Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ Ἰουλιανοῦ βασιλέως Α΄

Γρηγόριος ὁ Ναζιανζηνός

Προοίμιο, πρόσκληση σε εορτασμό και ευχαριστία για τη σωτηρία

Οικουμενική κλήση των πιστών σε ευχαριστήρια αναμέλπηση προς τον Θεό για την πτώση του τυράννου και τη σωστική Του παρέμβαση, με ιστορικές και προφητικές αναφορές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 10

ΛΟΓΟΣ Δʹ. Κατὰ Ἰουλιανοῦ Βασιλέως Στηλιτευτικὸς πρῶτος. Αʹ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· καλῶ γὰρ ἅπαντας, ὥσπερ ἐξ ἀπόπτου τινὸς καὶ μεσαιτάτης περιωπῆς, μεγάλῳ καὶ ὑψηλῷ τῷ κηρύγματι· ἀκούσατε, λαοὶ, φυλαὶ, γλῶσσαι, πᾶν γένος ἀνθρώπων, καὶ ἡλικία πᾶσα, ὅσοι τε νῦν ἐστε, καὶ ὅσοι γενήσεσθε· καὶ ἵν᾽ ᾖ μοι μεῖζον τὸ κήρυγμα, πᾶσα δύναμις τῶν οὐρανῶν, πάντες ἄγγελοι, οἷς ἔργον ἡ τοῦ τυράννου κατάλυσις, οὐ τὸν Σηὼν καθελοῦσι τὸν βασιλέα τῶν Ἀμοῤῥαίων, οὐδὲ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, μικροὺς δυνάστας, καὶ μικρὸν μέρος τῆς οἰκουμένης κακοῦντας τὸν Ἰσραήλ· ἀλλὰ τὸν δράκοντα, τὸν ἀποστάτην, τὸν νοῦν τὸν μέγαν, τὸν Ἀσσύριον, τὸν κοινὸν ἁπάντων ἐχθρὸν καὶ πολέμιον, τὸν πολλὰ μὲν ἐπὶ γῆς μανέντα καὶ ἀπειλήσαντα, πολλὴν δὲ ἀδικίαν εἰς τὸ ὕψος λαλήσαντά τε καὶ μελετήσαντα.

Βʹ. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ· καιρὸς γάρ μοι τὰ αὐτὰ τῷ μεγαλοφωνοτάτῳ τῶν προφητῶν Ἠσαΐᾳ συμφθέγξασθαι. Πλὴν ὅσον ὁ μὲν ἐπὶ τῷ Ἰσραὴλ ἀθετήσαντι ταῦτα καλεῖ καὶ μαρτύρεται· ἐγὼ δὲ ἐπὶ τυράννῳ, καὶ ἀθετήσαντι καὶ πεσόντι πτῶμα τῆς ἀσεβείας ἄξιον.

Γʹ. Ἄκουε, καὶ ἡ τοῦ μεγάλου Κωνσταντίου ψυχὴ, εἴ τις αἴσθησις, ὅσαι τε πρὸ αὐτοῦ βασιλέων φιλόχριστοι· τοῦ δὲ καὶ πάντων μάλιστα, ὅσῳ τῇ Χριστοῦ κληρονομίᾳ συναυξηθεὶς, καὶ αὐξήσας ταύτην εἰς δύναμιν, καὶ χρόνῳ βεβαιωσάμενος, ὥστε καὶ πάντων διὰ τοῦτο γενέσθαι τῶν πώποτε βασιλέων ὀνομαστότατος, (ὢ τῆς ἐπηρείας!) ἀγνόημα ἠγνόησε σφόδρα τῆς οἰκείας εὐσεβείας ἀνάξιον· ἔλαθεν ἐπιτρέφων Χριστιανοῖς τὸν Χριστοῦ πολέμιον, καὶ τοῦτο μόνον τῶν ἁπάντων οὐ καλῶς ἐφιλανθρωπεύσατο, καὶ σῶσαι καὶ βασιλεῦσαι τὸν κακῶς καὶ σωθέντα καὶ βασιλεύσαντα· καὶ διὰ τοῦτο μάλιστα ἂν ἡσθείη, ὥσπερ τῇ καταλύσει τῆς ἀσεβείας, καὶ τοῖς Χριστιανῶν πράγμασιν εἰς τὸ ἀρχαῖον ἐπανελθοῦσιν, οὕτω δὴ καὶ τῷ λόγῳ.

