Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ Ἰουλιανοῦ βασιλέως Α΄

Γρηγόριος ὁ Ναζιανζηνός

Η στρατηγική του συγκεκαλυμμένου διωγμού και η προσπάθεια αλώσεως του στρατεύματος

Η αποφυγή ανοιχτής βίας προς στέρηση της δόξας των μαρτύρων, οι εκκαθαρίσεις χριστιανών αξιωματούχων στην αυτοκρατορική αυλή και η εναντίωση στα στρατιωτικά σύμβολα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 10

ΝΖʹ. Ἐπεὶ δὲ ἡ ὠδὶς ἐκράτει, καὶ ὁ διωγμὸς ἐξεῤῥήγνυτο, εἶδέ τι, εἴτ᾽ οὖν ἀνδρὸς σοφοῦ τὴν κακίαν καὶ περιττοῦ τὴν ἀσέβειαν, εἴτ᾽ οὖν ἐδιδάχθη παρὰ τῶν εἰς ταύτην αὐτὸν ἀλειφόντων. Ὡς τὸ μὲν φανερῶς ἀνελέσθαι τὸν πόλεμον, καὶ προκαθεσθῆναι τῆς ἀσεβείας αὐτόχειρα, πρὸς τῷ λίαν εἶναι θρασὺ καὶ ἀπαίδευτον, ἔτι καὶ ἐναντιώτατον τῷ σκοπῷ παντελῶς· φιλονεικοτέρους γὰρ ἂν ἡμᾶς γε νέσθαι βιαζομένους, καὶ ἀντιθήσειν τῇ τυραννίδι τὴν ὑπὲρ εὐσεβείας φιλοτιμίαν. Φιλεῖ γὰρ τὰ γενναῖα φρονήματα πρὸς τὸ βίᾳ κρατοῦν αὐθαδιάζεσθαι. καὶ καθάπερ φλὸξ ὑπὸ ἀνέμου ῥιπιζομένη, τοσούτῳ μᾶλλον ἀνάπτεσθαι, ὅσῳ περ ἂν σφοδρότερον καταπνέηται.

Καὶ τοῦτο οὐκ ἐκ τῶν λογισμῶν εὕρισκε μόνον, ἀλλὰ καὶ τοῖς προλαβοῦσι διωγμοῖς εἶχε γινώσκειν, οἳ τιμιώτερον τὸν Χριστιανισμὸν πεποιήκασι θᾶττον ἢ ἀσθενέστερον, ῥώσαντες τὰς ψυχὰς εἰς εὐσέβειαν, καὶ ὥσπερ σίδηρον θερμὸν ὕδατι, τοῖς κινδύνοις στομώσαντες. Εἰ δὲ μετὰ τῆς τέχνης στρατεύσειε, καὶ τῷ πείθειν τὸ βιάζεσθαι χρώσειεν, ἢ καθάπερ χαλκῷ περιβάλλοι δέλεαρ τῇ τυραννίδι τὸ προσηνὲς, σοφόν τε οὕτως ἂν ἅμα καὶ δυνατὸν γενέσθαι αὐτῷ τὸ ἀγώνισμα.

ΝΗʹ. Καὶ γὰρ πρὸς τοῖς ἄλλοις καὶ τῆς τῶν μαρτύρων τιμῆς ἐφθόνει τοῖς ἀθληταῖς· καὶ διὰ τοῦτο μηχανᾶται αὐτὸς μὲν καὶ βιάζεσθαι, καὶ μὴ δοκεῖν, ἡμᾶς δὲ καὶ πάσχειν, καὶ μὴ τιμὴν ἔχειν ὡς ὑπὲρ Χριστοῦ πάσχοντας. Ὢ τῆς εὐηθείας! Πρῶτον μὲν εἰ λανθάνειν ἐνόμισεν ὑπὲρ τίνος οἱ κίνδυνοι, καὶ συγκαλύψειν τὴν ἀλήθειαν τοῖς σοφίσμασιν, ἀλλ᾽ οὐχ ὅσῳ κατὰ τῶν τιμῶν ἐπενόει, τοσούτῳ μείζους αὐτὰς ποιήσειν καὶ λαμπροτέρας.

