Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Ἠθικὰ ποιήματα
Σύγκριση του κοσμικού και του πνευματικού βίου
Διαλογική αντιπαράθεση μεταξύ του φθαρτού κοσμικού πλούτου και της εν Θεώ ασφάλειας και πνευματικής εγκράτειας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Σύγκριση του κοσμικού και του πνευματικού βίου
Διαλογική αντιπαράθεση μεταξύ του φθαρτού κοσμικού πλούτου και της εν Θεώ ασφάλειας και πνευματικής εγκράτειας.
Ηʹ. Σύγκρισις βίων. Βι. Κρίναις ἂν ἡμῖν, ὦ ξένε. Κριτ. Κρίσις δὲ τίς, Βι. Βίοι μάχονται. Κριτ. Καὶ τίνες, τίς δ᾽ ἡ κρίσις, Βι. Ὁ κοσμικός τε καὶ ὅσος τοῦ πνεύματος, Πότερος ἀμείνων καὶ σοφοῖς βιώσιμος;
Κριτ. Ὡς δύσκριτον μὲν, ἀλλ᾽ ὅμως ἀκουστέον Κοσμ. Κόσμου πεφυκὼς, οἶδα καὶ στέργω τάδε· Τὸ δ᾽ εὐσεβὲς, πατρῷον αἰδεῖσθαι νόμον. Πν. Θεοῦ πεφυκὼς, οἶδα καὶ σέβω Θεόν· Τὸ δ᾽ εὐσεβὲς, τέλειον εἰδέναι σέβας.
Εἴ σοι τὸ χεῖρόν ἐστι τιμιώτατον, Πῶς οὐκ ἐμοὶ τὸ κρεῖσσον ἐνδικώτερον; Κοσμ. Μήτηρ ἐμοὶ σὰρξ καὶ συνεκράθην χοῖ, Σαρκὸς ποθῶ πλήρωμα τῆς ἐῤῥηγμένης Πν. Θεὸς πατήρ μοι καὶ Θεῷ συνεζύγην, Μορφῆς ποθῶ μίμησιν ἧς ἀπεῤῥύην.
Κοσμ. Πῶς δ᾽ ἂν συνέστη, φράζε, τὸ βροτῶν γένος, Εἰ μὴ τὸ σαρκῶν συζυγὲς συνέδραμε, Νόμω τε θείῳ καὶ φύσει κρατούμενον; Πν. Νόμος μὲν οὗτος, νῦν δὲ λυθῆναί με δεῖ, Βίον πρὸς ἄλλον τοῦ παρόντος κρείσσονα Σπεύδοντα, δεσμῶν καὶ φθορᾶς ἐλεύθερον.
Κοσμ. Πῶς οὖν νέηλυς ἦλθε παρθένος βίος; Πν. Ἦν μὲν σκιώδης καὶ πάλαι· λάμπει δὲ νῦν, Ἐξ οὗ Θεοῦ πέφηνε Μήτηρ παρθένος. Καὶ γὰρ νόμος παλαιὸς εἶξε τῷ νέῳ· Τὸ γράμμ᾽ ἀπῆλθε, τὸ κράτος δὲ πνεύματος. Κοσμ. Ἄζυξ δ᾽ ἂν ἦν τις συζύγου βίου δίχα, Ἢ τίς δίκαιος; Πν. Ὡς λίαν κομψός τις εἶ, Πείθων τὸ σάρκας συνδραμεῖν καλῶν χάριν, Καλοὺς μὲν ἐξέθρεψεν ἢ κακοὺς χρόνος, Ὕβριν δὲ σαρκὸς ὁ σπορεὺς ἐπέβλυσεν.
Οὐκ ἄλλο. Τὸ φρονεῖν δὲ τῷ πάθει γέλως, Ὡς συγκάμνοντα Θεοῦ θελήματι. Κοσμ. Τί οὖν βίῳ δέδωκας, ἐζήτεις δὲ τί; Πν. Κλάδους. Κοσμ. Ἵνα ψυγῶσιν, ἢ λαῖλαψ λάβοι; Δὸς τὴν ἐμὴν σὺ ῥίζαν· εἶτ᾽ ἔχε κλάδους.
