίκτουσα τοῖς βροτοῖς πέρας, Βίου κάθαρσις ἐνθέως ἀσκουμένη. Λόγοις πτερωθεὶς, μὴ πτερῶν ἔξω πέτου Πτερῶν γὰρ οὐδὲ πτηνὸν ἵπταται δίχα.

Γνῶσις βροτοῖς μέγιστον ἐν βίῳ κλέος· Κακὸν δὲ αὕτῃ τοῖς κακῶς κεχρημένοις. Κενή σε δόξα μηδόλως συναρπάσῃ· Καὶ γὰρ πανοῦργον τοῦτο τοῖς ἁπλουστέροις. Εὖ δρῶν φύλαττε σαυτὸν ἐν τούτῳ μένειν· Ταχὺς γάρ ἐστι πρὸς τὸ χεῖρον ὁ δρόμος.

Γέλως κρατείσθω, καὶ θυμὸς λάβοι πέρας· Ἀργὸς δὲ παντάπασιν εἰργέσθω λόγος. Θεὸν φόβου πρώτιστα, καὶ γονεῖς τίμα, Ἱερεῖς ἐπαίνει, πρεσβύτας σεπτῶς ἔχε. Υἱὸν δίκαια πατρὶ μηδόλως λέγειν, Θεσμός θ᾽ ὁρίζει, καὶ πρὸ θεσμῶν ἡ φύσις.

Οἷα πρὸς ἄλλου μὴ παθεῖν αὐτὸς θέλεις, Τοιαῦτα καὶ σὺ μηδὲ δρᾷν ἄλλῳ θέλε. Οὐ δεινὸν ὀργὴ δεινὰ τοῖς εἰργασμένοις· Καὶ γὰρ δικάζει τοῖς ὁμοίοις ἡ δίκη. Χείλη σοφὰ στάζουσιν ἡδίστους λόγους· Φάρυγξ δὲ πικρὸς ἐξερεύγεται μάχας.

Ῥεῖθρα γλυκασμοῦ γλῶσσα βλύζει στωμύλη· Ῥήσεις δὲ φαύλας ἄκριτον γεννᾷ στόμα. Φίλοι φιλοῦσι καὶ ἃ τοῖς φίλοις φίλα· Ἐχθροὶ δὲ φαυλίζουσιν αἰσχρῶς τοὺς φίλους. Πτωχοὺς φίλους λάθουσι πλουσίων θύραι· Αὐλαὶ δὲ λαμπραὶ, πλουσίοις ἀεὶ φίλαι.

Ὕδωρ, ποτὸν φέριστον, εὐκρατοῖ φρένας· Θολοῖ δὲ τὸν νοῦν συλλαβοῦσα κραιπάλη. Οὐκ οἶδεν οἶνος σωφρονίζειν τὴν φύσιν, Κινεῖ δὲ μᾶλλον ἡδονὰς παροξύνων. Νοῦν λεπτὸν ὄγκος ἐκδιώκει γαστέρος· Τἀναντία γὰρ τοῖς ἐναντίοις μάχῃ.

Κρείσσων τροφὴ σύμμετρος εὐπορουμένη, Ἢ δεῖπνος ἁβρὸς, ὃν ἔπλασέ τις τ᾽ ὄναρ. Πλουτοῦσι μωροὶ τοῖς ὀνείρασι πλέον, Ἢ χρημάτων ἄβυσσον οἱ κεκτημένοι. Κρείσσων ἄπαις, ἢ μωρὰ κύειν ἔκγονα· Ὁ μὲν γὰρ ἄπαις, οἱ δὲ πολλοὶ καὶ κακοί.

Παντὶ βροτῷ θνήσκοντι πᾶσα γῆ τάφος· Πᾶν γὰρ τὸ ἐκ γῆς, γῆ τε καὶ εἰς γῆν πάλιν. Ποιμὴν ἀμέλγει, εἰ θέλει, καὶ τοὺς τράγους· Ἀλλ᾽ ἀντὶ γάλακτος, αἱμάτων πηγὰς ὕσει. Ἡ σῦς ἐποπτεύουσα δειπνοποιίαν, Οἶδε τραπέζης τοὺς ὅρους μὴ συγχέειν.

