Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ Ἰουλιανοῦ βασιλέως Α΄

Γρηγόριος ὁ Ναζιανζηνός

Η αποτυχία μίμησης των χριστιανικών θεσμών και η κριτική της παγανιστικής μυθολογίας

Η απόπειρα αντιγραφής της χριστιανικής εκκλησιαστικής οργάνωσης και η εκτενής στηλίτευση της ανηθικότητας, των τερατολογιών και των αντιφάσεων των ειδωλολατρικών μύθων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 10 από 10

ΡΙʹ. Εἰ δὲ ταῦτά σοι κακουργίας εἶναι δοκεῖ τὸ λεῖον ἠμφιεσμένης, καὶ πόῤῥω βασιλικῆς μεγαλοπρεπείας, φέρε, σοι παραστήσω καὶ τὰ τούτων ἔτι κερδαλεώτερα. Ὁρῶν γὰρ τὸν ἡμέτερον λόγον μέγαν μὲν ὄντα τοῖς δόγμασι καὶ ταῖς ἄνωθεν μαρτυρίαις, τὸν αὐτὸν παλαιόν τε καὶ νέον· παλαιὸν μὲν ταῖς προῤῥήσεσι, καὶ τοῖς ὑπαστράπτουσι κινήμασι τῆς θεότητος· νέον δὲ τῇ τελευταίᾳ θεοφανείᾳ, καὶ τοῖς ἐκ ταύτης τε καὶ περὶ ταύτην θαύμασιν· ἔτι δὲ μείζω καὶ γνωριμώτερον τοῖς παραδεδομένοις, καὶ εἰς τόδε τετηρημένοις τύποις τῆς Ἐκκλησίας· ἵνα μηδὲ τοῦτο ἀκακούργητον μένῃ, τί μηχανᾶται, καὶ τί ποιεῖ; Μιμεῖται Ῥαψάκην τὸν Ἀσσύριον· ἐστρατήγει δὲ ἄρα τῷ βασιλεῖ τῶν Ἀσσυρίων Σεναχηρείμ. Οὗτος, ἐπὶ τὴν Ἰουδαίαν στρατεύσας, καὶ δυνάμει πολλῇ καὶ χειρὶ τὰ Ἱεροσόλυμα πολιορκῶν, καὶ τῇ πόλει προσκαθεζόμενος. ἐπειδὴ μήτε δυνάμει παραστήσασθαι τὴν πόλιν οἷός τε ἦν, μήτε τι τῶν ἔνδον αὐτῷ παρὰ τῶν προδοτῶν ἐνεδίδοτο, λόγοις ἡμέροις καὶ ὁμογλώσσοις ὑποποιεῖσθαι τὴν πόλιν ἐπιχειρεῖ. Ὃ δὴ συνέντας λέγεται τοὺς πολιορκουμένους, τοῦτο παραιτήσασθαι πρῶτον, Συριστὶ λαλεῖσθαι αὐτοῖς, ἀλλὰ μὴ Ἑβραϊστὶ κελεύσαντας, ὡς τάχα ἂν εἰς δουλείαν κλαπεῖσι τῷ ἡμέρῳ τῆς διαλέξεως.

ΡΙΑʹ. Τοῦτο δὴ καὶ οὗτος διανοηθεὶς, διδασκαλεῖα μὲν ἱδρύσασθαι κατὰ πᾶσαν πόλιν ἕτοιμος ἦν, βήματά τε καὶ προεδρίας, καὶ ὑφεδρίας, Ἑλληνικῶν τε δογμάτων ἀναγνώσεις καὶ ἀναπτύξεις, ὅσαι τε ἦθος ῥυθμίζουσι, καὶ ὅσαι τῆς ἐπικρύψεως· εὐχῶν τε τύπον ἐν μέρει, καὶ τῆς τῶν ἁμαρτανόντων κατὰ μέτρον ἐπιτιμήσεως· προτελείων τε καὶ τελειώσεως, καὶ ὅσα τῆς ἡμετέρας σαφῶς ἐστιν εὐταξίας· ἔτι δὲ καταγώγια πήξασθαι καὶ ξενῶνας, ἁγνευτήριά τε καὶ παρθενῶνας, καὶ φροντιστήρια, καὶ τὴν εἰς τοὺς δεομένους φιλανθρωπίαν, τήν τε ἄλλην ὁπόση, καὶ τὴν ἐν τοῖς ἐπιστολιμαίοις συνθήμασιν, οἷς ἡμεῖς ἐξ ἔθνους εἰς ἔθνος τοὺς χρῄζοντας παραπέμπομεν· ἃ δὴ καὶ μάλιστα τῶν ἡμετέρων εἶχε θαυμάσας.

