Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἠθικὰ ποιήματα

Γρηγόριος ὁ Ναζιανζηνός

Η αρετή: η ανθρώπινη φύση, η θεία χάρη και το αυτεξούσιο

Η εσωτερική σύγκρουση σαρκός και πνεύματος, η οντολογική ιεράρχηση των όντων και η αναγκαιότητα της συνέργειας Θεού και ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 7 από 20

Θʹ. Περὶ ἀρετῆς. Τὴν ἀρετὴν ποθέω μὲν, ἀτὰρ τόδε μ᾽ οὐκ ἐδίδαξεν, Ἥτις δὴ τελέθει, καὶ ὁππόθεν ἵξετ᾽ ἔμοιγε, Καὶ μάλα περ ποθέοντι. Πόθος δ᾽ ἀτέλεστος, ἀνίη. Εἰ μὲν δὴ καθαρὸς τελέθει ῥόος, οὐκ ἐπίμικτος Ὕδασι χειμερίοισι, χαραδραίοισί τ᾽ ἀναύροις, Δίζημ᾽ ὅς μιν ἔτετμεν ἐπὶ χθονός. Ἢ γὰρ ἀνέσχε Βόρβορον ἐκ κραδίης, ἢ δέξατο, σάρκα βαρεῖαν Ἕλκων, καὶ ζοφόεντι θολούμενος ἔκτοθεν ἐχθρῷ Ζωῆς ἡμετέρης, καὶ ἰλυόεντι βερέθρῳ.

Οὐδὲ γὰρ ἦεν ἐοικὸς, ἐπεὶ ῥύσις εἰμὶ παγεῖσα, Καὶ ῥευστοῦ βιότοιο διεκρέω, ἔμμεν᾽ ἄρευστον. Εἰ δ᾽ οὐκ ἀργύρεος πάντη ῥόος, ἀλλ᾽ ἐπίμικτος Ἔστι χειροτέροις ἀρετὴ, καὶ μίξις ἄκοσμος, Πῶς ἀρετὴ τελέθει, τάδε φράζεο. Καὶ γὰρ ἔγωγε Τῇ καὶ τῇ νόον ὠκὺν ἐπὶ στήθεσσιν ἑλίσσω.

Ψυχρὴ μὲν χιόνος φύσις ἔπλετο, ἀργυρέη τε Ξανθὴ δ᾽ αὖ θερμή τε πυρὸς φύσις, οὐδ᾽ ἐπίμικτα Ταῦτα πέλει. Ἐλύθη δὲ βίη πάρος, ἢ ἀνεμίχθη. Τῇ δ᾽ ἀρετῇ πῶς αἶσχος ἐπήλυθεν εἰκόν᾽ ἀτίζον, Εἰκόνα τὴν μεγάλοιο Θεοῦ, κακόχαρτος ἁμαρτὰς, Εἰ ἐτεὸν Θεός εἰμι, λάχος δὲ σὸν εὔχομαι εἶναι.

Πυνθάνομ᾽ Ἀλφειοῖο καλὸν ῥόον, ὡς διὰ πικρῆς Ἔρχεθ᾽ ἁλὸς, μέγα θαῦμα, γλυκὺς ῥόος, οὐδ᾽ ἐπίμικτος Ἡ λώβη τελέθει. Λώβη δέ τε ἠέρος ἀχλὺς, Καὶ νοῦσος μελέων· ἀρετῆς δέ τε, ἡμετέρη νύξ. Πολλάκι ταρσὸν ἄειρα πρὸς αἰθέρα, καί με βαρεῖα Τηκεδανή τε μέριμνα χαμαὶ βάλε· πολλάκι δ᾽ αὖτε Αὐγασάμην θεότητος ἁγνὸν φάος, ἀλλὰ μέσον τι Ἦλθε νέφος, κρύφθη δὲ σέλας μέγα, καί μ᾽ ἐδάϊξεν, Ὡς φύγεν ἐγγὺς ἐόντα. Τίς ὁ φθόνος; ἢ ποθέεσθαι Αἰὲν ἐμοὶ ποθέει θνητοῦ νόμος, ἢ τόδ᾽ ἄμεινον Ἔστιν ἐμοὶ, μόχθῳ μὲν ἑλεῖν, μόχθῳ δὲ φυλάξαι, Τοῦτο γὰρ ἔμπεδόν ἐστιν, ὃ νοῦς κάμε. Πολλάκι δ᾽ αὖτε Ἐσθλοῦ τ᾽ ἠδὲ κακοῖο διάκρισιν ἐχθρὸς ἄμερσεν, Ὡς θὴρ κερδαλέος τις ἐπ᾽ ἴχνεσιν ἴχνια βάλλων, Ὥς κεν θηρητῆρα καλοῦ πλάξειε δόλοισιν.