Πν. Ἀρκεῖ γενέσθαι. Τῇ φθορᾷ δ᾽ ἄλλος κάμοι, Τρέφων, διδάσκων, εἶτα πενθῶν ἀθρόος Τὸν οὐκ ἔτ᾽ ὄντα, γραπτὸν ἐν τοίχοις βλέπων Ἄπνουν τὸ κάλλος, υἱὸν οὐ κινούμενον Κοσμ. Εὐπατρίδης ἐγώ τις. Πν. Ἐκ ποίου γένους;
Ποῖος δ᾽ ὁ πλάστης; τὸν δὲ πηλὸν ἀγνοεῖς Ὡς εἷς; μί᾽ εὐγένεια, μίμησις Θεοῦ. Τάφοις κρατεῖς σὺ καὶ νέοις προστάγμασιν, Ἐξ ὧν ἐγράφης εὐγενὴς, οὐκ ἐτράφης. Κοσμ. Ἐμοὶ τὸ πλουτεῖν δυσμενεῖς βάλλει κάτω, Φθόνῳ δὲ τήκει τοὺς κακοὺς, ποιεῖ φίλους, Θρόνους δίδωσιν ἐν πόλει φυσᾷν μέγα.
Πν. Ἐμοὶ πενία μηδὲ δυσμενεῖς ἔχειν Χαρίζετ᾽, οἶκτος δ᾽ ἀσφαλέστερος φθόνου. Θρόνοι δὲ λυτοὶ καὶ φίλοι καιροῦ πλέον. Ἂν οὖν μένωσι, κρεῖσσον ἡττᾶσθαι Θεοῦ, Ἢ πρῶτα πάντων τῶν ὁρωμένων ἔχειν. Ἢ πάντων εἶναι τῶν ὁρωμένων ἄνω.
Πόλις δ᾽ ἔχοι με λαμπρὸν ἡ νοουμένη. Κοσμ. Τίς δ᾽ ἀσφάλεια τῷ πένητι τοῦ βίου· Τείχη, πυλῶνες, μηχαναὶ, ξιφηφόροι; Πν. Κάμνοντες, ὥστε μὴ τὸ σῶμ᾽ ὑπεκκλαπῇ· Μόνον πέπασται τοῦτο καὶ μικρὸν ῥάκος. Ἄλλων ὁ λῃστὴς, ἡ τυραννὶς ἐῤῥέτω.
Ὁ φὼρ ἐχόντων· εἷς ἐμοὶ πλοῦτος, Θεὸς, Ὃν οὔποτ᾽ οὐδεὶς ἁρπάσει κεκτημένῳ. Τὰ δ᾽ ἄλλ᾽ ἐχόντων οἷς φίλον, τὴν οὐσίαν Ἁρπαζέτωσαν τὴν ἐμὴν πᾶσαι χέρες. Πένητος ἀνδρὸς οὐδὲν ἀσφαλέστερον· Θύει σαγήνῃ πλούσιος, τὴν δεξιὰν Τὴν αὐτὸς αὑτοῦ, ὡς φίλην ἀσπάζεται, Καὶ τῶν καλῶν δοτῆρα οὐχ ὑμνεῖ Θεὸν, Ἕως ἃ κέκτητ᾽ εἰς ξένου πέσῃ χέρας Οὗ μὴ θέλει· τί φημι; δυσμενοῦς ἴσως, Κἀκεῖθεν ἄλλου, τὰ τροχῶν κυλίσματα· Ἐμοὶ δ᾽ ἅπας συνέρχετ᾽, ἢν θάνω, βίος, Οὐδὲν φθόνῳ τε καὶ στροφαῖς λελείψεται.
