Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ Ἰουλιανοῦ βασιλέως Α΄

Γρηγόριος ὁ Ναζιανζηνός

Η υπεράσπιση του Κωνστάντιου, ο σφετερισμός της εξουσίας και η επικράτηση του Ιουλιανού

Απολογία υπέρ των αγαθών προθέσεων του Κωνστάντιου, η εκμετάλλευση της καλοπιστίας του από τον Ιουλιανό, η δόλια ανάληψη της εξουσίας και ο θάνατος του νομίμου βασιλέως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 10

ΛΔʹ. Τί τοῦτο, ὦ θειότατε βασιλέων καὶ φιλοχριστότατε (προάγομαι γὰρ ὡς παρόντι καὶ ἀκούοντι μέμψασθαι, καὶ εἰ πολὺ κρείττονα γινώσκω τῆς ἡμετέρας μέμψεως, μετὰ Θεοῦ τεταγμένον, καὶ τῆς ἐκεῖ δόξης κληρονομήσαντα, καὶ τοσοῦτον μεταχωρήσαντα, ὅσον μεταθέσθαι τὴν βασιλείαν)· τίνα ταύτην ἐβουλεύσω βουλὴν, πάντων συνέσει καὶ ἀγχινοίᾳ κατὰ πολὺ διαφέρων, οὐ τῶν ἐπὶ σοῦ βασιλέων μόνον, ἀλλὰ καὶ τῶν ἔμπροσθεν; ὁ τὸ βαρβαρικὸν ἀνακαθαίρων κύκλῳ, καὶ τοὺς οἴκοι τυράννους χειρούμενος, τοὺς μὲν τοῖς λόγοις, τοὺς δὲ τοῖς ὅπλοις, καὶ τούτων ἑκάτερον ὡς μηδὲν ὑπὸ τοῦ ἑτέρου διοχλούμενος· οὗ μεγάλα μὲν τρόπαια τὰ μεθ᾽ ὅπλων καὶ μάχης, μείζω δὲ καὶ περιφανέστερα τὰ ἀναίμακτα· πρὸς ὃν καὶ αἱ πανταχόθεν πρεσβεῖαι καὶ ἱκεσίαι· ᾧ τὰ μὲν ὑπήκουε, τὰ δὲ ἔμελλε· πᾶν δὲ ἦν τὸ ἐλπισθὲν ἴσον τῷ χειρωθέντι· ὁ χειρὶ Θεοῦ πρὸς πᾶσαν καὶ βουλὴν καὶ πρᾶξιν ὁδηγούμενος· οὗ μᾶλλον μὲν τῆς χειρὸς ἡ σύνεσις, μᾶλλον δὲ τῆς συνέσεως ἡ χεὶρ ἐθαυμάζετο· πλέον δὲ τῆς ἐν ἀμφοτέροις εὐδοκιμήσεως ἡ εὐσέβεια.

ΛΕʹ. Πῶς οὖν ἐνταῦθα μόνον ἀμαθὴς ἐφάνης καὶ ἀπερίσκεπτος; Τί τὸ τάχος τῆς ἀπανθρώπου φιλανθρωπίας; Τίς συνεισῆλθε δαιμόνων τῷ σκέμματι; Πῶς τὸν μέγαν κλῆρον καὶ τὸ πατρῷον καλλώπισμα, τοὺς ἐπωνύμους λέγω Χριστοῦ, τὸ πανταχοῦ τῆς οἰκουμένης ἐκλάμψαν ἔθνος, τὸ βασίλειον ἱεράτευμα, τὸ πολλῷ πόνῳ καὶ πολλοῖς ἱδρῶσι συναυξηθὲν, οὕτως ἐν ὀλίγῳ καὶ ἀκμῇ βραχείᾳ καιροῦ τῷ κοινῷ παλαμναίῳ φέρων παρέδωκας;