Ἄλλοτι σὰρξ μὲν ἄνωξεν ἐμοὶ φίλον, ἄλλο δ᾽ ἐφετμὴ, Ἄλλο Θεὸς, φθόνος ἄλλο, χρόνος τὸ μὲν, ἄλλο τι δ᾽ αἰών. Ἔρδω δ᾽, ὃ στυγέω, καὶ ἀμφιγέγηθα κακοῖσι. Καὶ γελόω μόρον αἰνὸν ἐνὶ σπλάγχνοισιν ἐμοῖσι, Σαρδάνιον, κακόχαρτον, ἐπεὶ καὶ τερπνὸς ὄλεθρος.

Νῦν χθαμαλὸς, νῦν αὖτε μετήορος· ὕβριν ἀτίζων Σήμερον, ὑβριστὴς δ᾽ ἄρ᾽ ἐς αὔριον· ἄλλος ἐν ἄλλοις Καιροῖς, πουλυπόδης τις ἐειδόμενος χρόα πέτραις· Δάκρυα θερμὰ χέων, ἡ δ᾽ οὐ συνέρευσεν ἁμαρτάς. Καὶ τὰ μὲν ἐξεκένωσα, τὰ δ᾽ ἔνδοθεν αὖθις ἀγείρω Ἄλλαις ἀμπλακίῃσιν, ἄκους δέ τε φάρμακα ῥίψα.

Σάρκεσι παρθένος εἰμὶ, καὶ εἰ φρεσὶν, οὐ σάφα οἶδα. Αἰδὼς ὄμμ᾽ ἐκάλυψε, νόος δ᾽ ἀνένευσεν ἀναιδὴς, Ὀξυφαὴς ξείνοισι κακοῖς, ἰδίοις δέ τ᾽ ἀφεγγής. Οὐράνιος μύθοισιν, ἐπιχθόνιος πραπίδεσσιν Εἰμὶ, γαληνιόων τε, καὶ εὔδιος· εἰ δ᾽ ἄρ᾽ ἀήτης Καὶ τυτθὸς πνεύσειεν, ἀνίσταμαι οἰδαλέοισι Κύμασιν, οὐδ᾽ ἀπέληξε ῥόθος πάρος, ἠὲ γενέσθαι Νηνεμίην. Τῆμος δὲ πεσεῖν χόλον, οὐ μέγα θαῦμα.

Πολλάκι δ᾽ εὐδρομέοντα σὺν ἐλπωρῇσιν ἀρίσταις, Ἤδη καὶ μεσάτης ἀρετῆς ὑπερεκτείνοντα, Ἐξαπίνης παλίνορσον ὑπὸ προπόδεσσιν ἔθηκεν, Ὥς τε κατὰ ψαμάθοιο φέρων πόδα λοίγιος ἐχθρὸς, Κλεπτομένης προπάροιθεν ὑπ᾽ ἴχνεσιν ἀστατέουσιν· Αὖθις ἀνέρχομ᾽ ἔγωγε, καὶ ἔμπαλιν ἔρχομ᾽ ὀπίσσω.

Πλεῖον ἔτ᾽ ἢ τοπάροιθε δυσάμμορος, αἰὲν ὁδεύων, Αἰὲν ἔχων μέγα τάρβος, ἔβην μόγις, ὦκα δ᾽ ὄλισθον. Μακρός μοι βίος ἐστὶ, καὶ οὐκ ἐθέλω βιότοιο Λύσιν, ἄκος ποθέων, ἄκος δέ τε τῆλ᾽ ἀπ᾽ ἐμεῖο, Ἤμασι πλειοτέροισι πλέον κακότητος ἀγείρων.

