Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ ἀστρονόμων

Γρηγόριος ὁ Ναζιανζηνός

Η ανάσταση του σώματος και οι ψυχικές λειτουργίες

Περιγράφεται η αναδημιουργία του σώματος εκ των τεσσάρων στοιχείων και ερμηνεύονται οι ενέργειες της ψυχής που τελούνται μέσω του εγκεφάλου, της καρδιάς και των υπολοίπων οργάνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 3

μων ἐν αὐτοῖς καὶ ἀποφέρονται, ἐν μὲν τῷ πυρὶ τὸ θερμὸν τοῦ αἵματος ὡς εἰς ἰδίαν παρακαταθήκην, ἐν δὲ τῷ ὕδατι τὸ ὑγρὸν, ἐν δὲ τῷ ἀέρι τὸ ψυχρόν· λοιπὸν ἐν τῇ γῇ, ἤτοι τῷ τάφῳ, ἀπομένει τὸ ξηρὸν, ἤτοι ὁ χοῦς ὁ ληφθεὶς παρ᾽ αὐτῆς ὑπὸ Θεοῦ ἀπ᾽ ἀρχῆς. Τῷ οὖν καιρῷ τῆς ἀναστάσεως ὡς ἐκ παραθηκῶν τινων τῶν εἰρημένων τοῦ κόσμου μερῶν, ἀποδίδωσιν ἕκαστον στοιχεῖον πρὸς τὸν χοῦν τὸ ἴδιον, καὶ πάλιν συνίσταται τὸ σῶμα ἐκ τεσσάρων, καὶ προστρέχει αὐτῷ ἡ ψυχὴ, καὶ οὕτως πάλιν ἀναμορφοῦται ὁ ἄνθρωπος. Θελήσεις δὲ ὡς πάντα φιλολογοῦντα καὶ τοῦτο ἐν εἴδει ποιήσασθαι· φημὶ δὴ τῶν διὰ τοῦ σώματος ἐνεργειῶν τῆς ψυχῆς μνήμης τέ φημι καὶ λόγου, ἐπιθυμίας καὶ θυμοῦ, γέλωτός τε καὶ πνοῆς, ποῦ ταῦτα, καὶ διὰ ποίων ἐνεργοῦνται μορίων. Αἱ μέντοι γὰρ μνῆμαι καὶ αἱ τούτων διακρίσεις διὰ τοῦ ἐγκεφάλου ὑπὸ τῆς ψυχῆς ἐνεργοῦνται· διόπερ πολλάκις κατὰ κεφαλῆς τινες καιρίαν πληγὴν λαβόντες, οὐκ ἀπέθανον μὲν παρ᾽ αὐτὰ, ἔκφρονες δὲ καὶ ἀνούστατοι γέγοναν· διὰ τοῦτο μετάφρενα τὰ ὄπισθεν τῆς κεφαλῆς λέγονται. Τὸ δὲ λογιστικὸν διὰ τῆς καρδίας ἐνεργεῖ ἡ ψυχή. Τὸ δὲ ἀναπνευστικὸν διὰ τοῦ πνεύμονος· τὸ δὲ θυμικὸν διὰ τοῦ αἵματος· ὅθεν ἔστιν ἰδέσθαι πολλάκις ἐν τοῖς θυμουμένοις κατὰ τὴν ὥραν τοῦ θυμοῦ, ὕφαιμον καὶ πυρακτούμενον τὸ εἶδος αὐτῶν.

Τὸ δὲ ἐπιθυμητικὸν ἡ ψυχὴ διὰ τοῦ ἥπατος ἐνεργεῖ· ὅθεν τοῦ ἥπατος ψυχομένου, δυσπευσίας εὐθέως παρακολουθούσης, ἀνορεκτεῖ ὁ ἄνθρωπος περὶ τὰς βρώσεις.

Ἐπίστησον γὰρ ὡς πάντα τὰ λίχνα ζῶα τέλειον ἥπατος ἔχουσιν· οἷον γίνονται χοῖροι καὶ στρουθίονες. Γνώσῃ δὲ πάλιν τὸ μειδιαστικὸν διὰ τοῦ σπληνὸς ἐνεργεῖν τὴν ψυχὴν δυσεπιθύμως πρὸς τοὺς γέλωτας ἔχουσι· καὶ οἱ πολλάκις ὑπὸ πλειόνων γελώντων κατασυρόμενοι, σπληνίζεσθαί φασι. Θελήσεις δὲ πάντως καὶ περὶ σπερμογόνων νοεῖν δι᾽ οἵων καὶ πόθεν πρόεισι μορίων, οἵτινές εἰσιν οἱ νεφροί· ὅθεν καὶ οἱ περὶ τὰ τοιαῦτα δεινοὶ φιλοῦσιν εἰπεῖν τοὺς λίαν περὶ τὰς συνουσίας ἀφειδῶς ἔχοντας κατακάμπτεσθαι τῇ ὀδύνῃ τῶν νεφρῶν. Μέντοιγε οὖν πεφιλολογότας εἰδέναι χρὴ τὸ τοῖς πολλοῖς ἄδηλον, ὡς ψυχὴ ἀποῤῥαγεῖσα ἐκ τοῦ σώματος καὶ τῶν τοῦ σώματος ἀπηριθμημένων μορίων, καὶ γυμνὴ καθ᾽ ἑαυτὴν ἐν ἀσαρκίᾳ καὶ ἀς...μασίᾳ οὖσα, οὔτε μέμνηται λοιπὸν, οὔτε γεωργεῖ καθῶς μαρτυρεῖ ὁ εἰπὼν, ὅτι Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογ... (forte διαλογισμοὶ) αὐτοῦ.