Λόγον γὰρ ἀναθήσω τῷ Θεῷ χαριστήριον, πάσης ἀλόγου θυσίας ἱερώτερόν τε καὶ καθαρώτερον, οὐ κατὰ τοὺς ἐναγεῖς ἐκείνου λόγους καὶ λήρους, καὶ τὰς ἐναγεστέρας θυσίας, ὧν ἡ περιουσία καὶ τὸ δυνατὸν ἀσεβείας ἦν δύναμις, καὶ ἄσοφος, ἵν᾽ οὕτως ὀνομάσω, σοφία· ἐπεὶ καὶ πᾶσα ἡ τοῦ αἰῶνος τούτου δύναμίς τε καὶ παίδευσις ἐν σκότει διαπορευομένη, καὶ τοῦ τῆς ἀληθείας φωτὸς πόῤῥω πίπτουσα· ἐκείνη μὲν δὴ τοιαύτη καὶ παρὰ τοιούτοις, καὶ τοιαύτας ἔχουσα τὰς ἐπικαρπίας, ὡσεὶ χόρτος ταχὺ ἀποξηραινομένη, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπίπτουσα, καὶ συναπιοῦσα τοῖς πατράσιν ἀπολλυμένοις μετ᾽ ἤχου, καὶ περιφανεστέροις τὴν πτῶσιν ἢ τὴν ἀσέβειαν.

Δʹ. Ἐμοὶ δὲ θύοντι θυσίαν αἰνέσεως σήμερον, καὶ τὴν ἀναίμακτον τῶν λόγων τιμὴν ἀνάπτοντι, τίς θέατρον περιστήσει τῇ χάριτι παρισούμενον; ἢ τίς συνηχήσει γλῶσσα τοσοῦτον, ὁπόσον καὶ βούλομαι; Τίς ἀκοὴ τῷ λόγῳ συμπροθυμηθήσεται;

Καὶ γὰρ οὐ τῷ Λόγῳ μόνον ἡ διὰ λόγου χάρις οἰκειοτάτη μετὰ τῶν ἄλλων ὧν ὀνομάζεται, καὶ ταύτῃ χαίροντι τῇ προσηγορίᾳ διαφερόντως καὶ τῇ δυνάμει τῆς κλήσεως· ἀλλὰ κἀκείνῳ πρέπουσα δίκη, λόγῳ κολάζεσθαι ὑπὲρ τῆς εἰς λόγους παρανομίας· ὧν κοινῶν ὄντων λογικοῖς ἅπασιν, ὡς ἰδίων αὐτοῦ, Χριστιανοῖς ἐφθόνησεν, ἀλογώτατα περὶ λόγων διανοηθεὶς, ὁ πάντων, ὡς ᾤετο, λογιώτατος.

Εʹ. Πρῶτον μὲν, ὅτι κακούργως τὴν προσηγορίαν μετέθηκεν ἐπὶ τὸ δοκοῦν, ὥσπερ τῆς θρησκείας ὄντα τὸν Ἕλληνα λόγον, ἀλλ᾽ οὐ τῆς γλώσσης· καὶ διὰ τοῦτο, ὡς ἀλλοτρίου καλοῦ φῶρας, τῶν λόγων ἡμᾶς ἀπήλασεν· ὥσπερ ἂν εἰ καὶ τεχνῶν εἶρξεν ἡμᾶς, ὅσαι παρ᾽ Ἕλλησιν εὕρηνται, καὶ τοῦτο διαφέρειν αὐτῷ διὰ τὴν ὁμωνυμίαν ἐνόμισεν· ἔπειτα, ὅτι λανθάνειν ἡμᾶς ὑπέλαβεν, οὐκ ἀγαθοῦ τινος τῶν πρώτων ἀποστερήσειν μέλλων, οἵ γε καὶ σφόδρα τούτους περιφρονοῦμεν τοὺς λόγους· ἀλλὰ τοὺς ἐλέγχους τῆς ἀσεβείας φοβούμενος, ὥσπερ ἐν τῇ κομψείᾳ τῆς λέξεως τὴν ἰσχὺν ἔχοντας, ἀλλ᾽ οὐκ ἐν τῇ γνώσει τῆς ἀληθείας καὶ τοῖς ἐνθυμήμασιν, ὧν ἐπισχεῖν ἡμᾶς ἀδυνατώτερον ἢ τὸν Θεὸν ὁμολογεῖν γλῶσσαν ἔχοντας· ἐπεὶ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἱερουργοῦμεν τὸν λόγον, ὥσπερ τὰ σώματα, ἡνίκα ἂν καὶ τούτοις ἀγωνίζεσθαι δέῃ περὶ τῆς ἀληθείας· ὥστε ὁ τοῦτο προστάξας Ἀττικίζειν μὲν ἐκώλυσε, τὸ δὲ ἀληθεύειν οὐκ ἔπαυσε· καὶ τὸ μὲν ἑαυτοῦ σαθρὸν ἤλεγξε, τοὺς ἐλέγχους δὲ οὐ διέφυγεν· ὅτι μὴ καὶ μᾶλλον τούτοις ἑαυτὸν ὑποθεὶς ἠγνόησεν.

