Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ Ἀρειανῶν καὶ περὶ ἑαυτοῦ

Γρηγόριος ὁ Ναζιανζηνός

Απολογία για την καταγωγή και η αληθινή πνευματική πατρίδα

Αναίρεση των χλευαστικών κατηγοριών περί ταπεινής καταγωγής του συγγραφέα, με προβολή βιβλικών προτύπων και ανάδειξη της άνω Ιερουσαλήμ ως της μόνης αληθινής πατρίδας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 4

Ποῖα τούτων ἵλεως ἔσομαί σοι; φησί που τῆς Γραφῆς ὁ Θεός. Τί τούτων ἐπαινέσω; μᾶλλον δὲ, ἐκ ποίων ὑμᾶς ἀναδήσομαι; Ϛʹ. Ἐπεὶ δὲ τοιαῦτα τὰ σὰ, καὶ οὕτως ἔχοντα, λέγε μοι καὶ τὰς ἐμὰς ἀδικίας, ἵν᾽ ἢ παύσωμαι κακὸς ὢν, ἢ αἰσχύνωμαι. Ὡς ἔγωγε μάλιστα μὲν εὔχομαι μηδὲν ἁμαρτεῖν· εἰ δ᾽ οὖν, καὶ ἀδικῶν ἐπανάγεσθαι· δευτέρα μερὶς αὕτη τῶν εὖ φρονούντων. Καὶ γὰρ εἰ μὴ κατήγορος ἐμαυτοῦ κατὰ τὸν δίκαιον ἐν πρωτολογίᾳ γίνομαι, χαίρω γε ὑπ᾽ ἄλλου θεραπευόμενος. Μικρά σοι, φησὶν, ἡ πόλις, καὶ οὐδὲ πόλις, ἀλλὰ χωρίον ξηρὸν, καὶ ἄχαρι, καὶ ὀλίγοις οἰκούμενον.

Τοῦτο πέπονθα μᾶλλον, ὦ βέλτιστε, ἢ πεποίηκα, εἴπερ ἔστι δεινόν· καὶ εἰ μὲν ἄκων, ἀνέχομαι δυστυχῶν (λεγέσθω γὰρ οὕτως)· εἰ δὲ ἑκὼν, φιλοσοφῶ. Πότερον τούτων ἔγκλημα; Εἰ μὴ καὶ τὸν δελφῖνα κακίζοιτό τις, ὅτι μὴ χερσαῖος· καὶ τὸν βοῦν, ὅτι μὴ πελάγιος· καὶ τὴν μύραιναν, ὅτι ἀμφίβιος. Ἡμῖν δὲ, φησὶ, τείχη καὶ θέατρα, καὶ ἱππικὰ, καὶ βασίλεια, καὶ κάλλη στοῶν καὶ μεγέθη, καὶ τὸ ἄπιστον τοῦτο ἔργον, ὁ ὑποχθόνιος καὶ ἀέριος ποταμὸς, καὶ ὁ λαμπρὸς στύλος οὑτοσὶ καὶ ἀπόβλεπτος, καὶ ἀγορὰ πλήθουσα, καὶ δῆμος κυμαίνων, καὶ ἀνδρῶν εὐγενῶν συνέδριον ἐπαινούμενον.