ΡΙΒʹ. Ταῦτα διενοεῖτο μὲν ὁ καινὸς δογματιστής τε καὶ σοφιστής· μὴ ἐπιτελῆ δὲ γενέσθαι, μηδὲ εἰς ἔργον ἀχθῆναι τοῦ ἀνδρὸς τὴν ἐγχείρησιν, οὐκ οἶδ᾽, εἴτε ἡμῖν κέρδος, τοῖς ἐκείνου τε καὶ τῶν ἐκείνου θᾶττον ἀπηλλαγμένοις, εἴτε τῷ προελθόντι μέχρι τῆς ὀνειρώξεως· ἐδείχθη γὰρ ἂν τίνα μὲν ἀνθρώπων κινήματα, τίνα δὲ πιθήκων μιμήματα. Ἐπεὶ καὶ οὗτοι μιμεῖσθαι μὲν λέγονται τῶν ἀνθρωπίνων τινὰ δελεασμάτων, κακοτέχνως προτιθεμένων· τούτοις μέντοι καὶ ἁλίσκονται, μὴ δυναμένης ἐξικέσθαι τοῦ ἡμετέρου σοφοῦ τῆς μιμήσεως. Οὐ γὰρ μᾶλλον ἵππος Θεσσαλικὴ, καὶ γυνὴ Λακεδαιμονία, καὶ ἄνδρες οἱ τῆς Ἀρεθούσης πίνοντες, οἷον δὴ λέγω Σικελιώτας, ὡς ὁ περὶ αὐτῶν χρησμὸς, τὸ ἔκκριτον τῶν ὁμογενῶν ἔχουσιν, ἢ Χριστιανοῖς τὰ τοιαῦτα ἔθη τε καὶ νομοθετήματα τῶν πρεπωδεστάτων ἐστί· καὶ οἷα ὑπ᾽ οὐδενὸς ἂν ἄλλου ζηλωθέντα τῶν ἡμῖν ἕπεσθαι βουλομένων· ἐπειδὴ μὴ ἀνθρωπίναις ἐπινοίαις μᾶλλον ἢ θείᾳ δυνάμει καὶ χρόνου βεβαιότητι τὰ τοιαῦτα νενίκηκεν.

ΡΙΓʹ. Οὐδὲν δὲ οἷον καὶ τὴν θαυμασίαν αὐτῶν ταύτην ἀνάπλασιν ἢ μετάπλασιν ὡς ἐπὶ σκηνῆς θεωρῆσαι καὶ καταμαθεῖν, τίς μὲν ἂν ἦν ὁ τῆς διδασκαλίας τρόπος αὐτοῖς, τί δὲ τὸ πέρας τῶν συνελεύσεων· ἵν᾽, ὅ φησι Πλάτων περὶ τῆς ἐν λόγῳ πόλεως, ἴδωμεν κινουμένην αὐτῶν τὴν ἐπίνοιαν.

Εἰς δύο γὰρ ταῦτα διῃρημένης πάσης φιλοσοφίας, θεωρίαν τε λέγω καὶ πρᾶξιν· καὶ τῆς μὲν ὑψηλοτέρας οὔσης, δυστεκμάρτου δέ· τῆς δὲ ταπεινοτέρας, χρησιμωτέρας δέ· ἡμῖν μὲν ἀμφότερα δι᾽ ἀλλήλων εὐδοκιμεῖ· καὶ γὰρ θεωρίαν συνέκδημον πρὸς τὰ ἐκεῖθεν ποιούμεθα, καὶ πρᾶξιν θεωρίας ἐπίβασιν· οὐδὲ γὰρ οἷόν τε εἶναι σοφίας μετέχειν μὴ σοφῶς ἀναστραφέντας· τοῖς δὲ οὐκ οἶδ᾽ ὁπότερον δόξει γελοιότερόν τε καὶ ἀσθενέστερον, οὐκ ἔχουσιν ἐκ θείας ἐπιπνεύσεως τὸ δυνατὸν τοῦ συστήματος, ὥσπερ τῶν ῥιζῶν, αἳ καθ᾽ ὕδατος ὀχοῦνται, πῆξιν οὐκ ἔχουσαι. Καὶ δὴ βάλωμεν εἰς τὴν μακαρίαν αὐτῶν, ἵν᾽ ὀλίγα καὶ αὐτοὶ παίζουσιν αὐτοῖς καὶ μυθολογοῦσιν, ὥσπερ ἐν πολλοῖς τῶν δραμάτων, συμπαίξωμεν· καὶ προστεθείη τῷ χαίρειν μετὰ χαιρόντων, καὶ κλαίουσι συνδακρύειν, τὸ καὶ ληραίνουσι συλληρεῖν ἀνέχεσθαι· καὶ γέλωτα ἐν δακρύοις ποιηταὶ γινώσκουσιν.

