Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ Ἀρειανῶν καὶ περὶ ἑαυτοῦ

Γρηγόριος ὁ Ναζιανζηνός

Οι διωγμοί των ορθοδόξων και η βιαιότητα των Αρειανών

Έλεγχος της αλαζονείας των αιρετικών και εκτενής αναφορά στις διαιρέσεις, τις ιεροσυλίες, τα μαρτύρια των κληρικών και τις εξορίες που υπέστησαν οι πιστοί.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 4

ΛΟΓΟΣ ΛΓʹ. Πρὸς Ἀρειανοὺς, καὶ εἰς ἑαυτόν. Αʹ. Ποῦ ποτέ εἰσιν, οἱ τὴν πενίαν ἡμῖν ὀνειδίζοντες, καὶ τὸν πλοῦτον κομπάζοντες; Οἱ πλήθει τὴν Ἐκκλησίαν ὁρίζοντες, καὶ τὸ βραχὺ διαπτύοντες ποίμνιον; οἱ καὶ θεότητα μετροῦντες, καὶ λαὸν σταθμίζοντες; οἱ τὴν ψάμμον τιμῶντες, καὶ τοὺς φωστῆρας ὑβρίζοντες; οἱ τοὺς κάχληκας θησαυρίζοντες, καὶ τοὺς μαργαρίτας ὑπερορῶντες; Οὐ γὰρ ἴσασιν, ὅτι οὐ τοσοῦτον ψάμμος ἀστέρων ἀφθονωτέρα, καὶ λίθων διαυγῶν κάχληκες, ὅσον ταῦτα ἐκείνων καθαρώτερά τε καὶ τιμιώτερα. Πάλιν ἀγανακτεῖς; πάλιν ὁπλίζῃ; πάλιν ὑβρίζεις; ἡ καινὴ πίστις; Μικρὸν ἐπίσχες τὴν ἀπειλὴν, ἵνα φθέγξωμαι. Οὐχ ὑβρίσομεν, ἀλλ᾽ ἐλέγξομεν· οὐκ ἀπειλήσομεν, ἀλλ᾽ ὀνειδίσομεν· οὐ πλήξομεν, ἀλλ᾽ ἰατρεύσομεν. Ὕβρις σοι καὶ τοῦτο δοκεῖ; Τῆς ὑπερηφανίας! Κἀνταῦθα δοῦλον ποιεῖς τὸν ὁμότιμον;

Εἰ δὲ μὴ, δέξαι μου τὴν παῤῥησίαν. Καὶ ἀδελφὸς ἀδελφὸν ἐλέγχει πλεονεκτούμενος. Βʹ. Βούλει σοι τὰ τοῦ Θεοῦ πρὸς τὸν Ἰσραὴλ φθέγξομαι, τραχηλιῶντα καὶ σκληρυνόμενον; Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι; Μᾶλλον δὲ, πρὸς σέ μοι τὸν ὑβριστὴν ὁ λόγος. Κακῶς μὲν τοὺς ἀλλήλων ἐπιτηροῦμεν καιροὺς, καὶ τὸ σύμψυχον τῷ ἑτεροδόξῳ λύσαντες, μικροῦ καὶ τῶν νῦν πολεμούντων ἡμῖν βαρβάρων, οὓς ἡ Τριὰς λυομένη συνέστησεν.

Γεγόναμεν ἀλλήλοις ἀπανθρωπότεροι καὶ θρασύτεροι, πλὴν ὅσον οὐ ξένοι βάλλομεν ξένους, οὐδὲ ἀλλογλώσσους ἀλλόγλωσσοι (ὃ καὶ βραχεῖα παραμυθία τῆς συμφορᾶς), ἀλλήλους δὲ, καὶ οἷον οἱ τῆς αὐτῆς οἰκίας, φέρομέν τε καὶ ἄγομεν· εἰ βούλει δὲ, τὰ τοῦ αὐτοῦ σώματος μέλη δαπανῶμεν καὶ δαπανώμεθα· καὶ οὐχὶ τοῦτό που δεινὸν, καίπερ ὂν τηλικοῦτον, ἀλλ᾽ ὅτι καὶ προσθήκην νομίζομεν τὴν ὑφαίρεσιν. Ἐπεὶ δὲ οὕτως ἔχομεν, καὶ μετὰ τῶν καιρῶν πιστεύομεν, ἀντιθῶμεν τοὺς καιροὺς ἀλλήλοις· σὺ τὸν σὸν βασιλέα, κἀγὼ τοὺς ἐμούς· σὺ τὸν Ἀχαὰβ, ἐγὼ τὸν Ἰωσίαν. Διήγησαί μοι τὴν σὴν ἐπιείκειαν, κἀγὼ τὴν ἐμὴν θρασύτητα.

