ΙΕʹ. Πρὸς δὲ καὶ ταῦτα ἐλογιζόμην τε καὶ λογίζομαι, καὶ σκοπεῖτε, εἰ μὴ καὶ λίαν ὀρθῶς, ἃ καὶ πολλάκις ὑμῖν ἐφιλοσόφησα. Ἔχουσιν οὗτοι τοὺς οἴκους, ἡμεῖς τὸν ἔνοικον· οὗτοι τοὺς ναοὺς, ἡμεῖς τὸν Θεόν· καὶ τὸ ναοὶ γενέσθαι Θεοῦ ζῶντος καὶ ζῶντες, ἱερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικὰ, θύματα τέλεια, θεοὶ διὰ Τρίαδος προσκυνουμένης. Οὗτοι δήμους, ἡμεῖς ἀγγέλους· οὗτοι θράσος, πίστιν ἡμεῖς· οὗτοι τὸ ἀπειλεῖν, ἡμεῖς τὸ προσεύχεσθαι· οὗτοι τὸ βάλλειν, ἡμεῖς τὸ φέρειν· οὗτοι χρυσὸν καὶ ἄργυρον, ἡμεῖς λόγον κεκαθαρμένον. Ἐποίησας σεαυτῷ διώροφα καὶ τριώροφα (γνῶθι τὰ ῥήματα τῆς Γραφῆς), οἶκον ῥιπιστὸν, διεσταλμένον θυρίσιν; ἀλλ᾽ οὔπω ταῦτα τῆς ἐμῆς πίστεως ὑψηλότερα, καὶ τῶν οὐρανῶν πρὸς οὓς φέρομαι. Μικρόν μοι τὸ ποίμνιον; Ἀλλ᾽ οὐκ ἐπὶ κρημνῶν φερόμενον. Στενή μοι ἡ μάνδρα, πλὴν λύκοις ἀνεπίβατος, πλὴν οὐ παραδεχομένη λῃστὴν, οὐδὲ ὑπερβαινομένη κλέπταις καὶ ξένοις. Ὄψομαι ταύτην, εὖ οἶδα, καὶ πλατυτέραν. Πολλοὺς τῶν νῦν λύκων, ἐν προβάτοις ἀριθμῆσαί με δεῖ, τυχὸν καὶ ποιμέσιν.