ΛϚʹ. Ἴσως τι καὶ ἀσεβεῖν ὑμῖν, ἀδελφοὶ, φαίνομαι, καὶ ἀγνωμονεῖν ἐν τοῖς λόγοις τούτοις, καὶ ὅτι μὴ ταχὺ τοῖς τῆς κατηγορίας ῥήμασιν ἐπάγω τὰ τῆς ἀληθείας. Καίτοι γε ἱκανῶς ἀπολελόγημαι, καὶ δι᾽ αὐτῶν ὧν ἐγκέκληκα, εἴ τι τῇ κατηγορίᾳ τὸν νοῦν προσέχετε· κἀνταῦθα μόνον ἡ κατηγορία τὴν ἄφεσιν ἔχει· χρηστότητα γὰρ εἰπὼν, τὴν ἀπολογίαν ἐδήλωσα. Τίς γὰρ οὐκ οἶδε καὶ τῶν μετρίως ἐκεῖνον ἐπισταμένων, ὅτι ἕνεκα μὲν εὐσεβείας καὶ τοῦ περὶ ἡμᾶς φίλτρου, καὶ τοῦ βούλεσθαι πᾶν ἡμῖν ἀγαθὸν, μὴ ὅτι ἐκεῖνον παρεῖδεν ἂν, ἢ γένους ὅλου τιμὴν, ἢ προσθήκην τῆς βασιλείας, ἀλλὰ καὶ αὐτῆς τῆς βασιλείας, καὶ πάντων τῶν ὄντων, καὶ τῆς ψυχῆς αὐτῆς, ἧς οὐδὲν οὐδενὶ τιμιώτερον, τὴν ἡμετέραν ἀσφάλειάν τε καὶ σωτηρίαν οὐκ ἂν χαλεπῶς ἠλλάξατο;

ΛΖʹ. Οὐδενὶ γὰρ οὐδενὸς οὕτω πώποτε πράγματος ἔρως θερμὸς ἐνέσκηψεν, ὡς ἐκείνῳ Χριστιανοὺς αὐξηθῆναι, καὶ εἰς πλεῖστον καὶ δόξης προελθεῖν καὶ δυνάμεως· καὶ οὔτε ἔθνη χειρούμενα, οὔτε τὸ κοινὸν εὐνομούμενον, οὐ πλῆθος χρημάτων, οὐ δόξης περιουσία, οὐ τὸ βασιλέα βασιλέων καὶ εἶναι καὶ ὀνομάζεσθαι, οὐχ ὅσοις ἄλλοις ἀνθρώπων εὐδαιμονία γνωρίζεται· οὐδὲν οὕτω τῶν πάντων ἐκεῖνον ηὔφραινεν, ὡς τὸ δι᾽ ἑαυτοῦ μὲν ἡμᾶς, διὰ δὲ ἡμῶν ἐκεῖνον, καὶ παρὰ Θεῷ καὶ ἀνθρώποις εὐδοκιμεῖν, καὶ ἀκατάλυτον ἡμῖν εἰς τὸν ἅπαντα χρόνον παραμεῖναι τὴν δυναστείαν· καὶ γὰρ πρὸς τοῖς ἄλλοις ἐκεῖνο ᾔδει σαφῶς, ὑψηλότερόν τε καὶ βασιλικώτερον ἢ κατὰ τοὺς πολλοὺς περὶ τούτων διανοούμενος, ὅτι τοῖς Χριστιανῶν πράγμασι τὰ Ῥωμαίων συνηύξησε, καὶ συνεισῆλθε τῇ ἐπιδημίᾳ Χριστοῦ τὸ κράτος, οὔπω πρότερον τελείως εἰς μοναρχίαν νενικηκός· καὶ διὰ τοῦτο πλέον ἐδόκει μοι περιέπειν εὖ ποιῶν τὰ ἡμέτερα· ὅς γε, καὶ εἴ τι παρελύπησεν ἡμᾶς, οὐ περιφρονῶν, οὐδὲ ὑβρίζων, οὐδὲ ἄλλοις τισὶ πρὸ ἡμῶν χαριζόμενος, ἀλλ᾽ ὥστε πάντας ἒν εἶναι, καὶ συμφρονεῖν παρελύπησε, καὶ μὴ διακεκόφθαι, μηδὲ διεστάναι τοῖς σχίσμασιν.