ΝΘʹ. Δεύτερον δὲ, εἰ δόξης ἐπιθυμίᾳ κινδυνεύειν ἡμᾶς, ἀλλὰ μὴ τῆς ἀληθείας, ὑπέλαβε· ταῦτα μὲν παιζέτωσαν παρ᾽ ἐκείνοις Ἐμπεδοκλεῖς, καὶ Ἀρισταῖοι, καὶ Ἐμπεδότιμοί τινες, καὶ Τροφώνιοι, καὶ τοιούτων δυστυχῶν ἀριθμός· ὧν ὁ μὲν τοῖς Σικελικοῖς κρατῆρσιν ἑαυτὸν θεώσας, ὡς ᾤετο, καὶ εἰς τὴν κρείττονα λῆξιν ἀφ᾽ ἡμῶν ἀναπέμψας, τῷ φιλτάτῳ σανδάλῳ κατεμηνύθη παρὰ τοῦ πυρὸς ἐκβρασθέντι· καὶ οὐ θεὸς ἐδείχθη μετ᾽ ἄνθρωπον, ἀλλ᾽ ἄνθρωπος κενόδοξος, καὶ ἀφιλόσοφος μετὰ θάνατον, καὶ οὐδὲ τὰ κοινὰ συνετός· οἱ δὲ ἀδύτοις τισὶν ἑαυτοὺς ἐγκρύψαντες ὑπὸ τῆς αὐτῆς νόσου καὶ φιλαυτίας, εἶτ᾽ ἐλεγχθέντες, οὐ μᾶλλον ἐκ τῆς κλοπῆς ἐτιμήθησαν ἢ ἐκ τοῦ μὴ λαθεῖν καθυβρίσθησαν.

Ξʹ. Χριστιανοῖς δὲ ἥδιον ὑπὲρ εὐσεβείας τὸ πάσχειν, κἂν πάντας λανθάνωσιν, ἢ ἄλλοις τὸ εὐδοξεῖν μετὰ τῆς ἀσεβείας· τοῦ μὲν γὰρ ἀνθρώποις ἀρέσκειν βραχὺς ἡμῖν ὁ λόγος· τῆς δὲ παρὰ Θεοῦ τιμῆς ἡ πᾶσα ἔφεσις· μᾶλλον δὲ καὶ ὑπὲρ ταύτην, ὅ γε ἀληθῶς φιλόσοφοι καὶ φιλόθεοι, τὴν πρὸς τὸ καλὸν οἰκείωσιν ἀγαπῶντες δι᾽ αὐτὸ τὸ καλὸν, οὐ τὰς ἀποκειμένας ἐντεῦθεν τιμάς· δευτέρα γὰρ αὕτη τάξις τῶν ἐπαινετῶν, τὸ μισθοῦ τι πράττειν καὶ δι᾽ ἀντίδοσιν· ὥσπερ τρίτη τῷ φόβῳ κολάσεως φεύγειν τὴν μοχθηρίαν. Τὰ μὲν οὖν ἡμέτερα τοιαῦτα καὶ οὕτως ἔχοντα· καὶ ῥάδιον τοῦτο ἐκ πλειόνων ἐπιδεῖξαι τοῖς βουλομένοις.

ΞΑʹ. Ὁ δὲ, ὡς μεγάλης τιμῆς ἀποστερήσειν μέλλων Χριστιανοὺς (κρίνουσι γὰρ οἱ πολλοὶ τὰ τῶν ἄλλων τοῖς ἰδίοις πάθεσι), τοῦτο διώκει πρὸ τῶν ἄλλων τὴν εὐδοκίμησιν. Καὶ οὐδὲ μεγαλοψύχως, τοῖς ἄλλοις διώκταις ὁμοίως, ἀπογράφεται τὴν ἀσέβειαν· οὐδ᾽, εἰ μὴ βασιλικῶς, τυραννικῶς γε παντάπασι διανοεῖται περὶ ἡμῶν, ἵν᾽ ᾖ μεγαλοπρεπὲς αὐτῷ τὸ ἀσέβημα βιάζεσθαι λαὸν οἰκουμένης, καὶ τυραννῆσαι δόγμα πάντων δογμάτων ὑπερανεστηκός· δουλοπρεπῶς δὲ λίαν καὶ ἀγεννῶς κακουργεῖ τὴν εὐσέβειαν, καὶ τὰς περὶ τοὺς λογισμοὺς πλοκὰς καὶ διπλόας τῷ καθ᾽ ἡμῶν διωγμῷ φέρων ἐπεισήγαγε. Τοιγαροῦν εἰς δύο ταῦτα διῃρημένου τοῦ κρατεῖν, τὸ πείθειν καὶ τὸ βιάζεσθαι, ὃ μὲν ἦν ἀπανθρωπότερον, δήμοις ἐφῆκε καὶ πόλεσι τὸ τῆς τυραννίδος, ὧν καὶ μᾶλλον ἄληπτος ἡ ἀπόνοια διὰ τὴν ἀλογίαν, καὶ τὴν ἀπερίσκεπτον ἐπὶ πάντα φοράν· καὶ τοῦτο οὐ προστάγματι δημοσίῳ, τῷ δὲ μὴ ἀνακόπτειν τὰς ὁρμὰς ἄγραφον προθεὶς νόμον τὸ βούλεσθαι.