Κοσμ. Πόσον τὸ χεῖρας μὴ βλέπειν εἰς γειτόνων, Ἄλλους δ᾽ ἐς ἡμῶν, εὐσεβεστέρους ἴσως. Πν. Πόσον τὸ χεῖρας εἰς Θεοῦ μόνον βλέπειν, Τοῦ καὶ διδόντος καὶ πατρικῶς αἰτουμένου, Αἰσχρὸν δὲ μηδὲν τοῦ λαβεῖν δρᾶσαι χάριν, Τὴν αἱμολάπτιν βδέλλαν ἐκμιμούμενον, Τὰ μὲν κρατοῦντα, τοῖς δ᾽ ἐρείδοντα φρένα, Τὰ δὲ βλέποντα οὐ καλοῖς ἐν ὄμμασι, Τὰ δ᾽ ἐκτυποῦντα ταῖς ὀνείρων ἐλπίσιν, Ἀεὶ πλέον πένητα τῷ ποθουμένῳ;
Κοσμ. Οἴσει δὲ πῶς τις δυσκόλου καιροῦ φορὰν, Μηδὲν φέρων ἔρεισμα τῆς ἀηδίας; Πν. Ἤρου με πῶς τις φεύξετ᾽ εὔστοχον βέλος; Θρὶξ οὐ διαιρεῖτ᾽ εὐπετῶς, οὐδ᾽ ἐγγύθεν. Γενοῦ στενός μοι· καὶ κακῶν φεύξῃ φοράν.
Δόναξ φέρει τὰ πνεύματ᾽, ἀλλ᾽ οὐχὶ δρύες. Ὁ μὲν γὰρ εἴκει, τὰς δ᾽ ἀνατρέπει βάρος. Κοσμ. Ἐμοὶ τρυφᾷν ἔξεστιν. Πν. Ἀλλ᾽ ἐμοὶ τρυφὴ, Τὸ μὴ τρυφᾷν, κόρῳ τε καὶ τοῖς ἐντέροις Οἰδοῦντα, καὶ νοσοῦντα πλουσίᾳ νόσῳ, Ὄζοντα τερπνῷ βορβόρῳ λαιμοῦ πέρα, Τὸν νοῦν στενοῦντα τῷ πάχει τῆς ἰλύος.
Κοσμ. Ἐμοῦ τὰ πέμματ᾽. Πν. Ἄρτος ἡ καρυκεία, Ἐμοὶ τὰ πόματ᾽, ἐξ ἁλῶν ἅπαν γλυκύ. Οἷς τῶν τρυφώντων ἀλμυρὸν καταπτύω. Κοσμ. Ὀσμὴ μύρων ἔμοιγε τέρψις, ᾄσματα, Χερῶν ποδῶν κροτήματ᾽, εὔρυθμοι κλάσεις, Ὁμοῤῥοθούντων ὀργάνων συμφωνία.
Πν. Αἰνεῖς σὺ ταῦτα, ταῦτα δ᾽ ἐστὶν, οἷς κακὸς Ἔμοιγ᾽ ὁ πλοῦτος, ὡς κακῶν διδάσκαλος. Κρείσσων μὲν ἡμῖν ὀργάνων ψαλμῳδία· Ψυχὴν συναρμόζουσα τοῖς νοουμένοις Μύρου δὲ παντὸς Χριστὸς εὐωδέστερος, Ἡμῖν κενωθεὶς, ὡς λύσῃ δυσωδίας, Ἧς νεκρότης μ᾽ ἔπλησε τῆς ἁμαρτίας, Κροτῶ δὲ χεῖρας, ἢν πέσῃ φονεὺς ἐμὸς, Λόγον τιν᾽ ἢ πρᾶξίν τιν᾽ εἰσηγούμενος Κακήν. Ποδῶν ὄρχησις, ἔνθεος στροφή.
Κοσμ. Τάχ᾽ ἂν τόδ᾽ εἴποις, ὡς πενία καὶ ταῖς νόσοις Ἀρκεῖ, πλέον φέρουσα σωμάτων ἄκη. Πν. Τόδ᾽ οὐκ ἂν εἴποιμ᾽. Οὐκ ἀληθὴς γὰρ λόγος· Ὃ δ᾽ ἔστ᾽ ἀληθὲς, τοῦτο καὶ λελέξεται· Πένης ἐχόντων εὐσθενέστερος πολύ.