ΡΙΔʹ. Ἔστω τὸ θέατρον εὐτρεπές· ἢ οὐκ οἶδ᾽ ὅ τι καὶ καλεῖν τὸν οἶκον αὐτῶν κελεύσουσιν· οἱ κήρυκες βοάτωσαν· ὁ λαὸς συνίτω· τὴν προεδρίαν ἐχέτωσαν εἴτε οἱ πολιᾷ, καὶ χρόνῳ, καὶ τῷ τῆς πολιτείας ἐξειλεγμένῳ προέχοντες, εἴτε οἱ γένει καὶ δόξῃ περίβλεπτοι, καὶ σοφίᾳ τῇ κάτω πλεκομένῃ, καὶ πλεῖον ἐχούσῃ τὸ τερπνὸν τῆς ἀληθοῦς εὐσεβείας· τοῦτο γὰρ ἐπ᾽ αὐτοῖς ποιησόμεθα. Τί ποιήσουσι τὰ ἑξῆς; Αὐτοὶ τοὺς ἑαυτῶν προέδρους γραψάτωσαν. Ἁλουργὶς αὐτοὺς κοσμήσει, καὶ ταινία, καὶ στεφάνων ἄνθος καὶ κάλλος· ἐπειδὴ πολλαχοῦ τὸ σεμνὸν ἔγνων αὐτοῖς σπουδαζόμενον, καὶ τὸ ὑπεράνω τοῦ ἰδιώτου ὡς τοῦ μὲν κοινοῦ καὶ πεζοῦ τὸ εὐκαταφρόνητον ἔχοντος, τοῦ δὲ ὑπερόγκου καὶ δυσεφίκτου τὸ ἀξιόπιστον. Ἢ κἀνταῦθα μέχρις ἡμῶν καταβήσονται, μὴ τὸ ἐν τοῖς σχήμασιν ὑψηλὸν μᾶλλον ἢ τὸ ἐν τῷ τρόπῳ πρέπειν αὐτοῖς, ὥσπερ ἡμεῖς, νομίζοντες; Ἡμῖν γὰρ τοῦ μὲν φαινομένου καὶ γραφομένου βραχὺς ὁ λόγος· ἡ πλείων δὲ πραγματεία περὶ τὸν ἐντὸς ἄνθρωπον, καὶ μεθέλκειν τὸν θεατὴν ἐπὶ τὸ νοούμενον, ᾧ καὶ μᾶλλον τοὺς πολλοὺς ἐκπαιδεύομεν.

ΡΙΕʹ. Ταῦτα μὲν δὴ ταύτῃ· τί δὲ τὸ ἐντεῦθεν; Παρέξεις αὐτοῖς ὑποφήτας δηλαδὴ θεοφόρων λογίων, ὡς ἂν αὐτοὶ φαίητε, καὶ βίβλους ἀνελίξεις θεολογικάς τε καὶ ἠθικάς. Τίνας ταύτας, εἰπέ μοι, καὶ τίνων; Καλὸν προσάδεσθαι τὴν Ἡσιόδου Θεογονίαν αὐτοῖς καὶ τοὺς ἐκεῖ πολέμους καὶ κλόνους, τοὺς Τιτᾶνας, τοὺς Γίγαντας, μετὰ τῶν φοβερῶν ὀνομάτων τε καὶ πραγμάτων; Κότος, Βριάρεως, Γύγης, Ἐγκέλαδος, οἱ δρακοντόποδες ὑμῶν, οἱ κεραυνοφόροι θεοὶ, αἱ τούτοις ἐπαφιέμεναι νῆσοι, βέλη τε ὁμοῦ καὶ τάφοι τοῖς ἀπαντήσασι· τὰ πικρὰ τούτων γεννήματα καὶ προβλήματα, Ὕδραι, Χίμαιραι, Κέρβεροι, Γοργόνες, φιλοτιμία παντὸς κακοῦ. Ταῦτα ἔστω τῶν Ἡσιόδου καλῶν ταῖς ἀκοαῖς προτιθέμενα. Ὀρφεὺς παρίτω μετὰ τῆς κιθάρας καὶ τῆς πάντα ἑλκούσης ᾠδῆς, ἐπιβρεμέτω Διὶ τὰ μεγάλα καὶ ὑπερφυῆ τῆς θεολογίας ῥήματα καὶ νοήματα· Ζεῦ κύδιστε, μέγιστε θεῶν, εἰλυμένε κόπρῳ, ὅση τε μηλείη, ὅση τε ἵππων, ὅση τε ἡμιόνων, ἵν᾽ ἐντεῦθεν, οἶμαι, δειχθῇ τὸ ζωογόνον τοῦ θεοῦ καὶ φερέσβιον· οὐ γὰρ ἄλλως οἷόν τε ἦν· καὶ μηδὲ τῆς ἄλλης φείδεσθαι μεγαληγορίας.