Ζʹ. Πῶς δὲ οὐ λέγεις καὶ θέσεως εὐκαιρίαν, καὶ γῆν καὶ θάλασσαν, ὥσπερ ἀμιλλωμένας, ποτέρας ἂν εἴη μᾶλλον ἡ πόλις, καὶ τοῖς παρ᾽ ἑαυτῶν ἀγαθοῖς τὴν βασιλίδα δεξιουμένας; Τοῦτο οὖν ἀδικοῦμεν, ὅτι μεγάλοι μὲν ὑμεῖς καὶ ὑπέρλαμπροι, μικροὶ δὲ ἡμεῖς καὶ ἐκ μικρῶν ἤκοντες; Πολλοὶ καὶ ἄλλοι τοῦτο ἀδικοῦσιν ὑμᾶς, μᾶλλον δὲ πάντες ὧν ὑπεραίρετε· καὶ δεῖ τεθνάναι ἡμᾶς, ὅτι μὴ πόλιν ἠγείραμεν, μηδὲ τείχη περιεβαλλόμεθα, μηδὲ ἱππικοῖς μεγαλαυχοῦμεν, μηδὲ σταδίοις τε καὶ κυνηγεσίοις, καὶ ταῖς περὶ ταῦτα μανίαις, μηδὲ λουτρῶν χάρισι καὶ λαμπρότησι, καὶ μαρμάρων πολυτελείαις, καὶ γραφαῖς καὶ κεντήσεσι χρυσαυγέσι τε καὶ πολυειδέσι μικροῦ μιμουμέναις τὴν φύσιν; Θάλασσαν δὲ οὔπω περιεῤῥήξαμεν ἡμῖν αὐτοῖς, οὐδὲ τὰς ὥρας ἐκερασάμεθα (ὃ σὺ δηλαδὴ πεποίηκας, ὁ νέος δημιουργὸς), ἵν᾽ ὡς ἥδιστά τε ὁμοῦ καὶ ἀσφαλέστατα βιοτεύοιμεν.

Πρόσθες, εἰ βούλει, καὶ ἄλλας κατηγορίας, ὁ λέγων· Ἐμόν ἐστι τὸ ἀργύριον, καὶ ἐμόν ἐστι τὸ χρυσίον, τὰς τοῦ Θεοῦ φωνάς. Ἡμεῖς οὔτε πλούτῳ μέγα φρονοῦμεν, ᾧ ῥέοντι μὴ προστίθεσθαι, τῆς ἡμετέρας ἐστὶ νομοθεσίας, οὐδὲ προσόδους ἀριθμοῦμεν ἐτησίας τε καὶ ἡμερησίας, οὔτε τραπέζης ὄγκῳ φιλοτιμούμεθα, καὶ φαρμακείαις ταῖς ἀναισθήτου γαστρός.

Οὐδὲ γὰρ ἐπαινοῦμέν τι τῶν μετὰ τὸν λαιμὸν ὁμοτίμων, μᾶλλον δὲ, ἀτίμων ὁμοίως καὶ ἀποβλήτων· ἀλλὰ ζῶμεν οὕτως ἁπλῶς καὶ σχεδίως, καὶ μικρόν τι τῶν θηρίων, οἷς ὁ βίος ἄσκευος καὶ ἀνεπιτήδευτος, διαφέροντες.

Ηʹ. Ἦ καὶ τῆς ἐσθῆτός μου τὸ τρύχινον αἰτιάσῃ, καὶ τοῦ προσώπου τὴν θέσιν οὐκ εὐφυῶς ἔχουσαν; ἐπεὶ καὶ τούτοις ὁρῶ τινας τῶν λίαν ταπεινῶν αἰρομένους. Τὴν κεφαλὴν δὲ ἀφήσεις, καὶ οὐκ ἐπισκώψεις ἃ καὶ τὸν Ἐλισσαῖον οἱ παῖδες; τὸ γὰρ ἑξῆς σιωπήσομαι. Ἀπαιδευσίαν δὲ οὐκ ἐγκαλέσεις, ἢ ὅτι τραχύ σοι δοκῶ καὶ ἄγροικον φθέγγεσθαι;

Τὸ δὲ μὴ στωμύλον εἶναι, ποῦ στήσεις, μηδὲ γελοιαστήν τινα, καὶ τοῖς συνοῦσι κεχαρισμένον, μηδὲ ἀγοράζειν τὰ πολλὰ, μηδὲ λαλεῖν τε καὶ περιλαλεῖν οἷς ἔτυχε, καὶ ὡς ἔτυχεν, ὥστε ποιῆσαι φορτικοὺς καὶ τοὺς λόγους, μηδὲ τὴν νέαν Ἱερουσαλὴμ, τὸν Ζεύξιππον, ἐπισκέπτεσθαι, μηδὲ οἰκίαν ἐξ οἰκίας ἀμείβειν θωπεύοντά τε καὶ γαστριζόμενον· ἀλλ᾽ οἴκοι τὰ πολλὰ μένειν κατηφῆ τε καὶ σκυθρωπάζοντα, καὶ καθ᾽ ἡσυχίαν ἐμαυτῷ συγγενόμενον, τῷ γνησίῳ τῶν πραττομένων ἐξεταστῇ, καὶ τοῦ δεθῆναι τυχὸν ἀξίῳ διὰ τὸ δύσχρηστον; Πῶς ταῦτα συγχωρεῖς ἡμῖν, καὶ οὐκ ἐγκαλεῖς; Ὡς ἡδὺς εἶ καὶ φιλάνθρωπος!