Τοὔνεκεν ἡμετέρῃ γενεῇ τόδε δόγμα πεπήχθω· Πρώτη μὲν Τριάδος καθαρὴ φύσις· αὐτὰρ ἔπειτα, Ἀγγελική· τριτάτη δ᾽ ἄρ᾽ ἐγὼ βροτὸς, ἀμφιτάλαντος, Μεσσηγὺ ζωῆς τε καὶ ἀργαλέου θανάτοιο Ἑστηὼς, ἐρίδωρον ἔχων τέλος, ἀλλ᾽ ἐπίμοχθον, Εἰ καὶ μικρὸν ἔῳξα κακοῦ βιότοιο θύρετρα.

Ὧδε Θεὸς γὰρ ἄνωξεν ἐμῆς φρενὸς ἔμμεν᾽ ἄεθλον. Κεῖνος δ᾽ ἐστὶν ἄριστος, ὃς ἐν πλεόνεσσι κακοῖσι Βαιὰ φέρει κακίης ἰνδάλματα, καὶ πρὸς ἄναντες Σπεύδει σὺν μεγάλοιο Θεοῦ χερὶ, θερμὸν ἔρωτα Τῆς ἀρετῆς φορέων, κακίης δέ τε νῶτα διώκων.

Ὥς τε ῥόος ποταμοῖο βιώμενος ἄλλο ῥέεθρον Τρηχαλέον, θολερόν τε καὶ ἄγριον, εἰ δὲ μιγείη, Κρύπτων πλειοτέρῳ καθαρῷ ῥόον ἰλυόεντα· Ἥδ᾽ ἀρετὴ πλεκτοῖο, τὸ δὲ πλέον οὐρανιώνων. Εἰ δέ τις ἐνθάδ᾽ ἐὼν Θεὸν ἔδρακεν, ἢ πρὸς ἄνακτα Ἔδραμε σάρκα βαρεῖαν ἐς οὐρανὸν ἔνθεν ἀείρας, Τοῦτο Θεοῦ γέρας ἐστί. Βροτοῖς δέ τε μέτρ᾽ ἐπικείσθω.

Εἰ δ᾽ ἄγε τοι καὶ τοῦτον ἐγὼ λόγον ἐν φρεσὶ θήσω, Πῶς κεν τῆς μεγάλης ἀρετῆς ἐπὶ τέλσον ἵκηαι, Ἣ μούνη καθαρῷ καθαρὸν θύος. Οὐ μὲν ὀΐω Ἐνθάδε. Πουλύχοος γὰρ ἐπ᾽ ὄμμασιν ἐνθάδε καπνός· Στέργω δ᾽, εἴ κεν ἔπειτα λίπω κακὰ δακρυόεντα.

Οὐκ οἶον μεγάλοιο Θεοῦ τότε δῶρον ἐτύχθη, Εἰκόνα περ τίοντος, ἐπεὶ καὶ σεῖο μενοινῆς, Οὔτε σέο φρενὸς οἶον, ἐπεὶ καὶ κρείσσονος ἀλκῆς, Ὡς οὐδ᾽ ὄψις ἔμοιγε μόνη θηήσατο λευστὰ, Καὶ μάλα δερκομένη περ, ἑκὰς μεγάλου Φαέθοντος· Αὐτὸς δ᾽ ὄμματ᾽ ἔλαμψε, καὶ ὄμμασιν αὐτὸς ἐφάνθη.

Δοιαὶ μὲν μεγάλοιο Θεοῦ πρὸς κρείσσονα μοῖραι, Πρώτη θ᾽ ὑστατίη τε, ἴη δέ τε καὶ παρ᾽ ἐμοῖο. Κεῖνος δεκτὸν ἔθηκε καλοῦ, καὶ κάρτος ὀπάζει. Αὐτὸς δ᾽ ἐν μεσάτῳ σταδιηδρόμος οὐ μάλ᾽ ἐλαφρὸς Ἔρχομαι, οὐκ ἀγέραστος, ἐν ἅλμασι κῶλα τιταίνων Χριστὸν ἔχων πνοιὴν, Χριστὸν σθένος, ὄλβον ἀγητὸν, Ὅς με καὶ ὠπήεντα καὶ εὐδρομέοντα τίθησι.