Βίαζε καὶ σὺ τοὺς ἀτάκτους, μὴ λύειν Τάξιν πρεπώδη καὶ νόμοις ἡρμοσμένην. Νόμους φυλάττων, τοὺς φόβους ἔξω βάλοις· Φόβων γὰρ ἔξω πᾶς ὁ τῶν νόμων φύλαξ. Κύβερνος ἴδμων φεύξεται τρικυμίας, Καὶ δεινὰ πάντα νοῦς σοφὰς φέρων φρένας.

Ζωῆς ἀρίστης μὴ φρόνει τἀναντία· Καὶ γὰρ πρόδηλος τοῖς κακίστοις ἡ δίκη. Μέγιστος ἄκμων οὐ φοβεῖται τοὺς κτύπους Καὶ νοῦς ἐχέφρων πᾶσαν ἕλκουσαν βίαν. Φύλλων λαγωοὺς ἐκφοβοῦσιν οἱ ψόφοι, Ἄνδρας δ᾽ ἀνάνδρους αἱ σκιαὶ τῶν πραγμάτων.

Μισῶ πένητα πλουσίῳ δωρούμενον, Ὡς τῷ λέγοντι τοῦ τρέφειν λελησμένῳ. Ῥήτωρ πονηρὸς τοὺς νόμους λυμαίνεται Ἁγνὸς δὲ ῥήτωρ, εὔκρατος ἁρμονία. Γελῶσιν οἱ πλουτοῦντες ὀρφανῶν ψόγους, Αὐτὴν γελῶσι τὴν Θεοῦ τιμωρίαν.

Νόμοις περιδραμεῖται πρὸς ὀλεθρίαν, Ὁ μὴ νόμου φύλαξιν ἐννόμως φέρων. Πέφυκε τοῖς πένησι μὴ φρονεῖν μέγα· Τοῖς πλουσίοις γὰρ οὐδὲ φροντὶς τοῦ βίου. Παίδευε μωροὺς, ὡς ἐφικτὸν τῇ φύσει· Ἕξουσι γάρ που καὶ φρένας παρ᾽ ἐλπίδα.

Πλήττων σίδηρος ἐκπυροῖ καὶ τοὺς λίθους· Σκληρὰ δὲ μάστιξ παιδαγωγεῖ καρδίαν. Ἃ δυσμενεῖς φοβοῦσι τῶν ἄλλων πλέον, Ὁ σταυρὸς καὶ βαπτισμοῦ ἡ κοινωνία. Ὅρκους κάκιστον διδόναι καὶ λαμβάνειν, Ἴσως γὰρ ἄμφω προσκέκρουκας τῇ δίκῃ.

Αἰῶνα θησαύριζε τὸν ἔξω τέλους· Οὗτος γὰρ ἐκλέλοιπε καὶ πρὸ τοῦ τέλους. Μὴ δὴ φίλει τὸν ὄλβον, ὃν λύει χρόνος· Ἃ γὰρ χρόνος δόμησε, καὶ λύσει χρόνος. Αἰσχρὸν γυναίοις ἄρσεν ἦθος ἐκφέρειν· Ταῖς κοσμίαις γὰρ τάξις ἡ αἰδὼς ξυνή.

Κάταντές ἐστιν ἡδονὴ τοῖς χρωμένοις, Καὶ ὡς πρόσεισιν, οἴχεται λίθου δίκην. Οὐδεὶς ὑγείας πλοῦτος ἀλγοῦσι πλέον· Σοφῶς δὲ ταύτην ἡ φύσις βροτῶν θέλει. Ἦχοι θαλάσσης, ἀνδρὸς ἄφρονος λόγοι· Βρίθοντες ἀκτὰς, οὐ πιαίνουσι χλόας Πείθουσι δῶρα καὶ σοφοὺς παραβλέπειν Βροτοῖς δὲ θήρα χρυσὸς, ὡς πτηνοῖς πάγη.

Γῆρας λύπαι τίκτουσι καὶ πρὸ τῶν χρόνων· Ἃ γὰρ τρόπος καθεῖλεν, οὐ στήσει χρόνος. Πλοῦτος τάχιστος τῶν κακῶν ὑπηρέτης· Καὶ γὰρ πρόχειρον εἰς κακουργίαν κράτος. Οὐκ ἔστιν οὐδὲν κτῆμα βέλτιον φίλου· Πονηρὸν ἄνδρα μηδέπου κτήσῃ φίλον.