Ϛʹ. Οὐ γὰρ θαῤῥοῦντος ἦν οὔτε τοῖς ὑπὲρ τῆς θρησκείας δικαίοις, οὔτε τοῖς λόγοις αὐτοῖς τὸ τοὺς ἡμετέρους ἐπίσχειν λόγους· ὥσπερ ἂν εἴ τις κράτιστον ἑαυτὸν νομίζοι τῶν ἀθλητῶν, καὶ ἀξιοίη κατὰ πάντων κηρύττεσθαι, μηδένα τῶν γενναίων ἀγωνίζεσθαι, μηδὲ καταβαίνειν εἰς τὸ στάδιον ἐπιτάξας, ἤ τι τῶν μελῶν περικόψας, ὅπερ ἀνανδρίας μᾶλλον ἢ ῥώμης τεκμήριον. Κατὰ γὰρ τῶν ἀγωνιζομένων, οὐ τῶν ἄνω καθεζομένων οἱ στέφανοι· καὶ τῶν πάσῃ τῇ ῥώμῃ χρωμένων, οὐ τῶν περιῃρημένων τὸ πολὺ τῆς δυνάμεως. Εἰ δὲ ὅλως συμμίξαι καὶ εἰς χεῖρας ἐλθεῖν ἐφοβήθης, αὐτῷ τούτῳ τὴν ἧτταν ἔδειξας, καὶ νικᾷν ὑπῆρξέ μοι μηδὲ ἠγωνισμένῳ, ὃν ἠγωνίσω μὴ ἀγωνίσασθαι.

Ταῦτα μὲν ὁ σοφὸς ἡμῖν βασιλεύς τε καὶ νομοθέτης, ὥσπερ ἵνα μηδὲν αὐτοῦ τῆς τυραννίδος ἄμοιρον ᾖ, καὶ προκηρύξῃ τὴν ἀλογίαν ἐν ἀρχῇ τῆς ἑαυτοῦ βασιλείας, τυραννήσας πρὸ τῶν ἄλλων τοὺς λόγους· ἡμῖν δὲ καλὸν καὶ ὑπὲρ τῶν λόγων αὐτῶν ὁμολογεῖν τῷ Θεῷ χάριν, τὴν ἐλευθερίαν ἀπολαβόντων· καὶ μάλιστα μὲν καὶ τοῖς ἄλλοις τιμᾷν αὐτὸν ἀναθήμασι φειδομένους μηδενὸς, μήτε χρημάτων μήτε κτημάτων, ἃ, τοῦ καιροῦ γενόμενα καὶ τῆς τυραννίδος, ἡ φιλανθρωπία τοῦ Θεοῦ διεσώσατο, τιμᾷν δὲ πρὸ τῶν ἄλλων τοῖς λόγοις, τῇ δικαίᾳ καρποφορίᾳ καὶ κοινῇ πάντων, ὅσοι τῆς χάριτος μετειλήφασιν.

Ἀλλ᾽ ὁ μὲν ὑπὲρ τῶν λόγων λόγος τοσοῦτος· ἵνα μὴ, μακρότερον ἀποτείνοντες, ἔξω τοῦ καιροῦ πίπτωμεν, καὶ ἄλλο τι μᾶλλον σπουδάζειν δοκῶμεν ἢ οὗ χάριν συνεληλύθαμεν. Ζʹ.

