Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ Ἰουλιανοῦ βασιλέως Α΄

Γρηγόριος ὁ Ναζιανζηνός

Η ανατροφή του Ιουλιανού, η υποκριτική ευσέβεια και η σταδιακή αποστασία

Η προστασία του Ιουλιανού από τον αυτοκράτορα Κωνστάντιο, η εκπαίδευσή του, η ανέγερση μαρτυρικών ναών και η κρυφή προσχώρησή του στην πλάνη της θύραθεν φιλοσοφίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 10

Ἐπεὶ δὲ οὐχ οἷόν τε ταῦτα δηλῶσαι, μὴ τὸ τοῦ κινδύνου παραστήσαντας μέγεθος· τοῦτο δὲ οὐχ οἷόν τε, μὴ τὸ τοῦ τρόπου κακόηθες διελέγξαντας, καὶ ἐξ οἵων ἀρχῶν καὶ τῆς κακίας σπερμάτων ἐπὶ τὴν κακοδαιμονίαν τοσαύτην ἐξέπεσε, κατὰ μικρὸν τὴν ἀσέβειαν συναυξήσας, ὥσπερ τὸν ἰὸν τῶν ἑρπετῶν καὶ τῶν θηρίων ὅσα πικρότατα, πάντα μὲν οὖν ἐκτραγῳδεῖν τὰ ἐκείνου βίβλοις καὶ ἱστορίαις παρήσομεν· οὐ γὰρ ἡμῖν γε σχολὴ μακρότερα τῆς παρούσης ὑποθέσεως ῥαψῳδεῖν· αὐτοὶ δὲ ὀλίγα ἐκ πολλῶν διελθόντες, στηλογραφίαν ὥσπερ τινὰ τοῖς μεθ᾽ ἡμᾶς καταλείψομεν ἐπὶ τὰ κυριώτατα καὶ περιφανέστατα τῶν κατ᾽ ἐκεῖνον τῷ λόγῳ χωρήσαντες.

ΚΑʹ. Ἐκεῖνος ἓν μὲν καὶ πρῶτον, ὑπὸ τοῦ μεγάλου Κωνσταντίου σωθεὶς, ἄρτι παρὰ τοῦ πατρὸς διαδεξαμένου τὸ κράτος (ἡνίκα τὸ στρατιωτικὸν ἐξωπλίσθη κατὰ τῶν ἐν τέλει, καινοτομοῦν φόβῳ καινοτομίας, καὶ διὰ νέων προστατῶν καθίστατο τὰ βασίλεια)· καὶ σωθείς γε σὺν τῷ ἀδελφῷ σωτηρίαν ἄπιστον καὶ παράδοξον, οὔτε τῷ Θεῷ χάριν ἔσχε τῆς σωτηρίας, οὔτε τῷ βασιλεῖ, δι᾽ οὗ σέσωστο· ἀλλ᾽ ἀμφοτέροις ὤφθη κακὸς, τῷ μὲν ἀποστασίαν ὠδίνων, τῷ δὲ ἐπανάστασιν.

ΚΒʹ. Ὃ δέ μοι πρὸ τούτων εἰπεῖν ἀναγκαῖον, διαίτης μὲν καὶ θεραπείας ἔν τινι τῶν βασιλικῶν χωρίων ἠξιοῦντο βασιλικῆς παρὰ τοῦ φιλανθρωποτάτου βασιλέως, ὡς τοῦ γένους λείψανα τῇ βασιλείᾳ τηρούμενοι· ὁμοῦ μὲν ἀπολογίαν ἐπινοοῦντος τῶν νεωτερισθέντων ἐν ἀρχῇ τῆς βασιλείας, ὡς οὐ κατ᾽ ἐκείνου γνώμην τετολμημένων· ὁμοῦ δὲ καὶ τὸ μεγαλόψυχον ἐπιδείξασθαι ζητοῦντος τῇ κοινωνίᾳ τῆς βασιλείας· καὶ τρίτον, τὴν ἀρχὴν καταστήσασθαι ταῖς προσθήκαις βεβαιοτέραν, ὅπερ ἦν διανοουμένου χρηστότερα ἢ σοφώτερα.