Τάξις τιμάσθω, καὶ προηγείσθω κράτους· Κράτος γὰρ αὕτη καὶ κράτους ἀεὶ φύλαξ Νοῦς ἐμμέριμνος σὴς βιβρώσκων ὀστέα· Θάλλει δὲ σῶμα φροντίδας παρατρέχον. Οὐδεὶς κόρος πέφυκε σωφρόνως ἔχειν· Καὶ γὰρ τὸ πῦρ εἴωθε ταῖς ὕλαις θέειν.

Οἶνος πάθους ἔγερσις ἐκλελοιπότος· Ὕλη γὰρ εἰσρέουσα ῥώννυσι φλόγα. Φεύγουσιν ὀργὰς οἱ δίκας δεδοικότες· Θυμὸν γὰρ ἐξάπτουσι πολλάκις δίκαι. Δεινὸν πόνοις κάμνοντι προσθεῖναι πόνους· Ἀλλ᾽ οὖν πόνους ἔπαυσε πολλάκις πόνος.

Ἄλλοι μὲν ἄλλων τοὺς πόνους δεδοικότες, Ἄλλοις ὁρῶνται κινδυνεύοντες πόνοις. Δόξης ἀεὶ φρόντιζε τῆς αἰωνίου· Ἡ γὰρ παροῦσα ψεύδεται καθημέραν. Οὐδεὶς μετ᾽ ὀργῆς ἀσφαλῶς βουλεύεται· Τὰ γὰρ μετ᾽ ὀργῆς οὐδέπω βουλὴν ἔχει.

Δεινὸν δράκοντες, καὶ κακοῦργον ἀσπίδες· Διπλῆ γυναικὸς δεινότης ἐν θηρίοις. Πείθουσι γυμνὰ τοὺς ὁρῶντας ὀστέα, Ὡς οὐδὲν ἡμῖν προσφυὲς τῶν ἐνθάδε. Εἰ λοξὰ μὴ βαίνουσι καρκίνων γόνοι, Πεῖραν λάβωσι μητρικῶν βαδισμάτων.

Δώσεις προδήλως ἐκβιάζων τὴν φύσιν, Καλοὺς μαθητὰς ἐκ κακῶν διδασκάλων. Κόσμει σεαυτὸν τοῖς καλοῖς τεκμηρίοις, Καὶ μὴ πένητος ὀρφανοῦ καταφρόνει. Θεοῦ διδόντος, οὐδὲν ἰσχύει φθόνος, Καὶ μὴ διδόντος, οὐδὲν ἰσχύει κόπος.

Τίκτεις, ἔχιδνα· μὴ φοβοῦ τὰς ὠδῖνας· Ἔχεις λαβοῦσα μητρικοῦ πεῖραν τόκου. Οὐδεὶς ἀριστεὺς ἐκ προδήλου δειλίας· Νίκαι γὰρ εἰσπράττουσι τὰς εὐφημίας. Ἀνὴρ ὑπνώδης, εὑρέτης ὀνειράτων· Μύστης γὰρ ὕπνος φασμάτων, οὐ πραγμάτων.

Εἴωθε πείθειν μὴ θέλοντας ἡ βία, Ἄγχει γὰρ αὕτη καὶ γίγαντας πολλάκις. Δήμου σφαλέντος, πᾶς ἀγύρτης ἄρχεται· Δῆμος δὲ πάντη τῶν καλῶν ἀταξία. Ἔργον πάρεργον οὐδαμῶς ἔργον λέγω· Τὸ γὰρ πάρεργον καὶ καταφρονητέον.

Ἡ πρὸς τὰ νεκρὰ τῶν χαμαιριφῶν μέλη Τάξις τιμᾶται τῶν κυνῶν ἠθροισμένων. Χρυσοῦ λαλοῦντος, πᾶς ἀπρακτείτω λόγος, Πείθειν γὰρ οἶδε, κἂν πέφυκεν μὴ λέγειν. Ἕξουσι καὶ νῦν τὰ πρὸς εἰρήνην φέρειν, Οἱ πρὸς τὰ ῥευστὰ τοῦ βίου μεμηνότες.

ΛΓʹ. Γνωμολογία τετράστιχος. Ἐπίγραμμα τῶν στίχων. Γρηγορίου πόνος εἰμὶ, τετραστιχίην δὲ φυλάττω, Γνώμαις πνευματικαῖς μνημόσυνον σοφίης. Πρᾶξιν προτιμήσειας, ἢ θεωρίαν; Ὄψις τελείων ἔργον, ἡ δὲ πλειόνων.