Θʹ. Ἐγὼ δὲ οὕτως ἀρχαίως ἔχω καὶ φιλοσόφως, ὥστε ἕνα μὲν οὐρανὸν, καὶ κοινὸν ἅπασι τὸν αὐτὸν, ὑπολαμβάνω, κοινὴν δὲ ἡλίου καὶ σελήνης περίοδον, κοινὴν δὲ ἀστέρων τάξιν καὶ θέσιν, κοινὴν δὲ ἡμέρας καὶ νυκτὸς ἰσομοιρίαν καὶ εὐχρηστίαν· ἔτι δὲ ὡρῶν ἀλλαγὰς, καὶ ὑετοὺς, καὶ καρποὺς, καὶ ἀέρος ζωτικὴν δύναμιν· ἕλκεσθαι δὲ ποταμοὺς, πᾶσιν ὁμοίως τὸν κοινὸν πλοῦτον καὶ ἄφθονον· μίαν δὲ καὶ τὴν αὐτὴν εἶναι γῆν; μητέρα καὶ τάφον, ἐξ ἧς ἐλήφθημεν, καὶ εἰς ἣν ἀποστραφησόμεθα, μηδὲν πλέον ἀλλήλων ἔχοντες· καὶ ἔτι πρὸ τούτων, κοινὸν λόγον, νόμον προφήτας, αὐτὰ τὰ Χριστοῦ πάθη, δι᾽ ὧν ἀνεπλάσθημεν, οὐχ ὁ μὲν, ὁ δ᾽ οὒ, πάντες δὲ οἱ τοῦ αὐτοῦ Ἀδὰμ μετασχόντες, καὶ ὑπὸ τοῦ ὅφεως παραλογισθέντες, καὶ τῇ ἁμαρτίᾳ θανατωθέντες, καὶ διὰ τοῦ ἐπουρανίου Ἀδὰμ ἀνασωθέντες, καὶ πρὸς τὸ ξύλον τῆς ζωῆς ἐπαναχθέντες, διὰ τοῦ ξύλου τῆς ἀτιμίας, ὅθεν ἀποπεπτώκαμεν.

Ιʹ. Ἠπάτα δέ με καὶ ἡ τοῦ Σαμουὴλ Ἀρμαθαῒμ, ἡ μικρὰ τοῦ μεγάλου πατρὶς, οὐκ ἀτιμάσασα τὸν προφήτην, οὐδὲ παρ᾽ ἑαυτῆς μᾶλλον, ἣ παρ᾽ ἐκείνου γενομένη τιμιωτέρα· ἐξ ἧς ἐκεῖνος οὐδὲν ἐκωλύθη, καὶ Θεῷ δοθῆναι πρὸ γενέσεως, καὶ χρηματίσαι βλέπων τὰ ἔμπροσθεν· οὐ μόνον δὲ, ἀλλὰ καὶ χρίειν βασιλέας καὶ ἱερέας, καὶ κρίνειν τοὺς ἐκ τῶν λαμπρῶν πόλεων. Περὶ δὲ τοῦ Σαοὺλ ἤκουον, ὅτι τὰς ὄνους τοῦ πατρὸς ζητῶν, βασιλείαν εὕρατο.