Ἤδη δέ μοι πηδᾷ καὶ ἵεται πρὸς πανηγυρισμὸν ὁ λόγος, καὶ τοῖς ὁρωμένοις συμφαιδρύνεται, καὶ καλεῖ πάντας εἰς χορείαν πνευματικὴν, ὅσοι τε νηστείαις καὶ κλαυθμῷ, καὶ δεήσει προσέκειντο, νυκτὸς καὶ ἡμέρας αἰτούμενοι λύτρωσιν τῶν κατεχόντων ἀνιαρῶν, καὶ δεξιὸν ἐν τοῖς κακοῖς φάρμακον, τὴν οὐ καταισχύνουσαν ἐλπίδα ποιούμενοι· ὅσοι τε, μεγάλους ἀνατλάντες ἀγῶνας καὶ ἄθλους, καὶ πολλαῖς πληγέντες καὶ χαλεπαῖς τοῦ καιροῦ προσβολαῖς, θέατρον ἐγενήθησαν τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις, κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν· καὶ τὰ μὲν σώματα κάμνοντες, τὰς δὲ ψυχὰς ἀήττητοι διαμείναντες, καὶ πάντα ἰσχύοντες ἐν τῷ δυναμοῦντι αὐτοὺς Χριστῷ· ὅσοι τε, κοσμικὴν ἀποθέμενοι κακίας ὕλην καὶ δυναστείαν, ἢ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων μετὰ χαρᾶς προσδεξάμενοι, ἢ τῆς ἑαυτῶν, ὃ δὴ λέγεται, φυγαδευθέντες ἀδίκως, ἢ ἀνδρῶν, ἢ γυναικῶν, ἢ γονέων, ἢ τέκνων, ἢ ὅσοις ἄλλοις ὀνόμασι τῆς μικρᾶς οἰκειότητος κατεχόμεθα, τούτων πρὸς ὀλίγον διαζευχθέντες, καὶ τῷ Χριστοῦ καρποφορήσαντες αἵματι τὰ ὑπὲρ Χριστοῦ πάθη, νῦν ἂν ἐκεῖνο λέγοιεν καὶ ᾄδοιεν ἐν καιρῷ, τὸ, Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος· καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

Ηʹ. Καλῶ καὶ τὴν ἑτέραν μοῖραν εἰς τὴν πανήγυριν, ὅσοι, τὸν μὲν τῶν ὅλων ὁμολογοῦντες Θεὸν, καὶ μέχρι τούτου τοὺς λογισμοὺς ὑγιαίνοντες τοῖς δὲ τῆς προνοίας λόγοις οὐκ ἐμβατεύοντες, ἐκ τῶν ἐναντίων πολλάκις τὰ βελτίω διοικουμένης, καὶ τῇ χρηστότητι προκαλουμένης τὴν ἐπανόρθωσιν, ἀλλὰ διὰ πτωχείαν ψυχῆς καὶ κουφότητα, ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ τοὺς λογισμοὺς, ἐμπυριζόμενοί τε καὶ ἀναπτόμενοι, καὶ εἰρήνην ἁμαρτωλῶν οὐ φέροντες, ὃ δὴ φησὶν ὁ ψαλμὸς, οὐδ᾽ ὑπομένοντες τοῦ Θεοῦ τὴν βουλὴν, καὶ πρὸς τὸ πέρας μακροθυμοῦντες· δοῦλοι δὲ ὄντες ἀεὶ τῶν παρόντων καὶ τῶν ὁρωμένων, τοῖς τοιούτοις θαύμασι βεβαιοῦνται πρὸς τὴν ἀλήθειαν.

Θʹ. Καλῶ καὶ τὰς ἐπτοημένας ψυχὰς περὶ τὴν τοῦ κόσμου τοῦδε σκηνὴν καὶ τὸ μέγα θέατρον· καὶ καλῶ γε τοῖς Ἡσαΐου ῥήμασι· Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε, καὶ τὸ τῆς ψυχῆς ὄμμα ἐκ τῆς ἔξω περιπλανήσεως ἐπιστρέψασαι, σχολάσατε καὶ γνῶτε, ὅτι αὐτός ἐστιν ὁ Θεὸς, ὑψούμενος ἐν τοῖς ἔθνεσιν, ὑψούμενος ἐν τῇ γῇ, ἀεί ποτε ἐν πᾶσιν οἷς ἐποίησε θαυμασίοις καὶ τέρασι, καὶ τοῖς νῦν ἐναργέστερον.