Ἄμφω μέν εἰσι δεξιαί τε καὶ φίλαι· Σὺ δὲ πρὸς ἣν πέφυκας, ἐκτείνου πλέον. Ἤρετό μέ τις πρόβλημα τῶν ἐκ πνεύματος Ἢν ἐκρυπωθῇς, εἶπον. Ἀλλὰ σωφρονῶ. Ἢν ἐκρυπωθῇς. Νῦν δὲ δεῖ καθαρσίων. Μύρον δοχεῖον σαπρὸν οὐ πιστεύεται.

Μήτ᾽ ἀντίτεινε πᾶσι, μήθ᾽ ἕπου λόγοις, Ἀλλ᾽ οἷς ἐπίστῃ, καὶ ὅσον, καὶ πηνίκα. Θεοῦ δὲ μᾶλλον ἐξέχου, ἢ προστάτει. Λόγῳ παλαίει πᾶς λόγος, βίῳ δὲ τίς; Ἢ μὴ διδάσκειν, ἢ διδάσκειν τῷ τρόπῳ. Μὴ τῇ μὲν ἕλκειν, τῇ δ᾽ ἀπωθεῖσθαι χεροῖν.

Ἧττον δεήσῃ τοῦ λέγειν, πράττων ἃ δεῖ Γραφεὺς διδάσκει τὸ πλέον τοῖς ἐκτύποις. Ὑμῖν λέγω μάλιστα τοῖς τοῦ βήματος, Ὀφθαλμὸν εἶναι μὴ σκότους πεπλησμένον, Μὴ καὶ πρόεδροι τοῦ κακοῦ φαινώμεθα. Εἰ γὰρ τὸ φῶς τοιοῦτον, τὸ σκότος πόσον;

Ἄφωνον ἔργον κρεῖσσον ἀπράκτου λόγου. Βίου μὲν οὐδεὶς πώποθ᾽ ὑψώθη δίχα· Λόγου δὲ πολλοὶ τοῦ καλῶς ψοφουμένου. Οὐ γὰρ λαλούντων, εὖ βιούντων δ᾽ ἡ χάρις. Δῶρον Θεῷ κάλλιστόν ἐστιν ὁ τρόπος. Κἂν πάντ᾽ ἐνέγκῃς, οὐδὲν οἴσεις ἄξιον.

Ὃ καὶ πένης δίδωσι, τοῦτο πρόσφερε. Μίσθωμα πόρνης ἁγνὸς οὐ μερίζεται. Μηδέν ποτ᾽ εὔξῃ, μηδὲ τῶν μικρῶν, Θεῷ. Θεοῦ γάρ ἐστι, πρὶν λαβεῖν. Τί οὖν λέγω; Κλέπτεις τὰ σαυτοῦ μὴ διδούς. Καινοῦ χρέους! Ἀνανίας σε πειθέτω, Σάπφειρά τε.

Πανήγυριν νόμιζε τόνδε τὸν βίον. Ἢν πραγματεύσῃ, κέρδος. Ἀντάλλαγμα γὰρ Μικρῶν τὰ μείζω, καὶ ῥέοντ᾽ ἀϊδίων. Ἢν δ᾽ αὖ παρέλθῃ, καιρὸν ἄλλον οὐκ ἔχεις. Πολὺς μὲν ἔστιν ὁ προκείμενος δρόμος· Πλείων δ᾽ ὁ μισθός. Μὴ βλέπων τὸ πᾶν ἅμα, Τοῦ παντὸς ἐκστῇς. Καὶ πλέεις οὐ πᾶν ἅμα· Καὶ τοῦτο πεῖρα πολλάκις τοῦ δυσμενοῦς.

Μὴ σφόδρα θαῤῥεῖν, μηδ᾽ ἀπελπίζειν ἄγαν. Τὸ μὲν γὰρ ἐκλύει σε, τῷ δ᾽ ἀνατρέπῃ. Τὸ μὲν κατόρθου, τοῦ δ᾽ ἔχου· τοῦδ᾽ οὐ φθόνος. Οὐχ ὡς ὁδοῦ τὸ λεῖπον ἀχρειοῖ πόνον. Μὴ θερμὸν ἅπτειν, ἐμμένειν δ᾽ οἷς ἂν κρίνῃς· Κρεῖσσον προκόπτειν, ἤ τι κόπτειν τοῦ καλοῦ.