Μᾶλλον δὲ, τὴν μὲν σὴν, πολλαὶ καὶ βίβλοι καὶ γλῶσσαι φέρουσιν, ἃς καὶ ὁ μέλλων ὑπολήψεται χρόνος, ἐμοὶ δοκεῖν, ἡ ἀθάνατος στήλη τῶν πράξεων· ἐγὼ δὲ τὴν ἐμαυτοῦ διηγήσομαι. Γʹ. Τίνα δῆμον ἐπήγαγόν σοι θράσει φερόμενον;

Τίνας ὁπλίτας παρέταξα; Τίνα στρατηγὸν θυμῷ ζέοντα, καὶ τῶν ἐπιτασσόντων θρασύτερον, καὶ τοῦτον οὐδὲ Χριστιανὸν, ἀλλ᾽ οἰκείαν θρησκείαν προσάγοντα τοῖς ἑαυτοῦ δαίμοσι, τὴν καθ᾽ ἡμῶν ἀσέβειαν; Τίνας εὐχομένους ἐπολιόρκησα, καὶ τὰς χεῖρας πρὸς τὸν Θεὸν αἴροντας; Τίνας ψαλμῳδίας σάλπιγξιν ἔστησα; Τίνων μυστικὸν αἷμα φονικοῖς αἵμασιν ἔμιξα; Τίνων οἰμωγὰς θρήνοις ἔπαυσα, πνευματικὰς ὀλεθρίοις, καὶ δάκρυσι τραγῳδίας, δάκρυα κατανύξεως; Ποῖον προσευχῆς οἶκον πεποίηκα πολυάνδριον; Ποῖα λειτουργικὰ σκεύη, καὶ τοῖς πολλοῖς ἄψαυστα, χερσὶν ἀνόμων ἐξέδωκα, ἢ Ναβουζαρδὰν τῷ ἀρχιμαγείρῳ, ἢ Βαλτάσαρ τῷ κακῶς ἐν τοῖς ἁγίοις τρυφήσαντι, καὶ μέντοι καὶ δίκας εἰσπραχθέντι τῆς ἀπονοίας ἀξίας; Θυσιαστήρια ἠγαπημένα, ὥς φησιν ἡ θεία Γραφὴ, νυνὶ δὲ καθυβρισμένα· ὑμῶν δὲ ποῖον δι᾽ ἡμᾶς κατωρχήσατο μειράκιον ἀσελγὲς, αἰσχρὰ λυγιζόμενον, καὶ καμπτόμενον; μᾶλλον δὲ, διὰ τίνος ἐγὼ τοιούτου τὸ μέγα μυστήριον καὶ θεῖον ἐξωρχησάμην;

Καθέδρα τιμία, καὶ τιμίων ἀνδρῶν ἵδρυμα καὶ ἀνάπαυμα, καὶ πολλοὺς εὐσεβεῖς ἀμείψασα ἱερέας, ἄνωθεν τὰ θεῖα μυσταγωγήσαντας· ἐπὶ δὲ σὲ τίς ἀνέβη δημηγόρος Ἕλλην, καὶ γλῶσσα πονηρὰ, τὰ Χριστιανῶν στηλιτεύουσα; Παρθένων αἰδὼς καὶ σεμνότης, ὄψεις ἀνδρῶν μηδὲ σωφρόνων φέρουσα, σὲ δὲ τίς ἡμῶν ᾔσχυνε καὶ καθύβρισε μέχρι τῶν ἀθεάτων, καὶ ἀσεβῶν ὄψεσι προὔθηκε θέαν ἐλεεινὴν, καὶ τοῦ Σοδομιτικοῦ πυρὸς ἀξίαν;