Καὶ Δαβὶδ αὐτὸς ἐκ τῶν ποιμνίων τῶν προβάτων ἀναλαμβάνεται, καὶ ποιμαίνει τὸν Ἰσραήλ. Τί δαὶ Ἀμώς; οὐκ αἰπόλος ὢν, καὶ κνίζων συκάμινα, προφήτειαν πιστεύεται; Καὶ πῶς τὸν Ἰωσὴφ παρέδραμον, ὃς καὶ δοῦλος ἐγένετο, καὶ σιτοδότης Αἰγύπτου, καὶ πατὴρ πολλῶν μυριάδων. αἳ τῷ Ἀβραὰμ προηγγέλθησαν; Ἀβραὰμ δὲ, ἵν᾽ εἴπω τὸ μεῖζον, οὐ μετανάστης; Μωϋσῆς δὲ, οὐκ ἔκθετος πρότερον, εἶτα νομοθέτης, καὶ στρατηγὸς τῶν πρὸς τὴν γῆν τῆς ἐπαγγελίας ἐπειγομένων, οὐ τὰ μεγάλα καὶ θαυμαστὰ διηγήματα; Ἠπάτα με καὶ ὁ Κάρμηλος Ἡλίου, τὸ τοῦ πυρὸς ἅρμα δεξάμενος· καὶ ἡ μηλωτὴ Ἐλισσαίου, πλείω δυνηθεῖσα, ἢ τὰ σηρῶν νήματα, καὶ ὁ βιασθεὶς εἰς ἐσθῆτα χρυσός.

Ἠπάτα με καὶ ἡ ἔρημος Ἰωάννου, τὸν μέγιστον ἐν γεννητοῖς γυναικῶν ἔχουσα, μετὰ τῆς τροφῆς ἐκείνης, καὶ τῆς ζώνης, καὶ τοῦ ἐσθήματος. Ἐτόλμησά τι καὶ ὑπὲρ ταῦτα, Θεὸν εὗρον τῆς ἐμῆς ἀγροικίας συνήγορον. Μετὰ Βηθλεὲμ ταχθήσομαι, μετὰ τῆς φάτνης ἀτιμασθήσομαι, δι᾽ ἣν σὺ Θεὸν ἀτιμάζων, τί θαυμαστὸν, εἰ ἐκ τῆς αὐτῆς αἰτίας περιφρονεῖς καὶ τὸν κήρυκα; Προσοίσω σοι καὶ τοὺς ἁλιεῖς, καὶ τοὺς εὐαγγελιζομένους πτωχοὺς, πολλῶν πλουσίων προτιμηθέντας. Παύσῃ ποτὲ ταῖς πόλεσιν ἐπαιρόμενος; αἰδεσθήσῃ ποτὲ τὴν ἀπόπτυστόν σοι καὶ ἄτιμον ἐρημίαν; Οὔπω λέγω χροσὸν ἐν ψάμμοις τικτόμενον, καὶ λίθους διαφανεῖς, πετρῶν προβλήματα καὶ δωρήματα οἷς εἰ ἀντιθείην καὶ ὅσα ἐν πόλεσιν ἄτιμα, τάχα ἂν οὐκ εἰς καλὸν τῆς παῤῥησίας ἀπολαύσαιμι.