Καὶ γὰρ κακοὺς καλοῦμεν, οὐχὶ τοὺς κάτω, Τοὺς δ᾽, ἡνίχ᾽ ὑψωθῶσι, πίπτοντας μέγα. Σπινθὴρ ἀνάπτει καὶ βραχὺς πολλὴν φλόγα, Καὶ σπέρμ᾽ ἐχίδνης πολλάκις διώλεσε. Τοῦτ᾽ οὖν ὁρῶν, ἔκκλινε καὶ μικρὸν βλάβος· Μικρὸν μὲν ἔστιν, εἰς δὲ μεῖζον ἔρχεται.

Ἐρεύνα σαυτὸν πλεῖον, ἢ τὰ τῶν πέλας· Τὸ μὲν γὰρ αὐτὸς κερδανεῖς, τὸ δ᾽ οἱ πέλας. Κρείσσων λογισμὸς πράξεων, ἢ χρημάτων· Τὰ μὲν γάρ ἐστι φθορᾶς, τὰ δὲ ἵσταται. Ὁ νοῦς ἀεί σοι καμνέτω τυπούμενος Θείοις νοήμασί τε καὶ βίου λόγοις.

Γλώσσης δὲ φείδου· καὶ γὰρ εὐκολωτέρα Βλάπτειν· τὸ κέρδος δ᾽ ἧσσον εὖ κινουμένης Ὄψις συνήρπασέ με, πλὴν ἀλλ᾽ ἐσχέθην· Εἴδωλον οὐκ ἔστησα τῆς ἁμαρτίας. Εἴδωλον ἔστη; πρᾶξιν ἐκπεφεύγαμεν. Βαθμοὶ τάδ᾽ εἰσὶ τῆς πάλης τοῦ δυσμενοῦς.

Κηρῷ τὰ ὦτα φράσσε πρὸς φαύλους λόγους, ᾨδῶν τε τερπνῶν ἐκμελῆ λυγίσματα· Τοῖς δ᾽ αὖ καλοῖς τε κἀγαθοῖς ἀεὶ δίδου. Εἰπεῖν, ἀκοῦσαι, καὶ δρᾶσαι, μικρὸν μέσον. Μὴ λίαν ὀσμῶν ἐκλύου θηλύσμασιν, Ἁφῆς τε λειότησι, μηδὲ γεύσεσι.

Τί ἄν ποτ᾽ ἀνδρίσαιο τῶνδ᾽ ἡττώμενος, Χωρὶς γυναικῶν καῤῥένων ἡδύσματα. Δὸς, εἶπε γαστήρ. Ἢν λαβοῦσα σωφρονῇς, Δώσω προθύμως. Ἢν δὲ τοῖς κάτω δίδῳς, Κόπρον λάβοις μὲν, ἀλλ᾽ ὅμως μὴ πλουσίαν. Εἰ δ᾽ οὖν κατάσχοις, δώσομεν καὶ πλουσίαν.

Γέλως γέλωτος εὖ φρονοῦσιν ἄξιος, Μάλιστα μὲν πᾶς, τὸν πλέον δ᾽ ὁ πορνικός. Γέλως ἄτακτος ἐκφέρει καὶ δάκρυον. Κρεῖσσον κατηφὲς ἦθος, ἢ τεθρυμμένον. Κάλλος νόμιζε τὴν φρενῶν εὐκοσμίαν, Οὐχ ὃ γράφουσι χεῖρες, ἢ λύει χρόνος, Ὄψει δ᾽ ὅπερ νοῦ σώφρονος γνωρίζεται· Αἶσχος δ᾽ ὁμοίως τὴν φρενῶν ἀκοσμίαν.

Λύπαι προσῆλθον, ἡδοναὶ, θάῤῥη, φόβοι, Πλοῦτος, πενία, δόξα, δύσκλεια, θρόνοι· Ῥείτωσαν, ὡς θέλουσιν. Οὐδὲν ἅπτεται Τῶν οὐ μενόντων ἀνδρὸς εὖ βεβηκότος. Ὑψοῦ βίῳ τὸ πλεῖον, ἢ φρονήματι· Ὁ μὲν θεοῖ σε, τῷ δὲ καὶ πίπτεις μέγα.

Τεύξῃ δὲ τούτου, μὴ μικροῖς μετρούμενος. Κἂν πλεῖστον ἀρθῇς, εἶ κάτω τῆς ἐντολῆς. Δόξαν δίωκε, μήτε πᾶσαν, μήτ᾽ ἄγαν· Κρεῖσσον γὰρ εἶναι τοῦ δοκεῖν. Εἰ δ᾽ ἄμετρος εἶ, Μὴ τὴν κενὴν θήρευε, μήτε τὴν νέαν.