Ἐῶ γὰρ θανάτους λέγειν τῆς αἰσχύνης ἀνεκτοτέρους. Δʹ. Τίνας ἐπαφήκαμεν θῆρας ἁγίων σώμασιν, ὥς τινες τὴν ἀνθρωπείαν φύσιν δημοσιεύσαντες, ἓν ἐγκαλέσαντες μόνον, τὸ μὴ τῇ ἀσεβείᾳ συνθέσθαι, μηδὲ τῇ κοινωνίᾳ χρανθῆναι, ἢν ὡς ἱὸν ὄφεως φεύγομεν, οὐ σῶμα βλάπτουσαν, τὰ δὲ βάθη μελαίνουσαν τῆς ψυχῆς; τίσι καὶ τὸ θάψαι νεκροὺς ἔγκλημα γέγονεν, οὓς καὶ θῆρες ᾐδέσθησαν; καὶ τὸ ἔγκλημα πόσον; Ἄλλου θεάτρου καὶ θηρῶν ἄλλων ἄξιον. Τίνων ἐπισκόπων γηραιαὶ σάρκες τοῖς ὄνυξι κατεξάνθησαν, παρόντων τῶν μυηθέντων καὶ βοηθεῖν οὐκ ἐχόντων, πλὴν τοῦ δακρύειν· μετὰ Χριστοῦ κρεμασθεῖσαι, τῷ παθεῖν νικήσασαι, καὶ τῷ τιμίῳ αἵματι τὸν λαὸν ῥαντίσασαι, καὶ τέλος ἀπαχεῖσαι τὸν ἐπὶ θάνατον, Χριστῷ καὶ συσταυρωθησόμεναι, καὶ συνταφησόμεναι, καὶ συνδοξασθησόμεναι, Χριστῷ τῷ τὸν κόσμον νικήσαντι διὰ τοιούτων σφαγίων τε καὶ θυμάτων; Τίνας πρεσβυτέρους ἐναντίαι φύσεις, ὕδωρ καὶ πῦρ, ἐμερίσαντο, πυρσὸν ἄραντας ξένον ἐπὶ θαλάσσης, καὶ τῇ νηὶ συμφλεχθέντας ἐφ᾽ ἧς ἀνήχθησαν; Τίνες (ἵνα τὰ πλείω συγκαλύψω τῶν ἡμετέρων κακῶν) καὶ ὑπ᾽ αὐτῶν τῶν ἀρχόντων ἀπανθρωπίαν ἐνεκλήθησαν, τῶν τὰ τοιαῦτα χαριζομένων; Καὶ γὰρ εἰ ταῖς ἐπιθυμίαις ὑπηρέτουν, ἀλλ᾽ οὖν ἐμίσουν τῆς προαιρέσεως τὸ ὠμόν.

Τὸ μὲν γὰρ ἦν τοῦ καιροῦ, τὸ δὲ τοῦ λογισμοῦ· καὶ τὸ μὲν τῆς τοῦ βασιλέως παρανομίας, τὸ δὲ τῆς τῶν νόμων, οἷς δικάζειν ἐχρῆν, συναισθήσεως.

Εʹ· Ἢ ἵνα τὰ παλαιότερα λέγωμεν καὶ ταῦτα γὰρ τῆς αὐτῆς φρατρίας), τίνας περιελὼν χεῖρας, ἢ τεθνηκότων, ἢ ζώντων ἁγίων, κατεψευσάμην, ἵνα τὴν πίστιν πολεμήσω διὰ τῆς ἐπηρείας; Τίνων ἐξορίας ὡς εὐεργεσίας ἠρίθμησα, καὶ οὐδὲ φιλοσόφων ἱερῶν ᾐδέσθην ἱερὰ συστήματα, ὅθεν τοὺς ἱκέτας ἐζήτουν.

Τοὐναντίον μὲν οὖν, κἀκείνους ἐποίησα μάρτυρας, ὑπὲρ τοῦ καλοῦ κινδυνεύοντας. Τίσιν ἐπεισήγαγον πόρνας ἀσάρκοις μικροῦ καὶ ἀναίμοσι, τὴν περὶ τῶν λόγων ἀσέλγειαν ἐγκαλούμενος; Τίνας τῶν εὐσεβῶν τῆς πατρίδος ὑπερορίσας, ἀνδρῶν ἀνόμων χερσὶ παρέδωκα, ἵν᾽ ὡς θῆρες εἰρχθέντες ἐν ἀφεγγέσιν οἴκοις, καὶ ἀλλήλων διαζευχθέντες (τοῦτο γὰρ δὴ τὸ τῆς τραγῳδίας βαρύτατον), λιμῷ καὶ δίψει κακοπαθήσωσι, τροφὴν μετρούμενοι, καὶ ταύτην διὰ στενῶν τῶν πόρων, καὶ οὐδὲ τοὺς συναλγοῦντας ὁρᾷν ἐώμενοι; Καὶ ταῦτα, τίνες; Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Οὕτω τιμᾶτε πίστιν ὑμεῖς; οὕτω ξενίζετε;

Ἀγνοεῖτε τὰ πλείω τούτων· καὶ λίαν εἰκότως, διὰ τὸ πλῆθος τῶν δραμάτων, καὶ τῆς ἐν τῷ ποιεῖν τρυφῆς· ἀλλὰ τὸ πάσχον μνημονικώτερον. Τί μοι τὰ πόῤῥω λέγειν; Ἀλλά τινες καὶ τοῦ καιροῦ γεγόνασι βιαιότεροι, καθάπερ οἱ κατὰ φραγμῶν ὠθούμενοι σύες. Ζητῶ μου τὸ χθὲς ὑμῶν σφάγιον, τὸν γέροντα, καὶ Ἀβραμιαῖον πατέρα, ὃν ἐκ τῆς ὑπερορίας ἀχθέντα, λίθοις ἐδεξιώσασθε, μεσούσης ἡμέρας, ἐν μέσῃ πόλει. Ἡμεῖς δὲ καὶ τοὺς φονεῖς, εἰ μὴ φορτικὸν εἰπεῖν, ἐζητησάμεθα κινδυνεύοντας.