Ἐπεὶ δὲ ἀνεκαθήραμεν τῷ λόγῳ τοῦ χοροῦ τὸ πλήρωμα, φέρε, ὅση δύναμις, ἁγνισάμενοι καὶ σώματα, καὶ ψυχὰς, καὶ μίαν ἀναλαβόντες φωνὴν, ἑνὶ συναρμοσθέντες Πνεύματι, τὴν ἐπινίκιον ᾄδωμεν ἐκείνην ᾠδὴν, ἥν ποτε ᾖσεν ὁ Ἰσραὴλ ἐπὶ τοῖς Αἰγυπτίοις, τῇ Ἐρυθρᾷ καλυφθεῖσι θαλάσσῃ, ἐξαρχούσης Μαρίας, καὶ ἀνακρουομένης τὸ τύμπανον· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν, οὐκ εἰς θάλασσαν, τοῦτο γὰρ μεθαρμόζω τῆς ᾠδῆς, ἀλλ᾽ ὅποι φίλον ἦν αὐτῷ, καὶ ὅπως αὐτὸς ἐδικαίωσεν· Ὁ ποιῶν πάντα καὶ μετασκευάζων, εἶπέ που τῆς ἑαυτοῦ προφητείας Ἀμὼς φιλοσοφῶν ἐνθεώτατα· ὁ ἐκτρέπων εἰς τὸ πρωῒ σκιὰν θανάτου, καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, καὶ οἱονεὶ διὰ κύκλου τινὸς εὐθύνων καὶ διεξάγων τὸν ἅπαντα κόσμον, καὶ τὰ ἡμέτερα, σαλευόμενά τε ὁμοῦ καὶ μὴ σαλευόμενα, ταῖς μεταβολαῖς κινούμενα καὶ περιτρεπόμενα, καὶ ἄλλοτε ἄλλως ἔχοντα· τῇ τάξει δὲ τῆς προνοίας πάγια καὶ ἀκίνητα, κἂν διὰ τῶν ἐναντίων ὁδεύῃ, τῷ Λόγῳ μὲν δήλων, ἡμῖν δὲ ἀγνοουμένων· ὁ καθαίρων δυνάστας ἀπὸ θρόνων, καὶ ἀνυπονόητον κοσμῶν διαδήματι· παρὰ γὰρ τῆς θείας καὶ τοῦτο λαμβάνω Γραφῆς· ὁ γόνασιν ἀδυνατοῦσι θάρσος περιτιθεὶς, καὶ συντρίβων ἁμαρτωλοῦ καὶ πονηροῦ βραχίονας καὶ ταῦτα παρ᾽ ἄλλης ᾠδῆς, ὅπως ἂν ἕκαστον ἐπίῃ τῇ μνήμῃ, πολλῶν συμπληρούντων μοι τὴν ᾠδὴν, καὶ συνερανιζόντων τὸν χαριστήριον· ὁ διδοὺς ὁρᾶσθαι τοῦ ἀσεβοῦς καὶ τὴν ὑπὲρ τὰς κέδρους ἔπαρσιν, καὶ τὴν εἰς τὸ μηκέτι εἶναι καθαίρεσιν· ὅταν αὐτοῦ παρελθεῖν δυνηθῶμεν τάχει καὶ ἀσφαλείᾳ ποδὸς τὴν ἀσέβειαν.