Ιʹ. Εἴθε μοι τοῦ χοροῦ μέρος ἦν κἀκεῖνο τὸ σύστημα, ὃ, σὺν ἡμῖν τέως τῷ Θεῷ προσᾷδον οὐ κίβδηλον ᾠδὴν, οὐδὲ ἀδόκιμον, ἀλλὰ καὶ τῆς δεξιᾶς ποτε στάσεως ἀξιούμενον, πιστεύω δὲ, ὅτι καὶ μετ᾽ ὀλίγον ἀξιωθησόμενον, οὐκ οἶδ᾽ ὅ τι παθὸν, ἐξαίφνης μεθαρμόζεταί τε καὶ μετατάττεται· καὶ οὐδὲ ὑπὸ τῆς κοινῆς εὐφροσύνης, ὃ καὶ θαυμάζω μᾶλλον. εἰς ταυτὸν ἔρχεται· ἀλλ᾽ ἰδίαν ἵστησιν οὐκ εὔρυθμόν τινα ταύτην χορείαν, οὐδὲ ἐναρμόνιον· τοσοῦτον γὰρ ἴσως εἰπεῖν καὶ αὐτοὶ δώσουσιν· ἀλλ᾽ ὁποίαν καὶ τίνα; εἰ καὶ κινεῖται λέγειν ὁ ζῆλος, ἀλλ᾽ ἡ πίστις κρατεῖ· καὶ καθέξω τοῦ λόγου τὸ ἀηδὲς αἰδοῖ τῆς ἐλπίδος. Ἔτι μου περιέπω τὰ μέλη· ἔτι δίδωμι πλέον τῇ πρὶν ἀγάπῃ τῆς παρούσης ὑπεροψίας· καὶ διὰ τοῦτο γίνομαι μακροθυμότερος, ἵν᾽ ὀνειδίσω θερμότερον.

ΙΑʹ. Μίαν μοῖραν, ἓν ψυχῶν γένος ἀποκηρύττω τῆς πανηγύρεως, στένων μὲν καὶ ἀλγῶν, καὶ οὐδὲ ἐπαΐοντας ἴσως πενθῶν, οὐδ᾽ αἰσθανομένους τῆς ἑαυτῶν ἀπωλείας ἀποδυρόμενος· τοῦτο γὰρ τῆς πληγῆς αὐτῶν τὸ ἐλεεινότατον· ἀποκηρύττω δ᾽ ὅμως, οἳ, σπαρέντες οὐκ ἐπὶ τὴν στερεὰν πέτραν καὶ ἄσειστον, ἀλλ᾽ ἐπὶ τὴν ξηράν τε καὶ ἄγονον· εἰσὶ δὲ οἱ τῷ λόγῳ προσελθόντες ἐπιπολαίως καὶ ὀλιγόπιστοι, καὶ διὰ τὸ μὴ ἔχειν βάθος γῆς, εὐθέως ἐξανατείλαντες, καὶ προκύψαντες, ἵνα τοῖς πλησίον ἀρέσωσιν, ἔπειτα ὑπὸ βραχείας τοῦ πονηροῦ προσβολῆς καὶ ὀλίγου πειρασμῶν καύσωνος, ἐξηράνθησαν καὶ ἀπέθανον. Καὶ τούτων ἔτι χείρους, καὶ μᾶλλον ἀποκηρυκτέοι τῆς πανηγύρεως, ὅσοι μηδὲ πρὸς ὀλίγον ἀντέβησαν τῷ καιρῷ, καὶ τοῖς τὴν κακὴν αἰχμαλωσίαν ἡμᾶς αἰχμαλωτίζουσιν ἀπὸ τοῦ ἀναβάντος εἰς ὕψος, καὶ καλῶς ἡμᾶς αἰχμαλωτίσαντος· ἀλλ᾽ ἐκ περιουσίας ἐφάνησαν πονηροί τε καὶ εὔωνοι, οὐδὲ πρὸς ὀλίγον ἀντισχόντες, οὐδὲ γενομένης τινὸς αὐτοῖς θλίψεως, ἢ πειρασμοῦ, διὰ τὸν Λόγον σκανδαλισθέντες, ἀλλὰ προσκαίρου κέρδους, ἢ θεραπείας, ἢ δυναστείας μικρᾶς, οἱ δείλαιοι τὴν ἑαυτῶν σωτηρίαν ἀπεμπολήσαντες.

Ιβʹ.

