Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ Ἰουλιανοῦ βασιλέως Α΄

Γρηγόριος ὁ Ναζιανζηνός

Φανερή αποστασία, μιαρές θυσίες και δαιμονικές μυήσεις

Η απροκάλυπτη εναντίωση του Ιουλιανού προς τον Χριστιανισμό, οι αιματηρές θυσίες για τη βεβήλωση του βαπτίσματος και η δαιμονική του πλάνη μέσω υποχθόνιων μυήσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 10

ΜΘʹ. Ὧδε δέ τι δάκρυον ἐπέρχεταί μοι χαρᾷ συμμιγὲς διὰ τὰ ἑξῆς τοῦ λόγου· καὶ οἷον ποταμοῦ καὶ πελάγους μάχη, καὶ μίξις, καὶ στάσις, ἀλλήλοις ἀντιστατούντων, καὶ συνιόντων· ἐκ μὲν γὰρ τῶν τελευταίων πάσχω τὰ τῆς ἡδονῆς, ἐκ δὲ τῶν προλαβόντων τὸ δάκρυον· οὐχ ὑπὲρ Χριστιανῶν μόνον καὶ τῆς συμπεσούσης αὐτοῖς ἐπηρείας, ἢ παρὰ τοῦ πονηροῦ προσπεσούσης, καὶ παρὰ Θεοῦ συγχωρηθείσης δι᾽ ἃς οἶδεν αἰτίας, καὶ τυχὸν διὰ τὴν ἔπαρσιν ἡμῶν δεομένην καθάρσεως· ἀλλὰ καὶ ὑπὲρ αὐτῆς τῆς ἐκείνου ψυχῆς, καὶ τῶν ὑπ᾽ αὐτοῦ συναρπασθέντων πρὸς τὴν αὐτὴν ἀπώλειαν.

Νʹ. Οἱ μὲν γὰρ τὰς τελευταίας αὐτῶν πληγὰς καὶ τὰς ἐντεῦθεν βασάνους ὀδύρονται· οἷς τὸ ζῇν τοῦτο νομίζεται μόνον, καὶ οὐκ ἐξικνοῦνται τῇ διανοίᾳ πρὸς τὰ ἐκεῖθεν, οὐδὲ εἶναί τινα νομίζουσι τῶν τῇδε βεβιωμένων λογισμὸν καὶ ἀντίδοσιν· ἀλλὰ ζῶσι βίον ἀλόγων, τὸ πρὸς ἡμέραν καὶ τὸ παρὸν ἀεὶ βιοτεύοντες, ἑνὶ τούτῳ, τῇ ἐντεῦθεν ῥᾳστώνῃ μετροῦντες τὸ εὐδαιμονεῖν, καὶ τῷ ἐναντίῳ τὸ κακοδαιμονεῖν τοῖς ἀντιπίπτουσιν· ἐμοὶ δὲ πλέον θρηνεῖν αὐτοὺς ἔπεισι τῶν ἐκεῖθεν βασάνων, καὶ τῆς ἀποκειμένης τοῖς πονηροῖς κολάσεως. Καὶ οὔπω λέγω τὸ μέγιστον, αὐτὸ τὸ ἐξωσθῆναι Θεοῦ, πηλίκον αὐτοῖς εἰς κόλασιν.

ΝΑʹ. Πῶς μὴ δακρύσω τὸν ἄθλιον; πῶς μὴ πλέον μὲν τῶν δεδιωγμένων τοὺς προσδραμόντας; πλέον δὲ τῶν αὐτομολησάντων εἰς τὴν κακίαν θρηνήσω τὸν συναρπάσαντα; Μᾶλλον δὲ τοῖς μὲν οὐδὲν δεινὸν τὸ ὑπὲρ Χριστοῦ παθεῖν, ἀλλὰ καὶ πάντων μακαριστότατον, οὐ διὰ τὰ ἐκεῖθεν μόνον, ἀλλὰ καὶ διὰ τὴν ἐντεῦθεν εὐδοξίαν καὶ παῤῥησίαν, ἢν διὰ τῶν κινδύνων ἐαυτοῖς ἐχαρίσαντο· τοῖς δὲ προοίμιον τῶν ἀποκειμένων καὶ ἀπειλουμένων, ἅπερ ἤδη πεπόνθασι· καὶ βέλτιον ἦν αὐτοῖς, εἰ ἐντεῦθεν μακρότερον ἐκολάσθησαν ἢ τοῖς ἐκεῖ δικαιωτηρίοις ἐταμιεύθησαν.