Τί γὰρ πιθήκῳ κέρδος, ἢν δοκῇ λέων; Αἴνει μὲν ἄλλον, μὴ φρόνει δ᾽ αἰνούμενος· Καὶ γὰρ δέος σε τῶν ἐπαίνων ὑστερεῖν. Μηδ᾽ ἄλλον εὐθὺς, πρίν γε τῇ πείρᾳ μάθῃς, Μή πως κακοῦ φανέντος, αἰσχύνην ὄφλῃς. Κακῶς ἀκούειν κρεῖσσον, ἢ λέγειν κακῶς.

Ὅταν προθῇ τις ἄλλον εἰς κωμῳδίαν Ὡς εὐφρανῶν σε, σαυτὸν ἐγκεῖσθαι δόκει. Ὧδ᾽ ἂν μάλιστα δυσχεραίνοις τῷ λόγῳ. Μηδὲν μέγ᾽ εἴπῃς εὐπλοῶν πρὸ πείσματος. Πολλοῖς πρὸς ὅρμον εὐπλοοῦν ἔδυ σκάφος· Πολλοὶ προσωρμίσθησαν ἐκ τρικυμίας.

Μί᾽ ἀσφάλεια μὴ ὀνειδίζειν τύχας. Κρεῖσσον καλῶς βιοῦντα, καὶ πονούμενον, Παῤῥησιάζεσθαί τι πρὸς τὸν Δεσπότην, Ἢ μὴ καλοῖς θάλλοντ᾽ ἀπαιτεῖσθαι δίκην· Εἰ καὶ τὰ πάντα σὺν λόγῳ πορεύεται. Προοῦ τὰ πάντα, καὶ Θεὸν κτῆσαι μόνον Εἶ γὰρ μεριστὴς χρημάτων ἀλλοτρίων.

Εἰ δ᾽ οὐ θέλεις τὰ πάντα, δὸς τὰ πλείονα. Εἰ δ᾽ οὐδὲ τοῦτο, τοῖς περιττοῖς εὐσέβει. Καλόν τι σητῶν ἁρπάσαι καὶ τοῦ φθόνου, Χριστὸν χρεώστην μᾶλλον, ἢ τὰ πάντ᾽ ἔχειν, Ὃς καὶ βασιλείαν κλάσματος χαρίζεται· Χριστὸν σκέπεις τρέφεις τε, τὸν πτωχὸν τρέφων.

Πένης προσῆλθεν, εἶτ᾽ ἀπῆλθε μὴ τυχών· Δέδοικα, Χριστὲ, μὴ κἀγὼ τῆς σῆς χερὸς Χρῄζων, ἀπέλθοιμ᾽ ἐνδεὴς, ἐμοῖς νόμοις. Ὃ γάρ τις οὐ δέδωκε, μηδ᾽ ἐλπιζέτω. Πένητος ἀνδρὸς οὐδὲν ἀσφαλέστερον. Πρὸς τὸν Θεὸν νένευκε, καὶ μόνον βλέπει.

Σὺ δ᾽ ἀγκαλίζου· καὶ γὰρ ἀετὸς, ὡς λόγος, Πολὺς καλιᾷ λεπτὸν ὄρνιν ἀμφέπει. Κρεῖσσον πενία μὴ δικαίας κτήσεως· Καὶ γὰρ νόσος γε τῆς κακῆς εὐεξίας. Λιμῷ μὲν οὔ τις ῥᾳδίως διεφθάρη· Τοῖς δ᾽ αὖ κακίστοις πότμος ἡ μοχθηρία.

Τί δεσπότης, ἢ δοῦλος, ἢ φαύλη τομή; Εἷς πᾶσι πλάστης, εἷς νόμος, κρίσις μία. Ὑπηρετούμενος δὲ σύνδουλον βλέπε. Ὅταν δὲ λυθῇς, τιμιώτερος φανεῖς. Οἱ δ᾽ οἰκέται τί, καὶ μάλισθ᾽ ὅσοι Θεοῦ; Μὴ φευγέτωσαν εὐνοεῖν τοῖς δεσπόταις.