Ὣς εἰποῦσα θεὰ, δοιοὺς ἀνεσύρατο μηροὺς, ἵνα τελέσῃ τοὺς ἐραστὰς, ἃ καὶ νῦν ἔτι τελεῖ τοῖς σχήμασιν. Ἐπὶ πᾶσιν ὁ Φάνης τε καὶ ὁ Ἠρικαπαῖος, καὶ ὁ πάντας καταπίνων τοὺς ἄλλους, εἶτ᾽ ἀναδιδοὺς θεοὺς, ἵνα γένηται πατὴρ ἀνδρῶν τε θεῶν τε. Ταῦτα ἐπεισκυκλείσθω τοῖς θαυμαστοῖς τῆς θεολογίας ἀκροαταῖς, εἶτ᾽ ἐπινοείσθω τούτοις ἀλληγορήματα καὶ τερατεύματα· καὶ τῶν προκειμένων ἐκπίπτων ὁ λόγος εἰς βάραθρα χωρείτω, καὶ κρημνοὺς θεωρίας οὐκ ἐχούσης τὸ στάσιμον.

ΡΙϚʹ. Ὅμηρον δὲ ποῦ θήσεις, τὸν μέγαν τῶν θεῶν σου κωμῳδιογράφον, εἴ τ᾽ οὖν τραγῳδοποιόν; Ἀμφότερα γὰρ εὑρήσεις ἐν τοῖς θαυμασίοις αὐτοῦ ποιήμασι· τὰ μὲν συμφορᾶς, τὰ δὲ γέλωτος ἄξια. Καὶ γὰρ ὄντως οὐ μικρᾶς τῆς φροντίδος ἐκεῖνο ἰδεῖν, πῶς μὲν Ὠκεανὸς Τηθύϊ καταλλαγήσεται δι᾽ Ἥρας πορνικῶς κοσμουμένης· ἐπειδὴ κίνδυνος τῷ παντὶ χρόνον τινὰ σωφρονούντων αὐτῶν· εἴτ᾽ οὖν τὴν ξηρὰν φύσιν καὶ τὴν ὑγρὰν καταλλάττεσθαι δέοι, μὴ τῷ πλεονασμῷ τοῦ ἑτέρου τὸ πᾶν συγχεθῇ· εἴτε τι ἄλλο τούτων ἐπινοεῖς ἀτοπώτερον. Τίς δὲ ἡ θαυμασία μίξις τοῦ νεφεληγερέτου καὶ τῆς σεμνῆς Ἥρας, ἡνίκα ἀσχημονεῖν αὐτὸν ἀναπείθει μεσούσης ἡμέρας, κἂν οἱ ποιηταὶ μετὰ τῶν μέτρων αὐτὸν κολακεύωσι, λωτὸν ὑποστρωννύντες ἑρσήεντα, καὶ κρόκον ἀναφύοντες ἐκ τῆς γῆς καὶ ὑάκινθον; Πόθεν ταῦτα, καὶ τίς τούτων ὁ λόγος; Πῶς δὲ ἡ αὐτὴ καθ᾽ ὑμᾶς Ἥρα, ἡ τοῦ μεγάλου Διὸς ἀδελφὴ καὶ ὁμόζυγος, νῦν μὲν ἐν αἰθέρι καὶ νεφέλαις κρεμαμένη, καὶ σιδηροῖς ἄκμοσι καθελκομένη, καὶ χρυσαῖς τιμωμένη χειροπέδαις, ἡ λευκώλενός τε καὶ ῥοδοδάκτυλος, ὡς μηδὲ τοῖς παραιτεῖσθαι βουλομένοις τῶν θεῶν ἀκίνδυνον εἶναι τὴν φιλανθρωπίαν· νῦν δὲ ὅλον τὸν τῶν ἐρώτων κεστὸν ἐφ᾽ ἑαυτὴν ἕλκουσα διὰ τῶν πρὸς τὸν Δία καλλωπισμάτων, ὡς καὶ πάντας ὁμολογεῖσθαι αὐτῷ τοὺς ἐπὶ πάσαις ἔρωτας ἑνὸς τούτου παραπολὺ λειπομένους;