Ταῦτα μὲν οὖν διὰ τὸν νόμον, τὸν τῷ πτώματι τοῦ ἐχθροῦ μὴ ἐπιχαίρειν κελεύοντα, καὶ τὸ συμπαθὲς ἀπαιτοῦντα παρὰ τῶν ἑστηκότων· ἐμοὶ δὲ πάλιν πρὸς αὐτὸν ἐπανακτέον τὸν λόγον. ΝΒʹ. Τίς ἡ τοσαύτη τοῦ κακοῦ φιλονεικία;

Τίς ὁ τῆς ἀσεβείας ἔρως; τίς ὁ δρόμος τῆς ἀπωλείας; Πόθεν οὕτω μισόχριστος ὁ Χριστοῦ μαθητὴς, ὁ τοσούτοις λόγοις τῆς ἀληθείας προσομιλήσας, καὶ τὰ μὲν εἰπὼν, τὰ δὲ ἀκούσας τῶν φερόντων εἰς σωτηρίαν; Οὐ γὰρ ἔφθη κληρονομήσας τὴν βασιλείαν, καὶ παῤῥησιάζεται τὴν ἀσέβειαν, ὥσπερ καὶ τὸ γενέσθαι ποτὲ Χριστιανὸς αἰσχυνόμενος, ἢ μνησικακῶν ὑπὲρ τούτου Χριστιανοῖς, οἷς τοῦ ὀνόματος ἐκοινώνησε.

Καὶ τὸ μὲν πρῶτον αὐτῷ τῶν τολμημάτων, ὡς οἱ τοῖς ἀποῤῥήτοις ἐκείνου καλλωπιζόμενοι (εἰς οἴους ἐμπίπτειν ἀναγκάζομαι λόγους!), αἵματι μὲν οὐχ ὁσίῳ τὸ λουτρὸν ἀποῤῥύπτεται, τῇ καθ᾽ ἡμᾶς τελειώσει τὴν τελείωσιν τοῦ μύσους ἀντιτιθεὶς, ὗς ἐν βορβόρῳ κυλισθεὶς, κατὰ τὴν παροιμίαν· καὶ τὰς χεῖρας ἀφαγνίζεται τῆς ἀναιμάκτου θυσίας ἀποκαθαίρων δι᾽ ἧς ἡμεῖς Χριστῷ κοινωνοῦμεν, καὶ τῶν παθημάτων καὶ τῆς θεότητος· ἐντόμοις δὲ καὶ θυσίαις καθιστᾷ τὰ βασίλεια, κακοῖς συμβούλοις κακῆς ἀρχῆς χρώμενος.

ΝΓʹ. Ἀλλ᾽ ἐπειδή γε ἐντόμων ἐμνήσθην, καὶ τῆς περὶ τὰ τοιαῦτα τοῦ ἀνδρὸς δεισιδαιμονίας, ἢ κακοδαιμονίας εἰπεῖν οἰκειότερον, οὐκ οἶδα πότερον γραφῇ παραδῶ τὸ θρυλλούμενον θαῦμα, ἢ ἀπιστήσω τοῖς λέγουσι. Καὶ γὰρ αὐτὸς ταλαντεύομαι τὴν γνώμην, καὶ οὐκ ἔχω ὁποτέρωσε νεύσω, μεμιγμένων τῶν δικαίως ἂν πιστευθέντων τοῖς οὐκ ἀξίοις πίστεως· τὸ μὲν γὰρ ἐπισημῆναί τι τῇ τοσαύτῃ τοῦ κακοῦ καινοτομίᾳ καὶ δυσσεβείᾳ τῶν οὐκ ἀπίστων, ἀλλὰ καὶ πολλάκις ἤδη συμβεβηκότων περὶ τὰς μεγίστας μεταβολάς· τὸ δὲ καὶ τὸν τρόπον τοῦτον σφόδρα ἐμοὶ γοῦν θαύματος ἄξιον, καὶ πᾶσι τοῖς καθαρῶς δηλοῦσθαι τὰ καθαρὰ βουλομένοις τε καὶ νομίζουσι.

ΝΔʹ. Τὸ δ᾽ οὖν λεγόμενον, ὅτι θυομένῳ τὰ σπλάγχνα τὸν σταυρὸν ἀναδείκνυσι στεφανούμενον, ὃ τοῖς μὲν ἄλλοις φρίκην παρέσχε, καὶ ἀγωνίαν, καὶ τοῦ ἡμετέρου κράτους συναίσθησιν· τῷ δὲ διδασκάλῳ τῆς ἀσεβείας καὶ θάρσος δῆθεν, ὡς περιγεγραμμένων ἡμῶν καὶ συνειργμένων· οὕτω γὰρ τὸν σταυρὸν καὶ τὸν κύκλον παρεσχεδίασε. Τοῦτο μὲν δὴ τὸ ἐμὸν θαῦμα· καὶ εἰ μὲν ψευδὲς, αὖραι φέροιεν· εἰ δὲ ἀληθὲς, πάλιν Βαλαὰμ προφητεύει, καὶ Σαμουὴλ ἔλκεται, ἢ δοκεῖ, δι᾽ ἐγγαστριμύθου, καὶ δαίμονες ὁμολογοῦσι τὸν Ἰησοῦν ἄκοντες, καὶ διὰ τῶν ἐναντίων, ἵνα καὶ πιστευθῇ μᾶλλον, ἡ ἀλήθεια δείκνυται· τυχὸν κἀκεῖνον ἐπισχεθῆναι τῆς ἀσεβείας διὰ τούτων ἐπρυτανεύετο· πολλὰς γὰρ καὶ παραδόξους ὁδοὺς σωτηρίας οἶδε τὸ Θεῖον καινοτομεῖν, νεῦον πρὸς τὸ φιλάνθρωπον· ὃ δὲ λέγεται ὑπὸ πλειόνων, καὶ πιστεύειν οὐκ ἀπὸ τρόπου.