Θεὸς δ᾽ ἔδωκεν, ἀντανιστῶν τὴν χάριν, Ἰσχὺν πένησιν, εὐπόροις δὲ φάρμακα· Μοχθεῖ πένης, ἱδρῶσι τὰς ὕλας κενοῖ, Πεινᾷ, ῥιγοῖ, συγκαίεθ᾽ ἡλίῳ μέσῳ Ὁδοιπορεῖ, φορτίζεθ᾽, ὕεται, στένει· Καιροῦ τροφὴν ἁπλῆν τε καὶ ἀσύνθετον Ἐδέξατ᾽, οὐδὲν οἶδε μαγγανευμάτων, Ὧν ὀψοποιοὶ καὶ τρυφῆς ὑπηρέται Γῆς καὶ θαλάσσης ἐκπορίζουσι μυχῶν, Θῆλυν τράπεζαν ἐκτιθέντες ἀνδράσι Φύσαι, κατάῤῥοι, σπλῆνες, ἐξαρθρήματα, Βοαὶ, φορήσεις, ὠχρότητες, ἐκλύσεις Τῶν εὐπορούντων· τῶν κόρων οὗτοι τόκοι.
Οἳ μήτ᾽ ἔχουσιν ὧν ἔχουσιν ἡδονὴν, Ζητοῦσί θ᾽ οἷς λείψωσιν ὄγκον, πολλάκις Ζηλοῦντες εὐεκτοῦντας ἀσθενεστέρους· Πάντων ἔρημοι, δυστυχεῖς εὐδαίμονες. Χρυσὸς, λίθοι, ποικίλματ᾽ ἐσθῆτος, βαφαὶ Ζωογράφου τε πορφύρας ἀντιχρόου, Τοίχων, ὀρόφων καὶ ψηφῖδος πεδοστιβοῦς· Ἄργυρος, ὁ μέν τις κρυπτὸς ἐν κόλποις χθονὸς Εἰρχθεὶς, ὅθεν προῆλθεν, ἄξιος τάφων, Ὁ δ᾽ ἐν προσθήκῃ, καὶ προσαστράπτων πότοις· Ἵπποι, τάπητες, ἅρμαθ᾽, ἁρματηλάται, Κύνες, κυνηγοὶ, θηρίων ἰχνεύμονες· Καὶ ταῦτα δὴ τὰ τερπνὰ, δεσποίνης κακῆς, Γαστρὸς, πόρου τε πανδόχου λαιμοῦ χάρις· Στρῶται, θυρωροὶ, κλήτορες, κοιμήτορες, Ἀνθηφόροι, ῥαντῆρες, ἐκμαγεῖς κύκλων, Γεῦσται, σκιασταὶ, νευμάτων ἐπίσκοποι, Λοῦσται, κερασταὶ δακτύλων ὑψώμασι, Κοῦραι γυναῖκες, ὀμμάτων ἡδύσματα· Τύμβου τὰ πάντα πλουσίου, γραπτῆς χοός.
Ὁ δ᾽ ἐνδεὴς ἕστηκεν, ἂν δὲ καὶ πέσῃ Νόσῳ καμὼν, μόγις ποτ᾽ ἢ μακρῷ χρόνῳ, Οὐδὲν παρέξει πρᾶγμα τοῖς αὑτοῦ φίλοις, Τεθνήξεθ᾽ ὡς λέων τις ἐν βρυχήμασι Νεκρὸς, ζαπλούτων πλεῖστον εὐανθέστερος. Τί λοιπόν; ὕβρις, θυμὸς, ἔκστασις, θράσος, Μέθη, γέλωτες ἀκρατεῖς, αἰσχροὶ λόγοι, Θεοῦ περιφρόνησις, αἵματος, φίλων, Ταῦτ᾽ οὐ πενήτων μᾶλλόν ἐστ᾽ ἢ πλουσίων· Πλοῦτος γὰρ ὕβριν, ἡ δ᾽ ἀπώλειαν φέρει.
Ὁ δ᾽ ἐκπιέζεθ᾽ ὡς τὰ πόλλ᾽, οὐδ᾽ αἵρεται· Θεοῦ μάλιστ᾽ ἂν συνδραμὼν φόβος τύχῃ. Καλῶν ἁπάντων παιδαγωγὸς εὐσθενής. Ἄθρει δ᾽ ἕκαστον ἀνθ᾽ ἑκάστου συντόμως, Ἀμφοῖν δίκαιος τοῖν βίοιν μένων βραβεὺς, Εἰ μὴ φέρειν σοι καὶ τόδ᾽ ὕβριν φαίνεται.