Ἐπεὶ δὲ ἀνεκαθήραμεν τῷ λόγῳ τοῦ χοροῦ τὸ πλήρωμα, φέρε, ὅση δύναμις, ἁγνισάμενοι καὶ σώματα, καὶ ψυχὰς, καὶ μίαν ἀναλαβόντες φωνὴν, ἑνὶ συναρμοσθέντες Πνεύματι, τὴν ἐπινίκιον ᾄδωμεν ἐκείνην ᾠδὴν, ἥν ποτε ᾖσεν ὁ Ἰσραὴλ ἐπὶ τοῖς Αἰγυπτίοις, τῇ Ἐρυθρᾷ καλυφθεῖσι θαλάσσῃ, ἐξαρχούσης Μαρίας, καὶ ἀνακρουομένης τὸ τύμπανον· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν, οὐκ εἰς θάλασσαν, τοῦτο γὰρ μεθαρμόζω τῆς ᾠδῆς, ἀλλ᾽ ὅποι φίλον ἦν αὐτῷ, καὶ ὅπως αὐτὸς ἐδικαίωσεν· Ὁ ποιῶν πάντα καὶ μετασκευάζων, εἶπέ που τῆς ἑαυτοῦ προφητείας Ἀμὼς φιλοσοφῶν ἐνθεώτατα· ὁ ἐκτρέπων εἰς τὸ πρωῒ σκιὰν θανάτου, καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, καὶ οἱονεὶ διὰ κύκλου τινὸς εὐθύνων καὶ διεξάγων τὸν ἅπαντα κόσμον, καὶ τὰ ἡμέτερα, σαλευόμενά τε ὁμοῦ καὶ μὴ σαλευόμενα, ταῖς μεταβολαῖς κινούμενα καὶ περιτρεπόμενα, καὶ ἄλλοτε ἄλλως ἔχοντα· τῇ τάξει δὲ τῆς προνοίας πάγια καὶ ἀκίνητα, κἂν διὰ τῶν ἐναντίων ὁδεύῃ, τῷ Λόγῳ μὲν δήλων, ἡμῖν δὲ ἀγνοουμένων· ὁ καθαίρων δυνάστας ἀπὸ θρόνων, καὶ ἀνυπονόητον κοσμῶν διαδήματι· παρὰ γὰρ τῆς θείας καὶ τοῦτο λαμβάνω Γραφῆς· ὁ γόνασιν ἀδυνατοῦσι θάρσος περιτιθεὶς, καὶ συντρίβων ἁμαρτωλοῦ καὶ πονηροῦ βραχίονας καὶ ταῦτα παρ᾽ ἄλλης ᾠδῆς, ὅπως ἂν ἕκαστον ἐπίῃ τῇ μνήμῃ, πολλῶν συμπληρούντων μοι τὴν ᾠδὴν, καὶ συνερανιζόντων τὸν χαριστήριον· ὁ διδοὺς ὁρᾶσθαι τοῦ ἀσεβοῦς καὶ τὴν ὑπὲρ τὰς κέδρους ἔπαρσιν, καὶ τὴν εἰς τὸ μηκέτι εἶναι καθαίρεσιν· ὅταν αὐτοῦ παρελθεῖν δυνηθῶμεν τάχει καὶ ἀσφαλείᾳ ποδὸς τὴν ἀσέβειαν.

ΙΓʹ. Τίς ταῦτα πρὸς ἀξίαν ἄσεται, καὶ διηγήσεται τῶν τὰ θεῖα διηγουμένων; Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; τίνα φωνὴν, ἢ τίνα λόγου δύναμιν ἐξισώσει τῷ θαύματι; Τίς συνέτριψεν ὅπλον, καὶ ῥομφαίαν, καὶ πόλεμον; Τίς συνέθλασε τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος; Τίς ἔδωκεν αὐτὸν βρῶμα λαοῖς, οἷς καὶ παρέδωκε; Τίς ἔστησεν εἰς αὔραν καταιγίδα; Τίς εἶπε τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο; καὶ, Ἐν σοὶ συντριβήσεταί σου τὰ κύματα· καὶ μέντοι καὶ συντρίψας, οὐκ ἐπὶ πολὺ μετεωρισθέντα καὶ ἀναζέσαντα; Τίς ἐπάνω ὄφεων καὶ σκορπίων πατεῖν ἐδωρήσατο, οὐκ ἔτι λάθρα τὴν πτέρναν τηρούντων, ὡς ἡ κατάκρισις, ἀλλὰ φανερῶς ἐπανισταμένων καὶ διαιρόντων τὴν κεφαλὴν, ἣν πατεῖσθαι κατεδικάσθησαν; Τίς ὁ ποιήσας κρῖμα καὶ δικαιοσύνην ἀδόκητον; Τίς ὁ μὴ παντελῶς ἐπαφεὶς τὴν ῥάβδον τῶν ἁμαρτωλῶν, ἆρα θαῤῥῆσαι χρὴ τῷ κλήρῳ τῶν δικαίων εἰπεῖν; ἢ, ὃ τούτου μετριώτερον, τῷ κλήρῳ αὐτὸν γινωσκόντων;

ΙΔʹ. Οὐ γὰρ ὡς δίκαιοι παρεδόθημεν, τοῦτο γὰρ, ὀλίγοι καὶ ὀλιγάκις· ἵν᾽, ὡς ἀθληταὶ γενναῖοι, τὸν πειραστὴν καταισχύνωσιν· ἀλλ᾽ ὡς ἁμαρτάνοντες κατεκρίθημεν, εἶτα ἠλεήθημεν κηδεμονικῶς τε καὶ πατρικῶς, ὅσον σωφρονισθῆναι, πληγέντες, καὶ ὅσον πρὸς αὐτὸν ἐπιστρέψαι νουθετηθέντες.