ΚΓʹ. Ἐπεὶ δὲ ἦγον ἀπὸ πάντων σχολὴν, τῆς μὲν βασιλείας μελλούσης ἔτι καὶ μελετωμένης, τῆς δὲ ἡλικίας ἅμα καὶ τῆς ἐλπίδος ταῖς δευτέραις τῶν ἀρχῶν οὐ προσαγούσης, ἐχρῶντο μὲν καὶ τῶν ἄλλων παιδευταῖς μαθημάτων, πᾶσαν τὴν ἐγκύκλιον παίδευσιν ἐκπαιδεύοντος αὐτοὺς τοῦ θείου καὶ βασιλέως· ἐχρῶντο δὲ καὶ τῇ καθ᾽ ἡμᾶς φιλοσοφίᾳ πλέον, οὐ τῇ περὶ λόγους μόνον, ἀλλ᾽ ὅση καὶ διὰ τῶν ἠθῶν ἔχει τὸ εὐσεβές· ἀνδρῶν τε τοῖς σπουδαιοτάτοις προσομιλοῦντες, καὶ πράξεων ταῖς χαριεστάταις, καὶ πολλὴν ἐχούσαις τῆς ἀρετῆς τὴν ἐπίδειξιν· τῷ μέν γε κλήρῳ φέροντες ἑαυτοὺς ἐγκατέλεξαν, ὥστε καὶ τὰς θείας ὑπαναγινώσκειν τῷ λαῷ βίβλους, οὐδενὸς ἔλαττον εἰς δόξαν αὐτοῖς τοῦτο εἶναι νομίζοντες, ἀλλὰ καὶ πάντων μεῖζον καλλώπισμα τὴν εὐσέβειαν.

ΚΔʹ. Μαρτύρων τε μνήμασι πολυτελεστάτοις, καὶ ἀναθημάτων φιλοτιμίαις, καὶ πᾶσιν οἷς ὁ θεῖος φόβος χαρακτηρίζεται, τὸ φιλόσοφον καὶ φιλόχριστον κατεμήνυον· ὁ μὲν, καὶ κατ᾽ ἀλήθειαν εὐσεβῶν· καὶ γὰρ ἦν, εἰ καὶ τὴν φύσιν θερμότερος, ἀλλ᾽ οὖν γνήσιος εἰς εὐσέβειαν· ὁ δὲ, τὸν καιρὸν ἐξωνούμενος, καὶ κρύπτων ἐν ἐπιεικείας πλάσματι τὸ κακόηθες.

Τεκμήριον δέ· καὶ γὰρ οὐκ ἂν δυναίμην παραδραμεῖν τὸ συμβὰν θαῦμα, σφόδρα τε ὂν μνήμης ἄξιον, καὶ πολλοὺς παιδεῦσαι τῶν ἀσεβῶν δυνάμενον. ΚΕʹ. Ἔκαμνον μὲν τοῖς μάρτυσιν, ὅπερ εἶπον, ἀμφότεροι, καὶ ἀντεφιλοτιμοῦντο λαμπρῶς ἀλλήλοις, καὶ χειρὶ πολλῇ καὶ δαπάνῃ τὸν οἶκον ἐγείροντες· ἐπεὶ δὲ οὐκ ἐκ τῆς αὐτῆς προαιρέσεως, οὐδὲ εἰς ὅμοιον πέρας προέβαινεν ἀμφοτέροις ὁ πόνος· τοῦ μὲν γὰρ τὸ ἔργον ἠνύετο, καὶ κατὰ λόγον ἐχώρει, τοῦ πρεσβυτέρου λέγω τῶν ἀδελφῶν, οἷα τοῦ Θεοῦ τὴν ἐπίδοσιν ἑτοίμως προσιεμένου, κατὰ τὴν Ἄβελ θυσίαν, ὀρθῶς καὶ προσενεχθεῖσαν καὶ διαιρεθεῖσαν· καὶ ἦν ὥσπερ πρωτοτόκου τις καθιέρωσις ἡ ἐπίδοσις· τοῦ δὲ, φεῦ τῆς ἐντεῦθεν ἤδη τῶν ἀσεβῶν ἀτιμίας τὰ ἐκεῖθεν μαρτυρομένης, καὶ μικροῖς μηνύμασι τὰ μεγάλα προκηρυττούσης, ὥσπερ τὴν Κάϊν θυσίαν ὁ τῶν μαρτύρων Θεὸς ἀπεπέμπετο.