Κείνου δ᾽ ἐκτὸς, ἅπαντες ἐτώσια παίγνια θνητοὶ, Καὶ νέκυες ζώοντες, ὀδωδότες ἀμπλακίῃσιν. Οὐδὲ γὰρ ἠέρος ἐκτὸς ἴδες πωτώμενον ὄρνιν, Οὐδὲ μὲν ὕδατος ἐκτὸς ἁλίδρομος ἔπτατο δελφίς. Ὣς οὐδὲ Χριστοῖο δίχα βροτὸς ἴχνος ἀείρει.

Τῷ μή μοι λίην μεγαλίζεο, μηδ᾽ ἐπὶ σεῖο Κάρτος ἔχειν πραπίδεσσι, καὶ εἰ μάλα πάνσοφος εἴης. Μηδέ τιν᾽ εἰσορέων χθαμαλώτερον ὑψόσ᾽ ἀερθῇς, Ὡς πάντων κρατέων, καὶ τέρματος ἆσσον ἐλαύνων. Τέρματος ἐντὸς ἔμεινεν, ὃς οὐκ ἴδε τέρμα πορείης.

Λίην μὴ τρομέειν, λίην δέ τε μὴ βλεμεαίνειν. Εἰς γῆν ὕψος ἔθηκεν, ἐς οὐρανὸν ἐλπὶς ἄειρε, Καί ῥ᾽ ὑπεροπλίῃσι Θεὸς κοτέει μεγάλῃσι. Μάρπτε τὸ μὲν χείρεσσι, τὸ δ᾽ ἔλπεο, τῷ δ᾽ ὑπόεικε· Καὶ τὸ σαοφροσύνης, μέτρ᾽ ἴδμεναι ἧς βιοτῆτος.

Ἶσόν τι κακόν ἐστιν ἀπ᾽ ἐλπίδος ἐσθλὰ τίθεσθαι, Καὶ μέγα θάρσος ἔχειν, ὡς εὐπετὲς ἔμμεν᾽ ἄριστον. Ἀμφοτέρως κεν ὁδοῖο κακὴν στάσιν ἐν φρεσὶ θείης. Αἰεί σοι τὸ βέλεμνον ἐπίσκοπον ἐν χερὶ κείσθω· Μηδὲν ὑπερπέμπειν Χριστοῦ μεγάλοιο ἐφετμῆς, Μηδὲ μὲν ἐντὸς ἄγειν· ἀβλὴς σκοπὸς ἀμφοτέρωθεν.

Πολλάκι καὶ τὸ περισσὸν ἀχρήϊον, εὖτε νέοιο Κύδεος ἱμείροντες, ὑπέρτονα τοξεύοιμεν. Ἢν μεγαλοφρονέῃς, μνήσω σ᾽ ὅθεν ἐς βίον ἦλθες, Τίς μὲν ἔης τοπάροιθε, τίς ἐν σπλάγχνοισιν ἐκεύθου, Τίς δ᾽ ἄρ᾽ ἔσῃ μετέπειτα, κόνις, καὶ σητὸς ἐδωδὴ, Μηδὲν ἀκιδνοτάτοιο φέρων πλέον ἐν νεκύεσσιν.

Ἢν χθαμαλοφρονέῃς, πλάσμα Χριστοῖο τέτυξαι, Καὶ πνοὴ, μοίρη τε σεβάσμιος, ἔνθεν ἐπήχθης, Οὐράνιος, χθόνιος, τυκτὸς Θεὸς, ἔργον ἄληστον, Τοῖς Χριστοῦ παθέεσσιν ἐς ἄφθιτον εὖχος ὁδεύων. Τοὔνεκα μὴ σάρκεσσι χαρίζεο, μὴ τὰ περισσὰ Τοῦδε βίου φιλέειν, νηὸν δέ τε λῴονα τεύχειν.

Νηὸς γὰρ μεγάλοιο Θεοῦ βροτὸς, ὅνπερ ἔτευξε Κινύμενος γαίηθεν, ἐς οὐρανὸν αἰὲν ὁδεύων. Τόν περ ἐγὼ κέλομαί σε θυώδεα πᾶσι φυλάσσειν Ἔργμασιν ἠδὲ λόγοισιν, ἀεὶ Θεὸν ἐντὸς ἔχοντα, Αἰὲν ἄριστον ἐόντα, ἐτήτυμον, οὐ δοκέοντα.

