Θʹ. Ἐγὼ δὲ οὕτως ἀρχαίως ἔχω καὶ φιλοσόφως, ὥστε ἕνα μὲν οὐρανὸν, καὶ κοινὸν ἅπασι τὸν αὐτὸν, ὑπολαμβάνω, κοινὴν δὲ ἡλίου καὶ σελήνης περίοδον, κοινὴν δὲ ἀστέρων τάξιν καὶ θέσιν, κοινὴν δὲ ἡμέρας καὶ νυκτὸς ἰσομοιρίαν καὶ εὐχρηστίαν· ἔτι δὲ ὡρῶν ἀλλαγὰς, καὶ ὑετοὺς, καὶ καρποὺς, καὶ ἀέρος ζωτικὴν δύναμιν· ἕλκεσθαι δὲ ποταμοὺς, πᾶσιν ὁμοίως τὸν κοινὸν πλοῦτον καὶ ἄφθονον· μίαν δὲ καὶ τὴν αὐτὴν εἶναι γῆν; μητέρα καὶ τάφον, ἐξ ἧς ἐλήφθημεν, καὶ εἰς ἣν ἀποστραφησόμεθα, μηδὲν πλέον ἀλλήλων ἔχοντες· καὶ ἔτι πρὸ τούτων, κοινὸν λόγον, νόμον προφήτας, αὐτὰ τὰ Χριστοῦ πάθη, δι᾽ ὧν ἀνεπλάσθημεν, οὐχ ὁ μὲν, ὁ δ᾽ οὒ, πάντες δὲ οἱ τοῦ αὐτοῦ Ἀδὰμ μετασχόντες, καὶ ὑπὸ τοῦ ὅφεως παραλογισθέντες, καὶ τῇ ἁμαρτίᾳ θανατωθέντες, καὶ διὰ τοῦ ἐπουρανίου Ἀδὰμ ἀνασωθέντες, καὶ πρὸς τὸ ξύλον τῆς ζωῆς ἐπαναχθέντες, διὰ τοῦ ξύλου τῆς ἀτιμίας, ὅθεν ἀποπεπτώκαμεν.