Ἤλεγξε μὲν γὰρ, οὐ τῷ θυμῷ δέ· καὶ πεπαίδευκε μὲν, οὐ τῇ ὀργῇ δέ· δι᾽ ἀμφοτέρων δεικνὺς τὸ φιλάνθρωπον καὶ τῆς ὑπομνήσεως, καὶ τῆς ἀνέσεως. Τίς ὁ ποιήσας ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ.

ΙΕʹ. Μίαν εὑρίσκω φωνὴν, ἓν μέλος, τῶν παρόντων πως ἄξιον, ἣν Ἡσαΐας πρὸ ἡμῶν ἀνεφθέγξατο, σφόδρα τῷ νῦν καιρῷ πρέπουσαν, καὶ τῷ μεγέθει τῆς εὐεργεσίας ἁμιλλωμένην· Εὐφραινέσθω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην· ῥηξάτω τὰ ὄρη εὐφροσύνην, καὶ οἱ βουνοὶ ἀγαλλίασιν· ἐπεὶ καὶ κτίσις πᾶσα, καὶ δυνάμεις οὐράνιοι, καὶ τῶν τοιούτων, ὥς γε δὴ ὁ ἐμὸς λόγος, συνεπαισθάνονται· οὐ γὰρ συστενάζει μόνον καὶ συνωδίνει δουλεύουσα τῇ φθορᾷ, τοῖς κάτω λέγω γινομένοις τε καὶ ἀπογινομένοις, ἀποκαραδοκοῦσα τὸ τέλος τούτων καὶ τὴν ἀποκάλυψιν, ἵνα καὶ αὐτὴ τότε τύχῃ τῆς ἐλπιζομένης ἐλευθερίας, ὡς νῦν ἄκουσα τούτοις προσδεδεμένη διὰ τὴν τοῦ δημιουργήσαντος δύναμιν, ἀλλὰ καὶ συνδοξάζει καὶ συναγάλλεται τοῖς τοῦ Θεοῦ τέκνοις εὐφραινομένοις.

ΙϚʹ. Τοιγαροῦν, οὐ γὰρ ἀφέξομαι θείων φωνῶν θείαν ἐξηγούμενος δύναμιν, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον, ἡ χήρα χθὲς καὶ πρώην, ὥς γε ἐδόκει, καὶ ἄνανδρος Ἐκκλησία, καὶ πᾶς ὁ τῷ φθονερῷ καὶ ἀτερπεῖ χειμῶνι τῆς ἀσεβείας τέως συνεσταλμένος· ὅτι ἠλέησε Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλέλοιπεν· ὅτι ἐποίησε θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· ἡ δὲ ἦν, εὐδοκεῖν ἐπὶ τοὺς φοβουμένους αὐτὸν, καὶ τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ· ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν· ὅτι διὰ τὰς ἀνομίας ἡμῶν ἐταπεινώθημεν, ἀλλ᾽ ἀνεκλήθημεν, καὶ, τῆς παγίδος συντριβείσης, ἐῤῥύσθημεν ἐν χάριτι τοῦ καλέσαντος ἡμᾶς, καὶ τοὺς ταπεινοὺς τῇ καρδίᾳ παρακαλοῦντος Θεοῦ.

ΙΖʹ. Ὁρᾶτε ὅπως πλέκω τὴν ᾠδὴν θείοις καὶ ῥήμασι καὶ διανοήμασι; καὶ οὐκ οἶδ᾽ ὅπως ἀλλοτρίοις ἐπαίρομαί τε καὶ καλλωπίζομαι, καὶ ὥσπερ ἔνθους ὑφ᾽ ἡδονῆς γίνομαι· ἀτιμάζω δὲ ἅπαν ταπεινὸν καὶ ἀνθρώπινον, ἄλλα ἄλλοις συμβιβάζων καὶ συναρμόζων, καὶ εἰς ἓν ἄγων τὰ τοῦ αὐτοῦ Πνεύματος;