Μὴ ναῦν μιλτοπάρῃον, ἐΰχροον, ἢ παρασήμοις Κάλλεσιν ἀστράπτουσαν ἄγειν ἐπὶ νῶτα θαλάσσης· Ἀλλ᾽ ἐσθλὴν γόμφοισιν, ἐΰπλοον, εὖ ἀραρυῖαν Χείρεσι ναυπηγοῖο, δι᾽ οἴδματος ὦκα φέρουσαν. Πᾶς μὲν ἴοι προπάροιθε, Θεοῦ δέ τε πάντες ἔχοισθε, Ὃς σοφὸς, ὃς σθεναρὸς, ὃς πλούσιος, ὅς τ᾽ ἐπιδευὴς, Ἕρματος ἀψεύστοιο. Πρυμνήσια κεῖθεν ἀνήφθω Πᾶσιν, ἐμοὶ δὲ μάλιστα, ὃς ἕζομαι ὑψιθόωκος, Λαὸν ἄγων θυέεσσι πρὸς οὐρανὸν, ᾧ τόσον ἄχθος Χριστὸν ἀτιμάζοντι μελαινομέναις πραπίδεσσιν, Ὁσσάτιον κλέος ἐσθλὸν ἐπὴν θεότητι πελάζω.

Καὶ γὰρ δὴ μέτροισι Θεοῦ καὶ μέτρα βίοιο Ἕσπεται, ὡς δὲ μέτροισι βίου καὶ μέτρα Θεοῖο. Ὧδ᾽ ἄν μοι φρονέων, βίον ἔμπεδον ἐνθάδ᾽ ἐλαύνοις Ἐνθάδε καὶ μετέπειτα Θεοῦ σὺν ἀρείονι πομπῇ, Λυθέντος σκιόεντος ἐν ἤματι τοῦδε βίοιο.

Ιʹ. Περὶ ἀρετῆς. Πολλῶν ἀκούω, καὶ λέγοιμι μὴ μάτην, Ἀλλ᾽ ἔργον ἐστὶ τοῦ λόγου τὸ δεξιόν. Εἴτ᾽ οὖν τινές σε τῶν φίλων Θεοῦ νέον, Οἷς πάντα τηρεῖν ἐμμελὲς τὰ τῶν νέων, Διδόντα χρηστὰ τοῦ βίου γνωρίσματα (Καὶ γὰρ λέοντ᾽ ὄνυξι δηλοῦσθαι λόγος), Ἔδωκαν ἀλλήλοις τὸ θαῦμ᾽ ὑφ᾽ ἡδονῆς, Εἴθ᾽ ἡ καλῶς τὰ πάντα μηχανωμένη Πρόνοια καὶ σοὶ βουλομένη τὰ δεξιὰ, Ὁδὸν δίδωσι τὸν λόγον τοῖς πράγμασιν, Ὡς ἂν προληφθεὶς τῷ νομίζεσθαι καλὸς, Οἶόν τιν᾽ ἀῤῥαβῶνα τὴν φήμην ἔχῃς Τῆς εὐσεβείας, ἐκ Θεοῦ καλούμενος.

Εἰκαζέτω μὲν τοῦτο ὅστις βούλεται, Ὃ δ᾽ οὖν ἀκούω, τοῦτο ἔρχομαι φράσων, Ὅτι μέγα πρὸς ὕψος ἡ ψυχὴ βλέπει, Καὶ τὴν ὀμίχλην, ἣ τὸν ἐνταυθοῖ βίον Ἡμῶν καλύπτει πάντα κείμενον χαμαὶ, Ταύτην διασχὼν καὶ ὑπερκύψας βραχὺ, Ἰλύν θ᾽ ὑπερβὰς καὶ πέδας τοῦ συνθέτου, Ῥίψας τυράννους τῆς θεϊκῆς εἰκόνος, Δοῦναι σεαυτὸν τῷ Θεῷ σπουδὴν ἔχοις, Ἥνπερ μόνην παίδευσιν οἴεσθαί σε χρὴ, Πρῶτον δὲ καὶ μέγιστον ἀνθρώποις καλόν.