ΙΑʹ. Ἀλλὰ καὶ ξένος ἡμῖν ὁ κῆρυξ καὶ ὑπερόριος, τάχα ἂν εἴποι τις τῶν σφόβρα περιγραπτῶν τε καὶ φιλοσάρκων. Οἱ ἀπόστολοι δὲ, οὐ ξένοι τῶν πολλῶν ἐθνῶν τε καὶ πόλεων, εἰς ἃς ἐμερίσθησαν, ἵνα πανταχοῦ δράμῃ τὸ Εὐαγγέλιον, ἵνα μηδὲν ἀλαμπὲς ᾖ τοῦ τρισσοῦ φωτὸς, καὶ τῆς ἀληθείας ἀφώτιστον, ὥστε καὶ τοῖς ἐν σκότῳ καὶ σκιᾷ θανάτου καθημένοις λυθῆναι τὴν νύκτα τῆς ἀγνωσίας; Ἵν᾽ ἡμεῖς μὲν, φησὶν, εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομὴν, ἤκουσας Παύλου λέγοντος, Ἔστω Πέτρου ἡ Ἰουδαία· τι Παύλῳ κοινὸν πρὸς τὰ ἔθνη, Λουκᾷ πρὸς Ἀχαίαν, Ἀνδρέᾳ πρὸς τὴν Ἤπειρον, Ἰωάννῃ πρὸς Ἔφεσον, Θωμᾷ πρὸς Ἰνδικὴν, Μάρκῳ πρὸς Ἰταλίαν; τι δαὶ τοῖς ἄλλοις πᾶσιν, ἵνα μὴ τὰ καθ᾽ ἕκαστον λέγω, πρὸς τοὺς οἷς ἐπεδήμησαν; Ὥστε, ἢ κἀκείνοις ἐπιτίμησον, ἢ κἀμοὶ συγχώρησον, ἢ δεῖξον, ὅτι τὸν ἀληθῆ λόγον πρεσβεύων, ἐπηρεάζῃ τὴν φλυαρίαν. Ἐπεὶ δὲ μικροπρεπῶς διελέχθην σοι περὶ τούτων, φέρε, φιλοσοφήσω καὶ μεγαλοπρεπέστερον.

ΙΒʹ. Πᾶσι μία τοῖς ὑψηλοῖς πατρὶς, ὦ οὗτος, ἡ ἄνω Ἱερουσαλὴμ, εἰς ἣν ἀποτιθέμεθα τὸ πολίτευμα. Πᾶσι γένος ἓν, εἰ μὲν τὰ κάτω βούλει σκοπεῖν, ὁ χοῦς· εἰ δὲ τὰ ὑψηλότερα, τὸ ἐμφύσημα, οὗ μετειλήφαμεν, καὶ ὃ τηρεῖν ἐκελεύσθημεν, καὶ μεθ᾽ οὗ παραστῆναί με δεῖ λόγον ὑφέξοντα τῆς ἄνωθεν εὐγενείας καὶ τῆς εἰκόνος. Πᾶς μὲν οὖν εὐγενὴς, ὁ τοῦτο φυλάξας ἐξ ἀρετῆς, καὶ τῆς πρὸς τὸ ἀρχέτυπον νεύσεως· δυσγενὴς δὲ ἅπας, ὁ τῇ κακίᾳ συγχέας, καὶ μορφὴν ἑτέραν ἐπιβαλὼν ἑαυτῷ, τὴν τοῦ ὄφεως.

Αἱ δὲ κάτω πατρίδες αὗται, καὶ τὰ γένη ταῦτα, τῆς προσκαίρου ζωῆς καὶ σκηνῆς ἡμῶν γέγονε παίγνια. Πατρίς τε γὰρ, ἣν προκατέλαβεν ἕκαστος, ἢ τυραννήσας, ἢ δυστυχήσας, ἧς πάντες ὁμοίως ξένοι καὶ πάροικοι, κἂν ἐπὶ πολὺ τὰ ὀνόματα παίξωμεν.

Καὶ γένος εὐγενὲς μὲν, ἢ τὸ πάλαι πλούσιον, ἢ τὸ νῦν φυσώμενον· δυσγενὲς δὲ, τὸ πενήτων πατέρων, ἢ διὰ συμφορὰν, ἢ δι᾽ ἐπιείκειαν. Ἐπεὶ πῶς ἄνωθεν εὐγενὲς, οὗ τὸ μὲν ἄρχεται νῦν, τὸ δὲ καταλύεται· καὶ τοῖς μὲν οὐ δίδοται, τοῖς δὲ γράφεται;

Οὕτως ἐγὼ περὶ τούτων ἔχω. Καὶ διὰ τοῦτο, σὲ μὲν ἀφίημι τοῖς τάφοις μεγαλοφρονεῖν, ἢ τοῖς μύθοις. Ἐγὼ δὲ πειρῶμαι, ὡς οἷόν τε, ἀνακαθαίρειν ἐμαυτὸν τῆς ἀπάτης, ἵν᾽ ἢ φυλάξω τὴν εὐγένειαν, ἢ ἀνακαλέσωμαι.