ΛΗʹ. Ἀλλ᾽ ὅπερ εἶπον, ἀφύλακτον ἡ ἁπλότης, καὶ μετὰ τοῦ σαθροῦ τὸ φιλάνθρωπον, καὶ ἥκιστα κακίαν ὑφορᾶται τὸ κακίας ἐλεύθερον· διὰ τοῦτο ἠγνοήθη τὸ μέλλον, καὶ τὸ πλάσμα οὐκ ἐφωράθη, καὶ παρεισῆλθε κατὰ μικρὸν ἡ ἀσέβεια, καὶ δύο χρηστότητες συνεισῆλθον ἀλλήλαις, ἥ τε περὶ τὸ εὐσεβὲς γένος καὶ τὸν ἀσεβέστατον πάντων καὶ ἀθεώτατον. Ὃς, τί μεμφόμενος Χριστιανοῖς, τί δὲ οὐκ ἐπαινεῖν ἔχων τῶν ἡμετέρων, τί δὲ τῶν παρ᾽ Ἕλλησι δογμάτων ὑπερφυὲς νομίσας, καὶ δυσκίνητον λόγῳ, ποίῳ δὲ καὶ ἀκολουθῶν ὑποδείγματι, γνωριμώτατον ἑαυτὸν ἐξ ἀσεβείας κατέστησε, καὶ καινότερον τρόπον ἡμιλλήθη τῷ ἀναδείξαντι;

Ἐπειδή γε ὑπερβάλλειν οὐκ ἦν ἀρετῇ καὶ τοῖς κρείττοσι, διὰ τοῦ ἐναντίου φανῆναι φιλονεικήσας τῆς εἰς δυσσέβειαν ἀμετρίας, καὶ τῆς περὶ τὸ χεῖρον φιλοτιμίας. Ἡ μὲν οὖν ὑπὲρ Χριστιανῶν τοῦ ἀνδρὸς, καὶ πρὸς Χριστιανοὺς ἀπολογία τοιαύτη, καὶ οὕτω δικαία τοῖς γε νοῦν ἔχουσιν.

ΛΘʹ. Ἐπεὶ δέ εἰσί τινες, οἳ, κἂν ταύτης ἡμᾶς ἀπολύσωσι τῆς αἰτίας, ἑτέρας οὐκ ἀφιέντες, ἀλλὰ κατηγοροῦντες εὐήθειαν, ὅτι τῷ δυσμενεστάτῳ καὶ πολεμιωτάτῳ τὴν ἀρχὴν ἐνεχείρισε, καὶ τὸν αὐτὸν ἐχθρὸν πρότερον, εἶτα ἰσχυρὸν κατεσκεύασε, τὴν μὲν ἔχθραν διὰ τῆς τοῦ ἀδελφοῦ σφαγῆς προκαταβαλόμενον, τὴν δὲ δύναμιν διὰ τῆς βασιλείας προσθείς· ἀναγκαῖον καὶ περὶ τούτου βραχέα διεξελθεῖν καὶ δεῖξαι μὴ παντάπασιν ἄλογον τὸ φιλάνθρωπον, μηδὲ ἔξω τῆς βασιλικῆς μεγαλονοίας καὶ προμηθείας· καὶ γὰρ ἂν αἰσχυνοίμην, εἰ, τοιαύτης παρ᾽ αὐτοῦ τυχόντες τιμῆς, καὶ τοσοῦτον αὐτὸν εὐσεβείᾳ διαφέρειν πεπιστευκότες, μὴ τὰ δίκαια συνηγορήσαιμεν· ὃ καὶ τοῖς μηδὲν εὐεργετηκόσιν ὀφείλεται παρ᾽ ἡμῶν, τῶν Λόγου καὶ Ἀληθείας θεραπευτῶν· καὶ ταῦτα μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν, ἡνίκα καὶ τὸ κολακεύειν δοκεῖν ἐκπεφεύγαμεν, καὶ πονηρᾶς ἐλεύθερος ὑπονοίας ὁ λόγος.