Τί γὰρ τοσοῦτο τῶν κάτω πλανωμένων, Ἄλλων τε ἄλλους ὀφρυώντων παιγνίων, Καιροῦ τύχης τε, ὥς φασι, δωρημένων; Κἂν εἰς ἒν ἔλθῃ πάντα καὶ πάντων καλὰ, Ὡς ἔστιν, ἢ νομίζετ᾽ ἐν λυπρῷ βίῳ, Κέρδος τοσοῦτον, κἂν τρέχειν ὅρους δοκῇς;

Κἄν σοι τὰ Γύγου τοῦ πολυχρύσου παρῇ, Στρέφῃς τε πάντα τῇ στροφῇ τῆς σφενδόνης, Σιγῶν δυνάστης· κἂν φρονῇς τὰ Λυδίου, Χρυσῷ ῥέοντι καὶ ὁ Πέρσης σοι Κῦρος Κάτω καθέζηθ᾽, ὁ θρόνων αὐχῶν κράτος· Κἂν Τροίαν αἱρῇς τοῖς ἀοιδίμοις στόλοις, Χαλκοῦν δὲ δῆμοι καὶ πόλεις ἔχωσί σε· Ἄγῃς δὲ τοῖς σοῖς νεύμασι τὰς ἐκκλησίας, Πανηγυρίζῃς δὲ στεφάνων ἐπαξίως, Πνέῃς δὲ θυμὸν ἐν δίκαις Δημοσθένους, Εἴκῃ δέ σοι Λυκοῦργος ἢ Σόλων νόμοις· Κἂν τὴν Ὁμήρου μοῦσαν ἐν στέρνοις ἔχῃς, Κἂν τὴν Πλάτωνος γλῶσσαν, ἣ μελισταγὴς Ἔστι τε καὶ νομίζετ᾽ ἀνθρώπων γένει· Κἂν ταῖς ἀφύκτοις καὶ κακαῖς ποδοστράβαις Πάντας πιέζῃς τοῖς ἐριστικοῖς λόγοις· Κἂν πάντ᾽ ἄνω τε καὶ κάτω μεταστρέφῃς, Πλέκων λαβυρίνθους δυσδιεξόδοις λόγοις Ἀριστοτέλους ἤ τινων Πυῤῥωννίων· Κἂν πτηνὸν αἴρῃ Πήγασος, ἢ τοῦ Σκύθου Ἀβάριδος ὀϊστὸς, ὅστις ἦν, οἱ μυθικοί· Τούτων τί κέρδος τηλικοῦτον, ὧν λέγω, Γάμου τε λαμπροῦ καὶ τραπέζης Συβαρικῆς Ἄλλων τε πάντων οἷς ἐπαίρονται φρένες, Ὅσον τὸ ταῦτα πάντα ποιῆσαι κάτω, Ψυχῆς δὲ ἐπιδεῖν ἀξίωμα, καὶ πόθεν Ἐλήλυθε, πρὸς ὅν τε καὶ ποῖ τρεπτέα, Ἥτις τε ταύτης ἡ κατ᾽ εὔλογον φορά;