ΚϚʹ. Καὶ ὁ μὲν ἐπόνει, ἡ δὲ γῆ τὸ πονηθὲν ἀπεσείετο. Καὶ ὁ μὲν ἐφιλονείκει μᾶλλον, ἡ δὲ ἀπηξίου δέχεσθαι θεμελίους τοῦ σαθροῦ πρὸς εὐσέβειαν, οἷα βοῶσα τὸν ἐσόμενον ἐξ ἐκείνου σεισμὸν, καὶ τιμῶσα τοὺς μάρτυρας τῇ περὶ τὸν ἀσεβέστατον ἀτιμίᾳ. Τοῦτο τὸ ἔργον προφητεία τις ἦν τῆς ὕστερον τοῦ ἀνδρὸς αὐθαδείας καὶ ἀπονοίας, καὶ τῆς εἰς μάρτυρας ἀτιμίας, καὶ περὶ τοὺς ἁγίους οἴκους παρανομίας· τοὺς μὲν ἄλλους λανθάνουσα, τὸν δὲ διώκτην πόῤῥωθεν προδιώκουσα, καὶ τὰ τῆς ἀσεβείας ἐπίχειρα προσημαίνουσα.

ΚΖʹ. Ὢ ψυχῆς σοφῆς εἰς τὸ κακοποιῆσαι, τὴν δὲ ἰδίαν οὐ φευγούσης βάσανον! Ὢ Θεοῦ τὸ μέλλον κηρύττοντος, ἵνα ἢ ἀνακόψῃ τὴν ἀσέβειαν, ἢ δείξῃ τὴν πρόγνωσιν! Ὢ παραδόξου μὲν, ἀληθοῦς δὲ πλέον ἢ παραδόξου θαύματος! Ὢ τῆς τῶν μαρτύρων φιλαδελφίας! Οὐκ ἐδέξαντο τιμὴν τοῦ πολλοὺς μάρτυρας ἀτιμάσοντος· οὐ προσήκαντο δῶρον τοῦ πολλοὺς ἀθλητὰς ἀποδείξοντος, μᾶλλον δὲ φθονήσοντος καὶ αὐτῆς τῆς ἀθλήσεως· ἢ, τό γε ἀληθέστερον εἰπεῖν, οὐκ ἤνεγκαν μόνοι μαρτύρων ὑβρίζεσθαι, τῶν ἄλλων ὁσίαις χερσὶ τεθησομένων τε καὶ θεραπευθησομένων, οὐδὲ δοῦναι τῷ σοφιστῇ τῆς κακίας ταῖς ὕβρεσιν ἐγκαυχήσασθαι· ἵνα μὴ παρὰ τῆς αὐτῆς χειρὸς τὰ μὲν ἀνιστῆται μαρτύρων μνήματα, τὰ δὲ καταλύηται· καὶ οἱ μὲν τιμῶνται μάρτυρες, οἱ δὲ ἀτιμάζωνται, μικρὸν φθανούσης τῆς ἐν σχήματι τιμῆς τὴν ἀληθινὴν ἀτιμίαν· μηδὲ πρὸς τῷ μεγέθει τῆς ὕβρεως καὶ σοφὸς εἶναι νομίσῃ παρ᾽ ἑαυτῷ, λανθάνων, ὥσπερ ἀνθρώπους, οὕτω καὶ Θεὸν τὸν πάντων ὀξύτατον καὶ σοφώτατον, καὶ δρασσόμενον τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, διὰ τοῦ φαινομένου προβλήματος· ἀλλὰ γινώσκῃ νοούμενος, καὶ μὴ ὑπεραίρηται καταλαμβανόμενος.

