Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ Ἀρειανῶν καὶ περὶ ἑαυτοῦ

Γρηγόριος ὁ Ναζιανζηνός

Ομολογία της τριαδικής πίστεως και το σωτήριο βάπτισμα

Αναίρεση των αιρέσεων, σαφής διατύπωση της ορθόδοξης πίστης στον Πατέρα, τον Υιό και το Άγιο Πνεύμα, και τονισμός της σημασίας του βαπτίσματος στην ομοούσια Τριάδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 4

ΙϚʹ. Ταῦτα καλῶ κατ᾽ ὄνομα (οὐκ ἀνώνυμα γὰρ, ὥσπερ οὐδὲ ἀστέρες ἀριθμούμενοι καὶ ὀνομαζόμενοι), καὶ ἀκολουθοῦσί μοι, ἐκτρέφω γὰρ ἐπὶ ὕδατος ἀναπαύσεως· ἀκολουθοῦσι δὲ καὶ παντὶ τοιούτῳ ποιμένι, οὗ τὴν φωνὴν ὁρᾶτε, ὅπως ἡδέως ἤκουσαν· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ, ὅτι διαγνωστικὴν ἕξιν ἔχουσιν ἤδη φωνῆς οἰκείας καὶ ἀλλοτρίας. Φεύξονται Οὐαλεντίνου τὴν τοῦ ἑνὸς εἰς δύο κατατομὴν, οὐκ ἄλλον τοῦ ἀγαθοῦ τὸν Δημιουργὸν πιστεύοντες, καὶ τὸν Βυθὸν, καὶ τὴν Σιγὴν, καὶ τοὺς μυθικοὺς Αἰῶνας, τὰ βυθοῦ καὶ σιγῆς ὄντος ἄξια. Φεύξονται Μαρκίωνος τὸν ἐκ στοιχείων καὶ ἀριθμῶν Θεόν· Μοντανοῦ τὸ πονηρὸν πνεῦμα καὶ γυναικεῖον· Μάνου τὴν ὕλην μετὰ τοῦ σκότους· Ναυάτου τὴν ἀλαζονείαν, καὶ τὴν ἐν ῥήμασι καθαρότητα· Σαβελλίου τὴν ἀνάλυσιν καὶ τὴν σύγχυσιν, καὶ τὴν, ἵν᾽ οὕτως εἴπω, κατάποσιν, τὰ τρία εἰς ἓν συναιροῦντος, ἀλλ᾽ οὐκ ἐν τρισὶν ὑφεστῶσι τὸ ἓν ὁρίζοντος· Ἀρείου καὶ τῶν ὑπ᾽ Ἀρείῳ τὴν τῶν φύσεων ἀλλοτρίωσιν, καὶ τὸν καινὸν Ἰουδαϊσμὸν, μόνῳ τῷ ἀγεννήτῳ τὴν θεότητα περιγράφοντος· Φωτεινοῦ τὸν κάτω Χριστὸν, καὶ ἀπὸ Μαρίας ἀρχόμενον.

Αὖ τοὶ δὲ προσκυνοῦσι τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, μίαν θεότητα· Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱὸν, Θεὸν, εἰ μὴ τραχύνῃ, τὸ Πνεῦμα τὸ ἅγιον, μίαν φύσιν ἐν τρισὶν ἰδιότησι, νοεραῖς, τελείαις, καθ᾽ ἑαυτὰς ὑφεστώσαις, ἀριθμῷ διαιρεταῖς, καὶ οὐ διαιρεταῖς θεότητι.

ΙΖʹ. Τούτων παραχωρείτω μοι τῶν φωνῶν πᾶς ὁ ἀπειλῶν σήμερον· τῶν δὲ ἄλλων μεταποιείσθωσαν οἱ βουλόμενοι. Οὐκ ἀνέχεται Πατὴρ Υἱὸν ζημιούμενος, οὐδὲ Υἱὸς τὸ Πνεῦμα τὸ ἅγιον· ζημιοῦται δὲ, εἰ ποτὲ, καὶ εἰ κτίσματα. Οὐ γὰρ Θεὸς τὸ κτιζόμενον. Οὐ φέρω ζημιούμενος, οὐδὲ ἐγὼ τὴν τελείωσιν.

Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Εἰ τοῦτο ἀκυρωθείη μοι, παρὰ τίνος ἕξω τὸ δεύτερον; Τί φατὲ, οἱ καταβαπτίζοντες, ἢ ἀναβαπτίζοντες; Ἔστιν εἶναι πνευματικὸν δίχα Πνεύματος; Μετέχει δὲ Πνεύματος ὁ μὴ τιμῶν τὸ Πνεῦμα; Τιμᾷ δὲ ὁ εἰς κτίσμα καὶ ὁμόδουλον βαπτιζόμενος; Οὐκ ἔστιν, οὐχ οὕτω, πολλὰ ἐρεῖς. Οὐ ψεύσομαί σε, Πάτερ ἄναρχε· οὐ ψεύσομαί σε, μονογενὲς Λόγε· οὐ ψεύσομαί σε, τὸ Πνεῦμα τὸ ἅγιον. Οἶδα τίνι ὡμολόγησα, καὶ τίνι ἀπεταξάμην, καὶ τίνι συνεταξάμην. Οὐ δέχομαι τὰς πιστοῦ φωνὰς διδαχθῆναι, καὶ μαθεῖν ἀπίστους· ὁμολογῆσαι ἀλήθειαν, καὶ γενέσθαι μετὰ τοῦ ψεύδους· ὡς τελειούμενος κατελθεῖν, καὶ ἀνελθεῖν ἀτελέστερος· ὡς ζησόμενος βαπτισθῆναι, καὶ ἐννεκρωθῆναι τῷ ὕδατι, καθάπερ τὰ ταῖς ὠδῖσιν ἐναποθανόντα κυήματα, καὶ σύνδρομον λαβόντα τῇ γεννήσει τὸν θάνατον. Τί με ποιεῖς μακάριον ἐν ταυτῷ καὶ ἄθλιον, νεοφώτιστον καὶ ἀφώτιστον, θεῖον καὶ ἄθεον, ἵνα ναυαγήσω καὶ τὴν ἐλπίδα τῆς ἀναπλάσεως;

Βραχὺς ὁ λόγος· μνήσθητι τῆς ὁμολογίας. Εἰς τί ἐβαπτίσθης; εἰς Πατέρα; Καλῶς· πλὴν, Ἰουδαϊκὸν ἔτι. Εἰς Υἱόν; Καλῶς· οὐκ ἔτι μὲν Ἰουδαϊκὸν, οὔπω δὲ τέλειον. Εἰς τὸ ἅγιον Πνεῦμα; Ὑπέρευγε· τοῦτο τέλειον. Ἆρ᾽ οὖν ἁπλῶς εἰς ταῦτα, ἢ καί τι κοινὸν τούτων ὄνομα; Ναὶ κοινόν.

Τί τοῦτο; Δηλαδὴ τὸ τοῦ Θεοῦ. Εἰς τοῦτο τὸ κοινὸν ὄνομα πίστευε, καὶ κατευοδοῦ, καὶ βασίλευε, καὶ μεταβήσῃ ἐντεῦθεν εἰς τὴν ἐκεῖθεν μακαριότητα. Ἡ δέ ἐστιν, ὡς ἐμοί γε δοκεῖ, ἡ τούτων αὐτῶν ἐκτυπωτέρα κατάληψις· εἰς ἣν φθάσαιμεν καὶ ἡμεῖς, ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.