Μʹ. Τίς γὰρ οὐκ ἂν ἤλπισεν, εἰ μή τι ἄλλο, ταῖς τιμαῖς ποιήσειν αὐτὸν ἡμερώτερον; Τίς δὲ οὐκ ἐκ τῆς πίστεως, ἣν ἐπιστεύθη καὶ παρὰ τὸ εἰκὸς, δικαιότερον; ὡς ἀμφοῖν δικαίᾳ καὶ βασιλικῇ κρίσει, τοῦ μὲν ἐπιτιμηθέντος, τοῦ δὲ προβληθέντος· ὁ γὰρ τὸν δεύτερον τιμήσας, οἷς οὐκ ἄν τις ἤλπισεν, οὐδὲ αὐτὸς ὁ τυχὼν τῆς τιμῆς, δῆλον, ὡς οὐδὲ τὸν πρότερον ἄνευ δικαίας ὀργῆς ἐκολάσατο· καὶ τὸ μὲν, τῆς ἐκείνου προπετείας ἦν, τὸ δὲ τῆς τοῦ τετιμηκότος φιλανθρωπίας.

ΜΑʹ. Καὶ ἅμα τὸ θαῤῥεῖν εἶχεν, εἰ δεῖ τὸ μεῖζον εἰπεῖν, οὐ τοσοῦτον ἐκ τῆς ἐκείνου πίστεως, ὅσον ἐκ τῆς ἰδίας δυνάμεως· ᾗ μοι δοκεῖ καὶ Ἀλέξανδρος θαῤῥήσας ὁ πάνυ δοῦναι μὴ μόνον τὸ ζῇν ἡττημένῳ Πώρῳ, καὶ ταῦτα νεανικῶς οὕτως ἠγωνισμένῳ περὶ τῆς βασιλείας, ἀλλὰ καὶ τὴν βασιλείαν αὖθις Ἰνδῶν· ὡς τὸ μεγαλόψυχον οὐκ ἄλλως ἢ οὕτως ἐπιδειξόμενος, ᾧ κρατηθῆναι χεῖρον ἐνόμιζεν Ἀλέξανδρος ὢν ἢ τοῖς ὅπλοις· τοῦ δὲ, εἰ κακὸν λάβοι, χειρώσασθαι πάλιν ἐπ᾽ αὐτῷ τυγχάνοντος. Καὶ ἦν αὐτῷ ἡ περιουσία τοῦ θαῤῥεῖν τὸ φιλάνθρωπον.

ΜΒʹ. Καίτοι τί τοῦτο ἀγωνίζομαι, σφόδρα ἐνὸν κρατεῖν καὶ ἡττημένον; Εἰ γὰρ ὁ πιστεύσας κακὸς, τί ποτ᾽ ἂν εἴη παρ᾽ ἐκεῖνον ὁ πιστευθείς; Καὶ εἰ τὸ μὴ προϊδέσθαι τὸν τρόπον ὑπαίτιον, αὐτήν γε τὴν κακίαν ποῦ θήσομεν; Ἀλλ᾽ ὄντως ἀσυλλόγιστόν τι πρᾶγμα ἡ πονηρία· καὶ οὐκ ἔστιν ᾧ τοὺς μοχθηροὺς ἄν τις βελτίους ποιήσειεν· ὁπότε κἀκεῖνος ἐξ ὧν εὐνούστερος φανῆναι δίκαιος ἦν, καὶ εἴ τι κακίας εἶχεν ἐμπύρευμα τοῦτ᾽ ἀνελεῖν, ἐκ τούτων εἰς μεῖζον ἀνήφθη μῖσος, καὶ ὅπως ἂν ἀμύνηται τὸν εὐεργέτην ἐσκόπει.