ΙΕʹ. Πρότερον μὲν οὖν ἐδείκνυ τοῦ Θεοῦ τὰ θαυμάσια Ἐνὼχ μετατιθέμενος, Ἡλίας ἀναλαμβανόμενος, Νῶε διασωζόμενος, καὶ διασώζων τὰ σπέρματα τῶν γενῶν, ἐν μικρῷ ξύλῳ τὸν κόσμον, φυγόντων οἰκουμένης ἐπίκλυσιν, ἵν᾽ ἡ γῆ κοσμηθῇ πάλιν εὐσεβεστέροις οἰκήτορσιν· Ἀβραὰμ καλούμενος, καὶ παιδὶ παρ᾽ ἡλικίαν τιμώμενος, εἰς πίστιν ἑτέρου τοῦ ἐπηγγελμένου σπέρματος, καὶ τὸν μονογενῆ προσφέρων θυσίαν πρόθυμον, καὶ ἱερεῖον ξένον ἀντὶ τοῦ παιδὸς κομιζόμενος· παράδοξος ἀσεβῶν ἀπώλεια, πυρὶ καὶ θείῳ κατακλυσθέντων, εὐσεβῶν κλοπὴ παραδοξοτέρα, στήλη ἁλὸς τὴν πρὸς τὸ κακὸν ἐπιστροφὴν θριαμβεύουσα· Ἰωσήφ τε πιπρασκόμενος, καὶ ἐρώμενος, καὶ σωφρονῶν, καὶ παρὰ Θεοῦ σοφιζόμενος, καὶ ἐλευθερούμενος, καὶ δυναστεύων, καὶ σιτοδοτῶν ἐπ᾽ οἰκονομίᾳ μείζονι· Μωϋσῆς θεοφανείας ἀξιούμενος, καὶ νομοθετούμενος καὶ νομοθετῶν, καὶ Θεὸς Φαραὼ γινόμενος, καὶ πρὸς τὴν γῆν τῆς ἐπαγγελίας τῷ Ἰσραὴλ ἐξηγούμενος· Αἰγυπτίων τε ἀριθμούμεναι μάστιγες, καὶ σωτηρία τῶν πονουμένων ἐν μέσοις τοῖς Αἰγυπτίοις· θάλασσά τε ὑποχωροῦσα ῥάβδῳ, καὶ συνιοῦσα λόγῳ, καὶ τοὺς μὲν ὡς ξηρὰ παραπέμπουσα, τοὺς δὲ κατὰ τὴν φύσιν ἑαυτῆς ἐπιῤῥέουσα.

Ιθʹ. Τἄλλα τε, ὅσα τούτοις ἐπηκολούθησε, στύλος νεφέλης ἐπισκιάζων ἡμέρας, στύλος πυρὸς φωτίζων νυκτὸς, καὶ ὁδηγοῦντες ἀμφότεροι· ἄρτος ὑόμενος ἐν ἐρήμῳ, ὄψον ἐξ οὐρανοῦ πεμπόμενον· ὁ μὲν τῇ χρείᾳ σύμμετρος, τὸ δὲ καὶ ὑπὲρ τὴν χρείαν· ὕδωρ ἐκ πέτρας, τὸ μὲν ἐκδιδόμενον, τὸ δὲ γλυκαινόμενον· Ἀμαλὴκ εὐχῇ καταπολεμούμενος, καὶ χειρῶν ἀποῤῥήτῳ καὶ μυστικῷ σχήματι· ἥλιός τε ἱστάμενος, καὶ σελήνη κατεχομένη, καὶ Ἰορδάνης ἀνακοπτόμενος· τείχη κατασειόμενα ἱερέων περιόδῳ, καὶ σαλπίγγων ἤχῳ, καὶ ἀριθμῷ δύναμιν ἔχοντι· γῆ καὶ πόκος, ἐναλλὰξ ὑόμενά τε καὶ ἄβροχα διαμένοντα· δύναμις ἐν θριξὶ, στρατιᾶς ὅλης ἀντίῤῥοπος· λογάδες ὀλίγοι λάπτοντες, καὶ νικᾷν πιστευόμενοι, καὶ νικῶντες, κατὰ τὰς ἐλπίδας, ὁ βραχὺς ἀριθμὸς τὰς πλείονας χιλιάδας. Τί με δεῖ καταριθμεῖν ἕκαστα, ὅσα δι᾽ αὐτοῦ Χριστοῦ κατὰ τὴν σωτήριον αὐτοῦ παρουσίαν καὶ σάρκωσιν, ὅσα μετ᾽ ἐκεῖνόν τε καὶ δι᾽ ἐκείνου τοῖς ἱεροῖς ἀποστόλοις αὐτοῦ, καὶ ὑπηρέταις τοῦ λόγου τεθαυματούργηται; Πόσαι ταῦτα καὶ βίβλοι καὶ μνῆμαι φέρουσι; ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, καὶ διαδοχαὶ γενεῶν, τῆς τοῦ Θεοῦ δυναστείας τὰ θαύματα.