Ἐπεὶ γάρ ἐστιν, ὡς ἐγὼ τεκμαίρομαι, Σοφῶν τε ἀκούω, θεία τις μεταῤῥοὴ, Ἄνωθεν ἡμῖν ἐρχομένη, εἴτ᾽ οὖν ὅλη, Εἴθ᾽ ὁ πρύτανις ταύτης κυβερνήτης τε νοῦς, Ἓν ἔργον αὐτῇ φυσικόν τε καὶ μόνον, Ἄνω φέρεσθαι καὶ συνάπτεσθαι Θεῷ, Ἀεί τε πάντη πρὸς τὸ συγγενὲς βλέπειν, Ἥκιστα πάθει σώματος δουλουμένη, Ῥέοντος εἰς γῆν καὶ καθέλκοντος κάτω, Τήν τε γλυκεῖαν τῶν ὁρωμένων πλάνην Πέμποντος εἴσω, καὶ τὸ τῶν αἰσθήσεων Σκοτῶδες, ὑφ᾽ οὗ μὴ Λόγῳ κρατουμένη Ψυχὴ ῥέουσα κατ᾽ ὀλίγον πίπτει κάτω· Ἢν δ᾽ αὖ κρατῆται, κἀνακρούηται πυκνὰ, Ὥσπερ χαλινῷ, τῷ Λόγῳ, τάχ᾽ ἄν ποτε Ὑψοῦντος αὐτὴν τοῦ Λόγου, κατὰ βραχὺ Εἰς ἱερὰν φθάσειε τὴν ἄνω πόλιν, Ἕως λάβηται τῶν πάλαι ποθουμένων, Τὸ δ᾽ ἔστι, πᾶν κάλυμμα καὶ τὰς νῦν σκιὰς Παραδραμοῦσα, καὶ τὰ τῇδ᾽ αἰνίγματα, Ὅσον δ᾽ ἐσόπτροις τοῦ κάλλους φαντάζεται, Βλέψῃ πρὸς αὐτό τ᾽ ἀγαθὸν γυμνούμενον, Γυμνῷ τε τῷ νῷ, καὶ πλάνης σταίη ποτὲ, Φωτὸς κορεσθεῖσ᾽, οὗπερ ἠξίου τυχεῖν, Ἔχουσ᾽ ἐκεῖθεν τῶν καλῶν τὸ ἔσχατον.

Ὁ γὰρ σοφῷ τὰ πάντα ποιήσας λόγῳ, Καὶ τὴν ἄφραστον τῶν ὅλων ἁρμονίαν Ἁρμοσάμενος τῇ τῶν ἐναντίων κράσει, Κόσμον τε τάξας τοῦτον ἐξ ἀκοσμίας Μεῖζον τὸ θαῦμ᾽ ἔδειξεν ἐν ζώου φύσει. Μικρὸν δ᾽ ἄνω φιλοσοφήσω σοι λόγον.

Θεὸς μέν ἐστιν εἴτε νοῦς, εἴτ᾽ οὐσία Κρείσσων τις ἄλλη, νοῦ μόνου ληπτὴ βολαῖς, Εἰ μὲν τελείως τοῖς ἄνω, οἶδε Θεὸς, Ἡμῖν δ᾽ ἀμυδρῶς, οἷς ἐπιπροσθεῖ νέφος Σαρκὸς παχείας, δυσμενοῦς προβλήματος· Τέως μὲν οὕτω, τὸ πλέον δ᾽ ἐς ὕστερον.

Ἐπεὶ δ᾽ ἀπαρχὰς τῶν λόγων ἔχει Θεὸς, Σκοπῶμεν ἤδη τἀκ Θεοῦ. Ἔχει δὲ πῶς; Δύ᾽ ἐστὸν ἄκρω καὶ φύσεις ἐναντίαι. Ἡ μὲν Θεοῦ τε πλησίον καὶ τιμία· Καλοῦσι γὰρ λογικήν τε καὶ πλήρη νοὸς, Καλοῦσι δ᾽ αὐτὴν ἐκ λόγου παρωνύμως, Οἵαν τιν᾽ οἶδα τὴν Θεοῦ παραστάτιν Ἄκρων τε δευτέρων τε τάξιν ἀγγέλων, Ἀνωτέραν αἰσθήσεων καὶ σωμάτων, Πρώτην τε λαμπρὰν Τριάδος τῆς ἀρχικῆς.

Ἡ δ᾽ ἐκ Θεοῦ τε καὶ λόγου ποῤῥωτάτω· Καλοῦσι δ᾽ αὐτὴν ἄλογόν γ᾽, ὡς τοῦ λόγου Ξένην, ὅσος τ᾽ ἐν ἤχῳ, καὶ ὅσος λαλούμενος. Οὕτως δὲ ταῦτα χωρίσας Θεὸς Λόγος Ὡς καλλιτέχνης καὶ πλέκων σοφῶς κτίσιν, Καὶ σύνθετόν τι ζῶον ἐξ ἀμφοῖν ἐμὲ Πλάττει, λόγου τε κοὐ λόγου συναρμόσας, Ψυχῆς ἀειδοῦς, ᾗ φέρω τὴν εἰκόνα Θεοῦ μεγίστου, κἀνοήτου σώματος.