ΚΗʹ. Εἰ γὰρ καὶ τὴν ἀσέβειαν οὐκ ἐπέσχεν ὁ τῶν μαρτύρων Θεὸς, οὐδὲ τὴν μελετωμένην καὶ κρυπτομένην κακίαν ὥσπερ ῥεῦμα πονηρὸν εὐθὺς ἀνεξήρανεν, ἢ ἀνέκοψεν, οἷς αὐτὸς ἠπίστατο λόγοις, κατὰ τὴν ἄῤῥητον αὐτοῦ σοφίαν τε καὶ κυβέρνησιν, καθ᾽ ἣν καὶ τὰς Ἀμοῤῥαίων ἀνομίας ἀναπληρωθῆναι ᾠκονόμει· ἀλλ᾽ ἔδει τήν τε κακοήθειαν μισηθῆναι, καὶ τὴν τιμὴν ἀπωσθῆναι τῶν πολλῶν ἕνεκεν, καὶ δειχθῆναι τοῦ Θεοῦ τὴν περὶ πάντα τὰ προσφερόμενα ἰσότητά τε καὶ καθαρότητα.

ΚΘʹ. Ὁ γὰρ εἰπὼν ἀσεβοῦντι τῷ Ἰσραήλ· Ἐὰν προσφέρητε σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστι· τάς τε Νουμηνίας αὐτῶν καὶ τὰ Σάββατα, καὶ ἡμέραν μεγάλην οὐ προσιέμενος· μηδὲ γὰρ δεῖσθαι, πλήρης ὢν, μηδενὸς τῶν ἀνθρωπίνων τε καὶ μικρῶν, ἵνα χαίρῃ καὶ τοῖς ἀναξίως προσφερομένοις· τήν τε τοῦ ἀνόμου θυσίαν, κἂν ᾖ μόσχος, ὡς κυνὸς βδελυττόμενος, καὶ ὡς βλασφημίαν τὸν λίβανον, καὶ ἄλλαγμα πόρνης ἐξορίζων τοῦ ἱεροῦ καὶ ἀποσειόμενος, μόνην δὲ θυσίαν τιμῶν, ἣν καθαραὶ τῷ καθαρωτάτῳ προσφέρουσι χεῖρες, καὶ νοῦς ὑψηλός τε καὶ ἡγνισμένος· τί θαυμαστὸν, εἰ μηδὲ τὴν ἐκείνου τιμὴν προσεδέξατο πονηρῶς τε καὶ μετὰ πονηρᾶς τῆς διανοίας προσαγομένην, ὁ μὴ καθορῶν ὡς ἄνθρωπος, μηδὲ εἰς τὸ φαινόμενον βλέπων, ἀλλ᾽ εἰς τὸν κρυπτὸν ἄνθρωπον, καὶ εἰς τὸ ἔνδον τῆς κακίας ἢ τῆς ἀρετῆς ἐργαστήριον;

Τοῦτο μὲν δὴ τοιοῦτο· καὶ εἴ τις ἀπιστεῖ, τοὺς τεθεαμένους αὐτοὺς ἐπιμαρτυρόμεθα· πολλοὶ δέ εἰσιν, οἳ καὶ ἡμῖν καὶ τοῖς ἔπειτα τὸ θαῦμα τοῦτο παρέπεμψάν τε καὶ παραπέμψουσιν. Λʹ. Ἐπεὶ δὲ εἰς ἄνδρας προϊόντες ἤδη τῶν ἐν φιλοσοφίᾳ δογμάτων ἥψαντο (ὡς μήποτε ὤφελον!)