ΜΓʹ. Ταῦτα Πλάτωνες αὐτὸν, καὶ Χρύσιπποι, καὶ ὁ λαμπρὸς Περίπατος καὶ ἡ σεμνὴ Στοὰ, καὶ οἱ τὰ κομψὰ λαρυγγίζοντες ἐξεπαίδευσαν· ταῦτα ἡ τῆς γεωμετρίας ἰσότης, καὶ οἱ περὶ δικαιοσύνης λόγοι, καὶ τὸ χρῆναι ἀδικεῖσθαι μᾶλλον αἱρεῖσθαι ἢ ἀδικεῖν· ταῦτα οἱ γενναῖοι διδάσκαλοι, καὶ τῆς βασιλείας συναγωνισταί τε καὶ νομοθέται, οὓς ἐκ τῶν τριόδων καὶ τῶν βαράθρων ἑαυτῷ συνελέξατο· ὧν οὐ τὸν τρόπον ἐπῄνεσεν, ἀλλὰ τὴν εὐγλωττίαν ἐθαύμασε· καὶ οὐδὲ ταύτην ἴσως, ἀλλὰ ἀσέβειαν μόνην, ὡς σύμβουλον ἱκανὴν καὶ τῶν πρακτέων καὶ μὴ, διδάσκαλον.

ΜΔʹ. Πῶς δὲ οὐ θαυμάζειν ἄξιον τούτους, οἳ καὶ λόγῳ πλάττουσι πόλεις, τὰς ἔργῳ συστῆναι μὴ δυναμένας, καὶ τὰς σεμνὰς τυραννίδας μονονοὺ προσκυνοῦσι, καὶ τὸν ὀβολὸν ὑπὲρ τοὺς θεοὺς ἄγουσι μετὰ τῆς ὀφρύος· καὶ οἱ μὲν οὐδὲ εἶναι Θεὸν τὸ παράπαν, οἱ δὲ οὐ προνοεῖν τῶν τῇδε δογματίζουσιν, ἀλλ᾽ εἰκῆ καὶ ὡς ἔτυχε τὸ πᾶν φέρεσθαι, οἱ δὲ ἀστράσιν ἄγεσθαι καὶ σχηματισμοῖς ἀνάγκης, οὐκ οἶδ᾽ ὑπὸ τίνος ἀγομένοις καὶ ὅθεν· οἱ δὲ εἰς ἡδονὴν τὸ πᾶν φέρειν, καὶ τοῦτο εἶναι πέρας ζωῆς ἀνθρωπίνης ὑπολαμβάνουσιν; Ἡ ἀρετὴ δὲ αὐτοῖς ἄλλως ὄνομα εὐπρεπὲς, καὶ οὐδὲν τοῦ παρόντος βίου μακρότερον, οὐδέ τις ἐξέτασις τῶν ἐνταῦθα βεβιωμένων ὕστερον τὴν ἀδικίαν συστέλλουσα. Ἢ γὰρ οὐ συνεῖδέ τις ταῦτα τῶν παρ᾽ ἐκείνοις σοφῶν, ἀλλὰ βαθεῖ βορβόρῳ, τὸ δὴ λεγόμενον, καὶ ἀφεγγεῖ ζόφῳ πλάνης καὶ ἀγνοίας συνεκαλύφθη, μηδ᾽ ὅσον προσβλέψαι ταῖς τῆς ἀληθείας αὐγαῖς καθαρθεὶς τὴν διάνοιαν, ἀλλὰ περὶ τὰ κάτω καὶ τὴν αἴσθησιν ἰλυσπώμενος, καὶ μηδὲν ὑπὲρ τοὺς δαίμονας φαντασθῆναι δυνηθεὶς, καὶ διαρθῆναι τοῦ πεποιηκότος ἀξίως· ἢ εἴ τις διέβλεψε καὶ μικρὸν, ὡς ὁδηγῷ λόγῳ, καὶ μὴ Θεῷ χρώμενος, ὑπὸ τοῦ πιθανωτέρου παρεσύρη, καὶ τοῦ μᾶλλον τοὺς πολλοὺς ἕλκοντος δι᾽ ἐγγύτητα.