ΞΒʹ. Ὃ δὲ ἡμερώτερον καὶ βασιλικώτερον, εἰς ἑαυτὸν δῆθεν φέρει, τὸ τῆς πειθοῦς· οὐ μὴν εἰς τὸ παντελὲς τοῦτό γε διεσώσατο· οὐδὲ γὰρ εἶχε φύσιν ἢ πάρδαλιν ἀποθέσθαι τὸ κατάστικτον, ἢ Αἰθίοπα τὸ μέλαν, ἢ πῦρ τὸ καίειν, ἢ τὸν πονηρὸν τὴν μισανθρωπίαν ἀπαρχῆς ἀνθρωποκτόνον τυγχάνοντα, ἢ ἐκεῖνον τὴν πονηρίαν, ἀφ᾽ ἧς καθ᾽ ἡμῶν ὥρμησεν· ἀλλ᾽ ὥσπερ τὸν χαμαιλέοντα λόγος παντοῖον γίνεσθαι ῥᾳδίως, καὶ πάσας μὲν ἀναλαμβάνειν χρόας, πλὴν μιᾶς τῆς λευκότητος, τὸν γὰρ Πρωτέα παρίημι τὸν τοῦ μύθου τὸν Αἰγύπτιον σοφιστὴν, οὕτω κἀκεῖνος πάντα ἦν καὶ ἐγίνετο Χριστιανοῖς, πλὴν ἡμερότητος, καὶ ἦν λίαν ἀπάνθρωπον αὐτῷ τὸ φιλάνθρωπον, καὶ τὸ πιθανὸν βίαιον, καὶ ἀπολογία τῆς ἀγριότητος ἡ χρηστότης· ἵν᾽ εἰκότως δοκῇ βιάζεσθαι, τοῦ πείθειν ἀποτυγχάνων.

ΞΓʹ. Καὶ τοῦτο δῆλον ἐξ ὧν βραχὺ μὲν παρ᾽ αὐτῷ τὸ τῆς πειθοῦς, πλεῖον δὲ τὸ τῆς βίας εὐθὺς ἑπόμενον ἦν· ἵν᾽, ὥσπερ ἐν ταῖς θήραις, ἢ ταῖς πάγαις ἁλῶμεν, ἢ τοῖς διώγμασι, καὶ εἷς γε τρόπος πάντως ἡμᾶς χειρώσηται. Οὕτω δὲ διανοηθείς τε καὶ διελόμενος, δεύτερον ἐκεῖνο στρατηγεῖ, καὶ μόνον ἀσφαλῶς, εἰ καὶ ἀσεβῶς λίαν, ἐκ τῶν ἐγγυτάτω καὶ τῆς περὶ αὐτὸν χειρὸς, ὃ πᾶσι διώκταις σύνηθες, τῆς κακίας ἄρχεται· καὶ γὰρ οὐδὲ οἷόν τε τοῖς ἐκτὸς ἐγχειρῆσαι, μὴ τούτων οἰκειωθέντων, ὥσπερ οὐδὲ στρατὸν ἐπάγειν ἐχθροῖς, πρὸς τὸν στρατηγὸν στασιάζοντα.