καὶ τὴν ἐκ τοῦ λόγου προσελάμβανον δύναμιν, ἢ τοῖς μὲν ἐπιεικέσιν ἀρετῆς ὅπλον, τοῖς δὲ μοχθηροτέροις κέντρον κακίας γίνεται, οὐκέτι κατέχειν ὅλην τὴν νόσον οἷός τε ἦν, οὐδὲ παντελῶς τὸν τῆς ἀσεβείας δόλον ἐν ἑαυτῷ μόνῳ φιλοσοφεῖν· ἀλλ᾽ ὥσπερ πῦρ ἐμφωλεῦον ὕλῃ, κἂν μήπω πρὸς φλόγα λαμπρὰν ἀρθῇ, σπινθῆρές τινες ἐξάπτοντες ἢ καπνὸς ἐκ βάθους ὑποσημαίνουσιν· εἰ βούλει δὲ, τῶν πηγῶν αἳ σήραγγάς τινας ὑποτρέχουσαι μετὰ πνεύματος, εἶτ᾽ εὐρυχωρίαν οὐκ ἔχουσαι, οὐδὲ διέξοδον ἐλευθέραν, πολλαχοῦ τῆς γῆς ἀναφυσῶσι καὶ ὑπηχοῦσι κάτωθεν, ὑπὸ μὲν τῆς τοῦ πνεύματος ἀνωθούμεναι, ὑπὸ δὲ τῆς ἄνωθεν βίας κατεχόμεναί τε καὶ ἀνακοπτόμεναι· οὕτω καὶ αὐτὸς τὸ μὲν πολὺ τῆς ἀσεβείας κατέκρυπτεν ὑπὸ τοῦ καιροῦ καὶ τῆς τοῦ κρατοῦντος παιδαγωγίας· οὔπω γὰρ τὸ φανερῶς ἀσεβεῖν ἦν ἀσφαλές· ἔστι δὲ ὅποι καὶ παρεγύμνου τὸ τῆς γνώμης ἀπόῤῥητον τοῖς ὀξυτέροις τὴν ἀσέβειαν ἢ τὴν σύνεσιν· ἔν τε τοῖς πρὸς τὸν ἀδελφὸν λόγοις πλέον ἢ καλῶς εἶχεν, ὑπὲρ Ἑλλήνων διατεινόμενος (προφάσει δῆθεν ὡς τὸν ἥττω γυμνάζων λόγον, τὸ δὲ ἦν ὄντως γυμνασία κατὰ τῆς ἀληθείας), καὶ πᾶσι χαίρων οἷς ἀσεβὴς τρόπος χαρακτηρίζεται.

ΛΑʹ. Ἐπεὶ δὲ τὸν μὲν ἀδελφὸν ἡ φιλανθρωπία τοῦ αὐτοκράτορος ἀποδείκνυσι βασιλέα, καὶ μέρος οὐκ ὀλίγον ἐγχειρίζεται τῆς οἰκουμένης, τῷ δὲ ὑπῆρχε κατὰ πολλὴν ἐξουσίαν καὶ ἄδειαν, καὶ λόγων καὶ διδασκάλων τοῖς ὀλεθριωτάτοις προσομιλεῖν (Ἀσία δὲ ἦν αὐτῷ τὸ τῆς ἀσεβείας διδασκαλεῖον, ὅση τε περὶ ἀστρονομίαν καὶ τὰς γενέσεις, καὶ φαντασίαν προγνώσεως τερατεύεται, καὶ τὴν ἑπομένην τούτοις γοητικήν)· ἓν ἔτι τὸ λεῖπον ἦν, προστεθῆναι τῇ ἀσεβείᾳ καὶ δύναμιν. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ταύτην δίδωσιν αὐτῷ καθ᾽ ἡμῶν ἡ πληθυνθεῖσα τῶν πολλῶν ἀνομία, καὶ ἡ ἐπ᾽ ἄκρον, ὡς ἂν εἴποι τις, Χριστιανῶν εὐεξία, τὴν ἐναντίαν ζητοῦσα μεταβολὴν, καὶ ἡ ἐξουσία καὶ ἡ τιμὴ, καὶ ὁ κόρος δι᾽ ὃν ὑβρίσαμεν.