Ὥσπερ πενήτων ἑστάναι καὶ πλησίον, Ἢ πνεῖν τὸν αὐτὸν ἀέρα, ἢ κλῆσιν μίαν Καλεῖσθ᾽, ὁμόστεγός τε καὶ σύμπλους δοκεῖν. Φθονεῖς ἀρίστοις, καὶ κακοῖς οἰκτίζομαι. Κακῶν γὰρ οὐδέν ἐστιν ἀθλιώτερον, Κἂν εὐδρομῶσιν εἰς ἐπισφαλὲς τέλος.
Διαπτύεις πένητας, ὡς ἄλλου Θεοῦ Ἓν οἶδα πλάσμα, πάντας εἰς μίαν κρίσιν Ἥξοντας. Ἀλλ᾽ ἡ δευτέρα πλάσις, τρόπος Χρηστοῖς ἐπαίρῃ· σωφρονίζομαι φόβῳ. Κάμπτῃ μογηροῖς· ἐλπίσιν κουφίζομαι. Μένει γὰρ οὐδὲν, ἀλλὰ ῥεῖ μακρῷ χρόνῳ.
Νὺξ ἡμέραν ἔπαυσε, νύκτα δ᾽ ἡμέρα· Χαρὰν δὲ λύπη, καὶ τὰ τερπνὰ συμφορὰν Ἔστησεν· οὔκουν, ὡς παγίοις, προσεκτέον. Σοὶ δεινὸν οὐδὲν, οὐδὲ τῶν ἄγαν κακῶν· Τῷ γὰρ φρονεῖν πως τὸ τρυφᾷν ἐνίσταται. Ἐμοὶ δὲ πένθος, καὶ τὰ μικρὰ φαίνεται.
Θεοῦ γὰρ ἀλλοτρίωσις ἡ ἁμαρτία· Πῶς δ᾽ ἂν φέροιμι ζημιούμενος Θεόν; Σοὶ χρηστὸς ὕπνος καὶ δύο πλευρῶν θέσεις. Ἡδεῖς δ᾽ ὄνειροι τῶν ἐν ἡμέρᾳ τύποι. Πίνεις, κυβεύεις, λαμβάνεις, παίζεις, γελᾷς. Ἐμοὶ δ᾽ ἄϋπνον τοῦ βίου πλεῖστον μέρος, Κεντοῦσι γάρ με καὶ καθεύδονθ᾽ οἱ πόνοι Ἂν δ᾽ ἁρπάσω τι μικρὸν ὕπνου, δακρύω· Φοβεῖ με καὶ εἴδωλα νυκτὸς ἀγρίας, Κρίσις, δικαστὴς ἄῤῥοπος, ἔντρομος στάσις.
Πηγὴ παφλάζουσ᾽ ἔνθεν ἀσβέστου πυρὸς Σκώληξ ἐκεῖθεν ἐσθίων ἀϊδίως· Μέσον συνειδὸς, ἄγραφος κατήγορος Θεὸς Θεός σοι, ἢν φέρῃ τὰ δεξιά· Ἐμοὶ σεβαστὸς, κἂν φέρῃ τἀναντία. Τὸ γάρ με κάμνειν, φάρμακον σωτηρίας.
Ὅσον πιέζομ᾽, ἔρχομαι τόσῳ πέλας Θεοῦ· τὸ γὰρ πάσχειν με συσφίγγει Θεῷ. Καὶ γὰρ στρατὸς διώκων εἰς τείχη φέρει, Παῖδες, γυνὴ σοὶ καὶ φίλοι παρήγοροι, Ἃ καὶ μεθίσταθ᾽ ἡ μεγίστη συμφορά. Ἐμοὶ δ᾽ ἔρεισμα καὶ παραψυχὴ Θεὸς Πεινῶντι, καὶ ῥιγοῦντι καὶ στενουμένῳ.
Ὕβριζε, παῖε, δυσγενῆ, πτωχὸν κάλει, Πάτει, βιάζου, μικρὸν ὑβρίσεις χρόνον. Θεῷ φέρω τὰ πάντα πρὸς ὃν καὶ βλέπω. Πέμπω λογισμὸν εἰς βίον τὸν ὕστερον· Ἐκεῖ καθίσταμ᾽. Οὐδὲν οἶδα τῶν κάτω. Οὕτω τὸ λυποῦν ῥᾳδίως ἐκλύομαι.