ΞΔʹ. Καὶ διὰ τοῦτο μεταποιεῖ μὲν τὰ βασίλεια, τοὺς μὲν θανάτῳ προϋπεξαγαγὼν πρότερον, τοὺς δὲ παρωσάμενος· οὐχ ὡς εὔνους τῷ μεγάλῳ βασιλεῖ μόνον, ἀλλὰ καὶ ὡς εὐνουστέρους τῷ μείζονι, καὶ ἀλυσιτελεῖς αὐτῷ κατ᾽ ἀμφότερα· ὑποποιεῖται δὲ τὸ στρατιωτικὸν, τὸ μὲν δι᾽ ἑαυτοῦ, τὸ δὲ διὰ τῶν ἐν τέλει, ὃ καὶ μᾶλλον εὔπιστον ὑπελάμβανε, τὸ μὲν τῶν τιμῶν ἡττώμενον, τὸ δὲ ἁπλότητι παρασυρόμενον, καὶ νόμον ἕνα γινῶσκον μόνον, τὴν τοῦ βασιλέως βούλησιν.

ΞΕʹ. Μᾶλλον δὲ τοῦ στρατιωτικοῦ μέρος οὐκ ἐλάχιστον, καὶ ὅσον εὗρε σαθρὸν καὶ νοσῶδες, τοῦ καιροῦ δοῦλον καὶ τότε καὶ πρότερον· οὗ τὸ μὲν δεδούλωτο, τὸ δὲ ἤλπιζεν. Οὐ γὰρ δὴ τὸ πᾶν ὑφεῖλεν, οὐδὲ τοσοῦτον ἔδωκεν αὐτῷ καθ᾽ ἡμῶν ὁ δι᾽ ἐκείνου διώκτης· ἀλλ᾽ ἔμειναν ὑπὲρ τοὺς ἑπτακισχιλίους, οἱ μὴ κάμψαντες γόνυ τῇ Βαὰλ, μηδὲ τῇ εἰκόνι τῇ χρυσῇ προσκυνήσαντες, μηδὲ ὑπὸ τῶν ὄφεων τρωθέντες, ἐκ τοῦ βλέπειν εἰς τὸν ὄφιν τὸν κρεμασθέντα, καὶ καταλυθέντα τοῖς Χριστοῦ πάθεσι· πολλοὶ μὲν τῶν ἐν δυναστείαις καὶ ὕψεσιν, οὓς καὶ μᾶλλον εἰκὸς ἦν ἡττηθῆναι καὶ διὰ φόβον, καὶ δι᾽ ἐλπίδας· πολλοὶ δὲ τῶν κάτω καὶ ἀριθμῷ μόνῳ γνωριζομένων, οἷς προσβαλὼν ἀπεκρούσθη, καθάπερ ὑπὸ γενναίου τείχους μηχάνημά τι τῶν οὐ καιρίων. Πλὴν οὐκ ἠνία μᾶλλον τὸ διαφεῦγον ἢ ἐθάρσυνεν, ὡς ἂν λυσσῶντα, τὸ ἁλισκόμενον· καὶ τὸ βούλεσθαι παρίστη τὸ ἐλπισθὲν ὡς κρατούμενον.

ΞϚʹ. Τολμᾷ δὲ ἤδη καὶ κατὰ τοῦ μεγάλου συνθήματος, ὃ μετὰ τοῦ σταυροῦ πομπεύει, καὶ ἄγει τὸν στρατὸν εἰς ὕψος αἰρόμενον, καμάτων λυτήριον ὄν τε καὶ κατὰ Ῥωμαίους ὀνομαζόμενον καὶ βασιλεῦον, ὡς ἂν εἴποι τις, τῶν λοιπῶν συνθημάτων· ὅσα τε βασιλέων προσώποις ἀγάλλεται, καὶ πεπετασμένοις ὑφάσμασιν ἐν διαφόροις βαφαῖς καὶ γράμμασιν, ὅσα τε δρακόντων φοβεροῖς χάσμασιν ἐμπνεόμενα ἐπ᾽ ἄκρων δοράτων αἰωρουμένοις, καὶ διὰ τῶν ὁλκῶν ῥιπιζόμενα φολίσιν ὑφανταῖς καταστίκτων, ἥδιστόν τε ὁμοῦ καὶ φρικτὸν θέαμα προσπίπτει ταῖς ὄψεσιν. Ὡς δὲ εἶχεν αὐτῷ κατὰ νοῦν τὰ πλησίον, καὶ τοῦ ἐν χερσὶν, ὡς ᾤετο, κινδύνου κρείττων ἐγένετο, οὕτως ἤδη πειρᾶται καὶ τῶν ἑξῆς.