ΜΕʹ. Τί οὖν θαυμαστὸν τὸν ἐκ τοιούτων μὲν ὁρμώμενον δογμάτων, ὑπὸ τοιούτων δὲ κυβερνητῶν εὐθυνόμενον, οὕτω καὶ τῷ πεπιστευκότι φανῆναι κακὸν τὸν πιστευθέντα, καὶ τῷ τιμήσαντι τὸν τιμηθέντα; Εἰ γὰρ δεῖ τι καὶ διὰ τῆς κατηγορίας ἀπολογήσασθαι, οὔ μοι δοκεῖ τοσοῦτον ὑπεραλγῶν τοῦ ἀδελφοῦ, ὅν γε καὶ πολέμιον ἐκ τῆς θρησκείας ἐγίνωσκεν, ὅσον τὰ Χριστιανῶν οὐ φέρων αὐξανόμενα, καὶ λυσσῶν κατὰ τῆς εὐσεβείας, τοῖς καθεστηκόσιν ἐπιτολμᾷν, καὶ ζητεῖν ἐλευθερίων τῇ ἀπονοίᾳ· χρῆναι γὰρ φιλοσοφίαν καὶ βασιλείαν, ὡς ὁ ἐκείνων λόγος, εἰς ταυτὸ συνελθεῖν· οὐχ ἵνα παύσωνται κακῶν αἱ πόλεις, ἀλλ᾽ ἵνα πλησθῶσι.

ΜϚʹ. Καὶ τὸ μὲν πρῶτον αὐτῷ τῆς αὐθαδείας καὶ ἀπονοίας ἑαυτὸν ἀναδῆσαι, καὶ τῇ μεγάλῃ προσηγορίᾳ τιμῆσαι (ἣν οὐχ ἅρπαγμα τύχης, ἀλλ᾽ ἀρετῆς ἆθλον ἢ χρόνος ἢ ψῆφος βασιλέως χαρίζεται, ἢ τῆς συγκλήτου βουλῆς, ὡς τὸ παλαιὸν, κρίσις), καὶ οὐ ποιεῖται τοῦ μέτρου τῆς τιμῆς κύριον τὸν τῆς βασιλείας· δεύτερον δὲ (καὶ γὰρ ἀναγκαίαν ἑαυτῷ τὴν ἀπόνοιαν ἐκ τῶν ἤδη τετολμημένων ᾔδει πεποιηκὼς), τί διανοεῖται; καὶ ποῖ πρόεισιν ἀσεβείας τε καὶ θρασύτητος; Ὢ τῆς μανιώδους ἐκείνης ψυχῆς!

Ἐπ᾽ αὐτὸν ἐκστρατεύει, καὶ τῆς δύσεως ἀπανίσταται· προφάσει μὲν, ὡς ἀπολογησόμενος ὑπὲρ τοῦ διαδήματος· ἔτι γὰρ ἐδόκει κρύπτειν ἑαυτοῦ τὴν ἀπόνοιαν· τὸ δὲ ἀληθὲς, ὡς μεταστήσων εἰς ἑαυτὸν ἅπαν τὸ κράτος, καὶ διὰ τῆς ἀγνωμοσύνης θαυμασθησόμενος· καὶ οὐκ ἐψεύσθη γε τῆς ἐλπίδος.