Τί τ᾽ ἄλλα; σήμερον δὲ σοὶ μὲν μὴ λαβεῖν Τὴν ψῆφον, οὐ φορητὸν, ὥς γ᾽ ἐμοὶ δοκεῖ· Οὐ γὰρ φέρει κρατούμενον τὸ κρατοῦν ἀεί. Ἴσον δ᾽ ἐμοὶ λαβεῖν τε καὶ τὸ μὴ λαβεῖν. Ἀρκεῖ Θεός μοι, κἂν τὰ πάντ᾽ ἄλλος φέρῃ, Τοῦτ᾽ εὐκλεὲς μέγιστον εἰς νίκην ἐμοί.
Κοσμ. Τί οὖν ἐὰν πέσωσι τῶν ἄκρων τινές; Πν. Τί οὖν ἐὰν πέσωσι καὶ τῶν δευτέρων; Καὶ γὰρ κατορθοῦν ἔστιν ἀμφοῖν, καὶ πεσεῖν. Ἴσον πρὸς ἴσον, ἀλλ᾽ ἐγὼ χείρους πολὺ Τίθημι τοὺς πίπτοντας ἐν πρώτῳ βίῳ· Τοσοῦτόν εἰμι τοῖς κακοῖς ἐναντίος.
Ὧν γὰρ κρατούντων τιμιώτερον κράτος, Τούτων πεσόντων πτῶσις ἀθλιωτέρα. Ἐκεῖνο δ᾽ αἰτῶ μὴ λογίζεσθαι βίῳ Εἴ τις κάκιστος· τῷ βίῳ γὰρ δυσμενής. Σκοπεῖν δ᾽ ἐφ᾽ αὑτῷ καὶ δοκιμάζειν τὸν τρόπον Καλῶν θ᾽ ὁμοίως καὶ κακῶν κατ᾽ ἀντίον, Καὶ μὴ τὸ μεῖον ἐν ζυγῷ καταῤῥέπειν, Οὐ γὰρ δίκαιον, ἰσχύειν δὲ τὸ πλέον.
Γνοίης δ᾽ ἂν οὕτω τοῖν βίοιν ὅσον μέσον, Μή μοι τὸν ἄκρον τῶν ὄνων ἵππων κακῷ Ἀντεξετάζειν, μηδὲ κοσμικοῦ βίου Ἄριστον ἄνδρα, τῷ κακίστῳ τῶν ἐμῶν· Κρείττους γὰρ ἂν φανεῖεν, οὐκ ἀρνήσομαι. Εἰ δ᾽ ἄκρον ἄκρῳ, καὶ κακὸν θείης κακῷ Ἐναντίους, μάθοις ἂν ὁπόσον κρατῶ.
Σκόπει κἀκεῖνο, ὅσον ἐν παντὶ χρόνῳ Τὸ πταῖσαι ὑμῖν, καὶ παρ᾽ ἡμῖν τὸ κρατοῦν. Μίαν δέ φασιν οὐ φέρειν χελιδόνα Ἔαρ τὸ καλὸν, οὐδὲ γὰρ γῆρας τρίχα. Τί φῇς; δίδως τὴν ψῆφον; ἢ χαίρειν ἐῶ; Κριτ. Δίδωμι· πῶς δ᾽ οὔ; τηνικαῦτ᾽ οἰήσομαι Χρῆναι προτιμᾷν τὸν κάτω τοῦ σοῦ βίου, Ὅταν Θεῷ βροτῶν τιν᾽ ἰσώσω μανείς· Εἰ δ᾽ οὐ μανήσομ᾽, οὐδὲ τοῦτο πείσομαι.
Ἀλλ᾽ ἄπιτε· λώϊον δ᾽ ἢν ἔχητ᾽ εἰρηνικῶς Ἄμφω πρὸς ἀλλήλους τε καὶ Θεὸν μέγαν, Σὺ μὲν νέμων τὰ πρῶτα τῷ πρώτῳ βίῳ, Σὺ δ᾽ ὡς ἀδελφὸν δεύτερον προσλαμβάνων. Εἴ τοι τὸ πρῶτον οὐκ ἔχει, τί κωλύει Ἔχειν τὰ δεύτερ᾽; οὐδὲ τοῦτ᾽ ἀτιμία.
Οὕτως ἂν ἡμῖν ἀσφαλὴς εἴη βίος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.