Ἐλεύθερον καὶ δοῦλον ὁ τρόπος γράφει. Καὶ Χριστὸς ὤφθη δοῦλος, ἀλλ᾽ ἠλευθέρου. Κακὸς δ᾽ ἀκούων αἰσχύνου, μὴ δυσγενής. Γένος γάρ εἰσιν οἱ πάλαι σεσηπότες. Γένους προάρχειν κρεῖσσον, ἢ λύειν γένος, Ὡς καλὸν εἶναι, ἢ καλῶν πεφυκέναι.

Θεοῦ μόνου, θείων τε ἀπλήστως ἔχειν, Ὃς τοῖς λαβοῦσι καὶ πλέον χαρίζεται, Διψῶν τὸ διψᾶσθ᾽, ἀφθόνως ἀεὶ ῥέων· Ἐν τοῖς δὲ λοιποῖς καὶ φέρειν ἡσσώμενος. Μὴ πάντα νικᾷν, μηδ᾽ ἀεὶ, σπουδὴν ἔχε· Καλῶς κρατεῖσθαι κρεῖσσον, ἢ νικᾷν κακῶς.

Καὶ γὰρ παλαιστὴς οὐχ ὁ κείμενος κάτω, Πάντως κρατεῖται, πολλάκις δ᾽ ὑπέρτερος. Καὶ ζημιοῦ τι· τοῦτο κέρδος πολλάκις, Ὥσπερ καθαίρειν φυτὸν εἰς εὐκαρπίαν. Εἰ δ᾽ οὐ καλῶς τι προστίθης οἷς νῦν ἔχεις, Ὕλῃ φέρεις πῦρ, ἢ νόσον τῷ σώματι.

Εἰ μηδὲν ὄφλεις τῷ Θεῷ τιμωρίας, Μηδ᾽ αὐτὸς ἴσθι τοῖς ὄφλουσι συμπαθής. Εἰ δ᾽ οἶδας ὄφλων, καὶ πρόχρησον τὸ πρᾶον. Οἴκτῳ γὰρ οἶκτος καὶ Θεῷ σταθμίζεται. Ὅταν ποθ᾽ ὕβρις ἐκκάῃ τὴν σὴν φρένα, Μνήσθητι Χριστοῦ, τῶν τ᾽ ἐκείνου τραυμάτων, Πόση τε μοῖρα ταῦτα τῶν τοῦ Δεσπότου.

Ὣς δ᾽ ἂν τὸ λυποῦν, ὥσπερ ὕδατι, σβέσαις. Ἔρως, μέθη, ζῆλός τε καὶ δαίμων, ἴσα· Οἷς ἂν προσέλθῃ, τὸ φρονεῖν ἐπέκλυσε. Τῆξις, προσευχὴ, δάκρυον, τὰ φάρμακα. Ἥδ᾽ ἰατρεία τῶν ἐμῶν νοσημάτων. Ὅρκον δὲ φεῦγε πάντα. Πῶς οὖν πείσομεν;

Λόγῳ, τρόπῳ τε τὸν λόγον πιστουμένῳ. Ἄρνησίς ἐστι τοῦ Θεοῦ ψευδορκία. Τί δεῖ Θεοῦ σοι; τὸν τρόπον μέσον τίθει. Τί χρηστότητος δόγμα συντομώτερον; Τοιοῦτος ἴσθι τοῖς φίλοις καὶ τοῖς πέλας, Οἵους σεαυτῷ τούσδε τυγχάνειν θέλεις· Καὶ συντομώτερόν τι, τὰ Χριστοῦ πάθη.

Πιστοῦ φίλου νόμιζε μηδὲν ἄξιον, Ὃν οὐ κρατὴρ ἔδειξε, καιροῦ δὲ ζάλη· Ὃς οὐ χαρίζετ᾽ ἢ μόνον τὸ συμφέρον. Ἔχθρας ὅρους γίνωσκε, φιλίας δὲ μή. Τἄλλα βλέπων ὀφθαλμὸς, αὑτὸν οὐ βλέπει, Ἀλλ᾽ οὐδὲ τἄλλα, ἢν ἄγαν λημῶν τύχῃ.

Τούτου χάριν σύμβουλον εἰς ἅπαντ᾽ ἔχειν· Καὶ γὰρ χερὸς χεὶρ, καὶ ποδὸς ποῦς ἐνδεής. Εἰ τοῖς καλοῖς ἕποιο νουθετούμενος, Οὐκ ἐντραπήσῃ τοῖς κακοῖς γελώμενος. Ὅταν ποτ᾽ αἰσχρὸν ἐννοῇς, νόμιζέ σοι Πολλοὺς παρεῖναι, καὶ σεαυτὸν ἐντρέπου.