ΛΒʹ. Τῷ ὄντι γὰρ κινδυνεύει χαλεπώτερον εἶναι τὸ κατασχεῖν τὰ ἀγαθὰ τοῦ μὴ παρόντα κτήσασθαι· καὶ ῥᾷον ἀπελθοῦσαν εὐημερίαν ἀνακαλέσασθαι δι᾽ ἐπιμελείας, ἢ τὴν ὑπάρχουσαν διασώσασθαι· καὶ πρὸ μὲν συντριβῆς ἡγεῖται ὕβρις, αἱ Παροιμία καλῶς φασι, πρὸ δὲ δόξης ταπείνωσις· ἢ, ἵνα σαφέστερον εἴπω, ὕβρει μὲν ἕπεται συντριβὴ, ταπεινώσει δὲ εὐδοξία· Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν, καὶ ἀντεισάγει τὰ ἐναντία τοῖς ἐναντίοις ὁ πάντα δικαίως ἐπιμετρῶν.

Ταῦτα εἰδὼς καὶ ὁ θεῖος Δαβὶδ, ἕν τι τῶν ἀγαθῶν καὶ τὸ συνεστάλθαι τίθεται· καὶ χάριν ὁμολογεῖ τῷ συστείλαντι, ὡς τοῦ τὰ δικαιώματα μαθεῖν ἐντεῦθεν προσγινομένου· καὶ, Πρὸ τοῦ με ταπεινωθῆναι, φησὶν, ἐγὼ ἐπλημμέλησα· διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα· μέσην πλημμελείας τε καὶ διορθώσεως τιθεὶς τὴν ταπείνωσιν, ὡς ἐκ μὲν ταύτης γεννωμένην, τὴν δὲ γεννήσασαν· ἁμαρτία μὲν γὰρ ταπεινώσεως μήτηρ, ἐπιστροφῆς δὲ ταπείνωσις.

Ἡμεῖς γοῦν, ὑψωθέντες, ὅτε ἦμεν ἐπιεικεῖς τε καὶ μέτριοι, καὶ κατὰ μικρὸν αὐξηθέντες, ὡς εἰς τόδε τὸ σχῆμα καὶ πλῆθος σὺν χειραγωγίᾳ Θεοῦ προελθεῖν, ἡνίκα ἐλιπάνθημεν, ἐσκιρτήσαμεν· καὶ ἡνίκα ἐπλατύνθημεν, ἐστενοχωρήθημεν· καὶ ἣν ἐν τοῖς διωγμοῖς καὶ ταῖς θλίψεσι συνελεξάμεθα δόξαν καὶ δύναμιν, ταύτην εὖ πράττοντες κατελύσαμεν· δηλώσει δὲ τὰ ἑξῆς τοῦ λόγου.

ΛΓʹ. Ὅρον μὲν ἡ βασιλεία τῷ Καίσαρι καὶ ὁ βίος λαμβάνει· τὰ γὰρ ἐν μέσῳ σιωπήσομαι φειδοῖ καὶ τοῦ πεποιηκότος καὶ τοῦ πεπονθότος· ὧν ἀμφοτέρων αἰδούμενος τὴν εὐσέβειαν, οὐκ ἐπαινῶ τὴν θρασύτητα. Ἐπειδὴ γὰρ ἔδει τι καὶ ἁμαρτεῖν, ὄντας ἀνθρώπους, τοῦτό ἐστιν ὃ τάχα ἄν τις ἀμφοτέρων οὐκ ἐπαινέσειεν· εἰ μὴ κἀνταῦθα δι᾽ ὧν τοῦ ἑτέρου κατηγορήσομεν, τὸν ἕτερον αἰτίας ἀφήσομεν.

Ὁ δὲ εὐθὺς μὲν κληρονόμος τῆς τοῦ ἀδελφοῦ βασιλείας, ἀλλ᾽ οὐκ εὐσεβείας· μικρὸν δὲ ὕστερον καὶ τοῦ βασιλεύσαντος αὐτὸν γίνεται, τὸ μὲν ἑκόντος, τὸ δὲ βιασθέντος τῷ κοινῷ τέλει, καὶ ἡττηθέντος ἧτταν παντὶ τῷ κόσμῳ κακὴν καὶ ὀλέθριον.