Μίξις μὲν ἥδε πλάσματος τοῦ τιμίου, Ὃν κόσμον ἄλλον οἴομ᾽ ἐν μακρῷ μέγαν. Ὡς ἂν δὲ, φωτὶ πλημμυρῶν καὶ τῷ καλῷ, Δῴη τι κἀμοὶ τοῦ καλοῦ, ἔργον τ᾽ ἐμὸν ᾞ τῷ θελῆσαι, τῆς ἄκρας ἀμφοῖν βίοιν Τότε δὴ προδείξας καὶ διαστείλας λόγῳ, Προσθεὶς βοηθὸν τὸν νόμον τῷ πλάσματι, Αὐθαίρετόν μ᾽ ἔθηκεν ἐργάτην καλοῦ, Ὡς ἐκ μάχης τε καὶ πάλης στέφη φέρειν· Κρεῖσσον γὰρ, ἢ ζῇν τερμόνων ἐλεύθερον.

Οὗτος λόγος σοι τῆς ἐμῆς συμπήξεως. Ἡ δὲ στροφαῖς μὲν ἐνθάδε πλείσταις ἀεὶ Δονεῖτ᾽, ἄνω τε καὶ κάτω στροβουμένη, Μέση πονηρῶν πραγμάτων καὶ δεξιῶν, Δι᾽ ὧν πυροῦται καὶ δοκιμάζετ᾽ ἀθλία, Ὡς χρυσὸς ἐν ἄνθραξι τοῖς καθαρτικοῖς.

Ἀλλ᾽ ὕστερον πραχθήσεθ᾽ ὧν ἐσπείραμεν Καρποὺς, δικαίῳ τοῦ Θεοῦ κριτηρίῳ, Ληνοί θ᾽ ἕτοιμοι τῶν βίβλων λαβεῖν θέρος. Οὕτω δὲ τούτων κειμένων, ὁ μὲν νόμον Τηρῶν, Θεοῦ τε μοῖραν ἣν ἔχει σέβων, Ἐν παντί τ᾽ ἔργῳ καὶ λόγῳ καὶ νοῦ στροφῇ Ἄχραντος ὡς μάλιστά τ᾽ ἠπατημένων.

Καὶ τῷ ῥέοντι μηδὲν ἰλυσπώμενος, Ἕλκων δὲ τὸν χοῦν ἔμπαλιν πρὸς οὐρανὸν, (Ὢ τοῦ μεγίστου καὶ σοφοῦ μυστηρίου!) Θεὸς γενέσθαι, τῶν πόνων ἕξει γέρας, Θεὸς θετὸς μὲν, ἀλλ᾽ ἄκρου φωτὸς γέμων, Οὗ τῇδ᾽ ἀπαρχὰς μετρίως ἐδρέψατο.

Ὅστις δὲ δεσμοῦ πρὸς τὸ χεῖρον καὶ πλοκῆς Νεύσας, ὁμόσπονδός τε τοῖς κάτω φανεὶς, Δοῦλός τε σαρκὸς καὶ ῥέουσι προσφιλὴς, Τὴν θείαν εὐγένειαν ὑβρίζει βίῳ, Κἂν ὡς μάλιστα εὐδρομῇ τοῖς ἀστάτοις, Κούφοις ὀνείροις καὶ σκιαῖς γαυρούμενος, Πλουτῶν, τρυφῶν τε καὶ θρόνοις ἐπηρμένος, Φεῦ τοῦ ταλάντου τῶν ἐκεῖθεν μαστίγων!

Ἦ τῶν κακῶν τὸ πρῶτον ἐκ Θεοῦ πεσεῖν. Ταῦτ᾽ οὖν ἀκούων καὶ πεπεισμένος σύ γε, Τὴν δεξιὰν βάδιζε, τὴν φαύλην δ᾽ ἔα, Εἰ μοί τι πείθῃ γνησίῳ παραινέτῃ. Λῷον δὲ πείθεσθ᾽ οἶδα, καὶ δέξῃ λόγον. Τριῶν γὰρ ὄντων, ὡς λέγουσιν οἱ πάλαι, Οἷς τὸν ἀγαθὸν σύμβουλον ὡπλίσθαι χρεὼν, Ἐμπειρίας τε, φιλίας τε, καὶ παῤῥησίας, Τούτων ἂν οὐδὲν ἡμῖν εὕρῃς ἐνδεές.