Ἀεὶ προτίμα τοὺς καλοὺς τῶν μὴ καλῶν. Κακοῖς ὁμιλῶν, καὶ κακὸς πάντως ἔσῃ. Κακοῦ παρ᾽ ἀνδρὸς μή ποτε χρηστὸν πάθῃς. Ζητεῖ γὰρ ὧν βεβίωκε συγγνώμην ἔχειν. Ἐγώ τι κέρδος ἐκλέγω καὶ δυσμενοῦς. Τὰς γὰρ λαβὰς φεύγοντας, ἀσφαλεστέρους Εἶναι παραινῶ, καὶ τὸ πικρὸν φάρμακον Ὅμως δέδοικα, καὶ τὸ ἡδὺ μέμφομαι.

Καλοὺς ἀμείβου, τοὺς κακοὺς περιφρόνει· Κἂν τοῖσδε κείσθω, τοῦ παθεῖν μηδὲν, χάρις· Ὣς ἂν καλοὺς καὶ τούσδε ποιήσῃς χρόνῳ. Τῷ μακροθύμῳ χρηστότης καλὴ δόσις. Πᾶσιν μὲν ἴσθι χρηστὸς, εἰ τοῦτο σθένος, Πλέον δὲ τοῖς ἔγγιστα. Τοῦ χάριν λέγω;

Τίς ἄν σε πιστεύσειε τοῖς ξένοις καλὸν Εἶναι τὸν οὐ δίκαιον οἷς ὀφείλεται; Τί πάντα τὸν δύστηνον αἰτιώμεθα Ἐχθρὸν, διδόντες τῷ βιοῦν ἐξουσίαν; Μέμφου σεαυτὸν, ἢ τὸ πᾶν, ἢ τὸ πλέον. Τὸ πῦρ παρ᾽ ἡμῶν, ἡ δὲ φλὸξ τοῦ Πνεύματος.

Μὴ σφόδρ᾽ ἕπεσθαι παιγνίοις ἐνυπνίων· Μηδ᾽ εὐπτόητον εἰς ἅπαντ᾽ ἔχειν φρένα· Μηδὲ πτεροῦ μοι δεξιοῖς φαντάσμασι. Λόχος τάδ᾽ ἐστὶ πολλάκις τοῦ δυσμενοῦς. Ἐλπὶς προκείσθω δεξιοῦ παντὸς τέλους· Εἰ γὰρ συνεργός ἐστί τις τοῦ χείρονος, Πῶς οὐ καλοῦ δίκαιον εἶναι καὶ πλέον;

Οὐ γὰρ φέρω γε τῷ κακῷ νικώμενος. Ἡγοῦ τύχης φρόνησιν ἀσφαλεστέραν· Ἡ μὲν γάρ ἐστι πραγμάτων κούφη φορὰ, Ἡ δ᾽ οἰακισμός. Μηδὲ ἒν παιδεύσεως Νόμιζε κρεῖσσον, ἣ μόνη κεκτημένων. Τὸ δραστικὸν δείκνυε μὴ τῷ δρᾷν κακῶς, Τῷ δ᾽ εὖ τι ποιεῖν, εἰ θέλεις εἶναι θεός.

Τόδ᾽ ἐστὶν ἀνδρὸς εἰδότος τὸ συγγενές. Κτείνει δὲ ῥᾷστα καὶ τρυγὼν καὶ σκορπίος. Αἰσχρὸν νέον γέροντος ἀσθενέστερον Εἶναι, γέροντα δ᾽ ἀφρονέστερον νέου. Ὁμῶς ὁ μὲν καθ᾽ ὥραν ἔστω πάνσοφος· Τὸν δὲ κράτιστον καὶ πρὸ ὥρας σωφρονεῖν.

Ἀεὶ μὲν ἐργάζοιο τὴν σωτηρίαν· Καιρὸς δὲ δὴ μάλιστα, ἡ βίου λύσις. Τὸ γῆρας ἦλθεν· ἔξοδον κήρυξ βοᾷ. Πᾶς εὐτρεπίζου· πλησίον γὰρ ἡ κρίσις. Πέρας λόγου, δισσή τις ἄρνησις Θεοῦ, Ἔργῳ, λόγῳ τε. Μὴ κλαπῇς, περισκόπει (Ἀεὶ διώκῃ λαθρίοις παλαίσμασι), Μή πως δεηθῇς ἐσχάτων καθαρσίων.