ΝΕʹ. Κατῄει μὲν εἴς τι τῶν ἀδύτων τῶν τοῖς πολλοῖς ἀβάτων καὶ φοβερῶν (ὡς ὤφελόν γε καὶ τὴν εἰς ᾅδου φέρουσαν, πρὶν εἰς τοιαῦτα κακὰ προελθεῖν), συμπαρόντος αὐτῷ καὶ τοῦ πολλῶν ἀδύτων ἀξίου, τοῦ σοφοῦ τὰ τοιαῦτα, εἴτουν σοφιστοῦ· ἔστι γὰρ δὴ καὶ τοῦτο εἶδος μαντείας αὐτοῖς, ζόφῳ τινὶ καὶ ὑποχθονίοις δαίμοσι περὶ τῶν μελλόντων συγγίνεσθαι· εἴτε ὡς σκότῳ χαίρουσι μᾶλλον, ἐπεὶ καὶ εἰσὶ σκότος, καὶ σκότους δημιουργοὶ τῆς κακίας· εἴτε ὡς φεύγουσι τὰς ἐπιμιξίας τῶν εὐσεβῶν ὑπὲρ γῆς, καὶ διὰ ταύτας ἀσθενεστέροις· ὡς δὲ προϊόντα τὸν γεννάδαν προσβάλλει τὰ δείματα, καὶ ἀεὶ πλείω καὶ φοβερώτερα, ἤχους τινάς φασιν ἀήθεις, καὶ ὀδμὰς τῶν ἀηδῶν, καὶ πυραυγῆ φάσματα, καὶ οὐκ οἶδ᾽ οὕστινας ὕθλους καὶ λήρους, τῷ ἀδοκήτῳ πληγεὶς, καὶ γὰρ ἦν ὀψιμαθὴς τὰ τοιαῦτα, ἐπὶ τὸν σταυρὸν καταφεύγει, καὶ τὸ παλαιὸν φάρμακον, καὶ τούτῳ σημειοῦται κατὰ τῶν φόβων, καὶ βοηθὸν ποιεῖται τὸν διωκόμενον· καὶ τὰ ἑξῆς φρικωδέστερα.

ΝϚʹ. Ἴσχυσεν ἡ σφραγὶς, ἡττῶνται οἱ δαίμονες, λύονται οἱ φόβοι. Εἶτα τί; Ἀναπνεῖ τὸ κακὸν, θρασύνεται πάλιν, αὖθις ὁρμὴ, καὶ οἱ αὐτοὶ φόβοι, καὶ ἡ σφραγὶς πάλιν, καὶ ἠρεμοῦντες οἱ δαίμονες· καὶ ὁ μύστης ἐν ἀπορίᾳ· καὶ ὁ μυσταγωγὸς ἐγγύθεν παρεξηγούμενος τὴν ἀλήθειαν· Ἐβδελύχθημεν, λέγων, οὐκ ἐφοβήσαμεν· νικᾷ τὸ χεῖρον· λέγει γὰρ ταῦτα, καὶ εἰπὼν πείθει, καὶ πείσας ἄγει τὸν μαθητὴν ἐπὶ τὸ τῆς ἀπωλείας βάραθρον. Καὶ θαυμαστὸν οὐδέν· πρόχειρος γὰρ ἡ πονηρία τῷ κακῷ μᾶλλον ἀκολουθεῖν ἢ ὑπὸ τοῦ κρείττονος ἀνακόπτεσθαι.

Ἃ μὲν οὖν εἰπὼν, ἢ ποιήσας. ἢ ἐξαπατηθεὶς ἀναπέμπεται, εἰδεῖεν ἂν οἱ τὰ τοιαῦτα τελοῦντές τε καὶ τελούμενοι· ἄνεισι δ᾽ οὖν καὶ τῇ ψυχῇ δαιμονῶν καὶ τοῖς πράγμασι, καὶ τῷ μανιώδει τῶν ὀφθαλμῶν ἐπισημαίνων οὓς ἐθεράπευσεν· εἰ μή γε καὶ ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐπλήσθη δαιμόνων, ἀφ᾽ ἧς οὕτω πονηρὰ προὔθετο· ἀλλὰ τότε καὶ περιφανέστερον· ἵνα μὴ μάτην ᾖ κατεληλυθὼς, καὶ τῶν δαιμόνων μετειληφὼς, ὂν ἐνθουσιασμὸν ἐκεῖνοι καλοῦσι, μεταποιοῦντες σεμνῶς τὰ ὀνόματα. Τὰ μὲν δὴ πρῶτα τοιαῦτα.