ΜΖʹ. Μὴ θαυμαζέτωσαν οἱ τῶν τοῦ Θεοῦ λόγων, ὑφ᾽ ὧν τὸ πᾶν φέρεται, τὸ ἀτέκμαρτον μὴ ἐπιστάμενοι βάθος, καὶ μὴ παραχωροῦντες τῷ τεχνίτῃ τῆς κυβερνήσεως, ἡμῶν γε πάντως συνετωτέρῳ, καὶ ἄγοντι τὸ οἰκεῖον ὅπη καὶ ὅπως βούλεται· πάντως δὲ πρὸς τὸ κρεῖττον καὶ τὴν ἰατρείαν, κἂν οἱ θεραπευόμενοι δυσχεραίνωσιν· ὑφ᾽ ὧν λόγων κἀκεῖνος οὐκ ἐπήρθη μὲν εἰς τὴν κακίαν· ἀναίτιον γὰρ παντάπασι κακῶν τὸ Θεῖον, ἀγαθὸν τῇ φύσει τυγχάνον, καὶ τοῦ προελομένου τὰ τῆς κακίας· οὐ μὴν ἐπεσχέθη γε τῆς ὁρμῆς· ἀλλὰ τάχει πολλῷ τήν τε οἰκείαν, καὶ τῆς βαρβαρικῆς ὄχθης ἔστιν ἣν διαδραμὼν, καὶ τῷ λαθεῖν μᾶλλον ἢ τῷ κρατῆσαι τὴν πάροδον ἁρπάσας, πλησίον τῶν βασιλείων γίνεται· ὡς μὲν οἱ τὰ ἐκείνου φρονοῦντες, κατὰ πρόγνωσιν ἐπὶ τὴν ἐκστρατείαν ἀρθεὶς, καὶ δαιμόνων κίνησιν τὸ μέλλον ὑπισχνουμένων, καὶ μεταβολὴν πρυτανευόντων τοῖς πράγμασιν· ὡς δὲ ὁ τῶν ἀληθευόντων λόγος, κατὰ προθεσμίαν παρὼν, ἀλλ᾽ ἀποῤῥητοτέραν τε καὶ βαθυτέραν, καὶ σπεύδων ἐπὶ θάνατον, οὗ δημιουργὸς αὐτὸς ἦν, κλέψας τινὶ τῶν ἔνδον τὴν ἐπιχείρησιν· ὥστε εἶναι μὴ πρόγνωσιν, ἀλλὰ γνῶσιν, καὶ πονηρίας ἔργον, ἀλλὰ μὴ δαιμόνων εὐεργέτημα τὸ γινόμενον· οἵ γε πῶς εὔστοχοι τὰ τοιαῦτα, Περσὶς σαφῶς ἔδειξε. Καὶ παυσάσθωσαν οἱ τὸ ἐκείνου τάχος τοῖς δαίμοσιν ἐπιφημίζοντες· εἰ μή γε καὶ αὐτὸ τὸ κακὸν εἶναι τούτοις προσθήσομεν.

ΜΗʹ. Εἰ μὲν οὖν μὴ προὔλαβε τὴν ἔφοδον τοῦ τυράννου τὸ τέλος τοῦ βασιλέως, μηδὲ ὁ ἀφανὴς πόλεμος τῆς φανερᾶς χειρὸς πλεῖον ἴσχυσε, τάχα ἂν ἔγνω καθ᾽ ἑαυτοῦ ταχύνας ὁ ἀλιτήριος· καὶ πρὶν ὑπὸ Περσῶν τὴν ἐμπληξίαν σωφρονισθῆναι τῆς ἀπονοίας, ἔδωκεν ἂν δίκην ἐν ὅροις Ῥωμαίων, ὧν κακῶς κατετόλμησε· τεκμήριον δέ· καὶ γὰρ ἔτι προϊὼν καὶ ἀγνοούμενος, ὡς ἐνόμιζεν, ὑπὸ τοῦ γενναιοτάτου βασιλέως στρατιᾷ περιλαμβάνεται προϋποτεμνούσῃ καὶ τὴν φυγὴν, ὡς δῆλον γέγονεν ἐκ τῶν ὕστερον· καὶ γὰρ ἤδη τὸ κράτος ἔχοντι, τὸ κρατῆσαι ταύτης οὐ μικρὸν ἔργον ἐγένετο· νῦν δὲ ὁ μὲν θυμῷ ζέων κατὰ τῆς ἀπονοίας ὁμοῦ καὶ τῆς ἀσεβείας, καὶ τὸν σοφώτατον ἔχων ἐν ἄρκυσιν, ὢ τῆς ἡμετέρας κακίας! ἐν ἀκμῇ τῆς ὁδοῦ καταλύει τὸν βίον, πολλὰ καὶ Θεῷ καὶ ἀνθρώποις ὑπὲρ τῆς ἑαυτοῦ φιλανθρωπίας ἀπολογησάμενος, καὶ διὰ τῆς ὁρμῆς δείξας Χριστιανοῖς τὴν ὑπὲρ τῆς εὐσεβείας κίνησιν.