Τίς δὲ ὁ φόβος, μὴ τῶν θεῶν κινουμένων ὑπὲρ τῆς Λακαίνης μοιχάδος, καὶ οὐρανοῦ σαλπίζοντος, ἀναῤῥαγῇ μὲν γῆς ἕδρα, μεθαρμοσθῇ δὲ θάλασσα, δημοσιευθῇ δὲ ᾅδου βασίλεια, καὶ εἰς τοὐμφανὲς ἔλθῃ τὰ τῷ μακρῷ χρόνῳ κεκαλυμμένα;

Τίς δὲ ἡ τῶν κυανέων ὀφρύων ἐπίνευσις, καὶ ἡ τῶν ἀμβροσίων τριχῶν συγκίνησις, ὅλον Ὄλυμπον κατασείουσα; Τίς δὲ ὁ τιτρωσκόμενος Ἄρης, ἢ χαλκῷ κεράμῳ κατακλειόμενος; ὁ τῆς χρυσῆς Ἀφροδίτης ἀφυὴς ἐραστὴς, καὶ μοιχὸς ἀπερίσκεπτος καὶ τῷ Ἀμφιγυήεντι κρατούμενος, καὶ θέατρον τῶν θεῶν ἐφ᾽ ἑαυτῷ συλλέγων ἀσχημονοῦντι, καὶ μικροῖς χρήμασιν ἀφιέμενος;

ΡΙΖʹ. Ταῦτα πάντα καὶ πλείω τούτων οὕτω σοφῶς καὶ πολυτρόπως συγκείμενα, καὶ παντάπασιν ἔξω τῶν νενομισμένων, τίς οὕτως ὑμῖν ὑψηλός τε καὶ μέγας, καὶ ὄντως Διὶ μῆτιν ἀτάλαντος, ὡς εἰς τὸ εὐπρεπὲς ἀγαγεῖν λόγοις θεωρίας ὑπερνεφοῦς, καὶ ὑπὲρ τὰ ἡμέτερα μέτρα τῆς καταλήψεως;

Καίτοι ταῦτα εἰ μὲν ἀληθῆ, μήτ᾽ αἰσχυνέσθωσαν, καὶ φιλοτιμείσθωσαν, ἢ, ὅτι μὴ αἰσχρὰ, πειθέτωσαν· καὶ τί δεῖ καταφεύγειν αὐτοὺς ἐπὶ τὸν μῦθον, ὡς τῆς αἰσχύνης συγκάλυμμα; οὐ γὰρ θαῤῥούντων, ἀλλ᾽ ὑποχωρούντων ὁ μῦθος· εἰ δὲ ψευδῆ, πρῶτον μὲν ἐπιδεικνύτωσαν ἡμῖν τοὺς γυμνοὺς θεολόγους, ἵν᾽ ᾖ πρὸς ἐκείνους ἡμῖν ὁ λόγος· ἔπειτα λεγέτωσαν πῶς οὐκ εὔηθες, οἷς ὡς μυθικοῖς αἰσχύνονται, τούτοις ὡς ἰσχυροῖς καλλωπίζεσθαι· καὶ ἃ τοὺς πολλοὺς λανθάνειν δυνατὸν ἦν, οὐ γὰρ πάντων ἡ παίδευσις, ταῦτα δημοσιεύειν ταῖς ἁπάντων ὄψεσιν ἐν πλάσμασί τε καὶ σχήμασι, καὶ τὸ δεινότατον, μεθ᾽ ὅσης τῆς εἰς χρήματα ζημίας, ἔν τε ναοῖς καὶ βωμοῖς, καὶ ἱδρύμασι, καὶ ἀναθήμασι, καὶ θυσίαις πολυταλάντοις, καὶ ἀζημίως ἐνὸν εὐσεβεῖν, ἀσεβεῖν αἱρεῖσθαι μετὰ ζημίας;

ΡΙΗʹ. Εἰ δὲ ταῦτα μὲν ποιητῶν εἶναι φήσουσι πλάσματα καὶ ληρήματα, δύο τούτοις προσχρωμένων εἰς τὸ τερπνὸν τῆς ποιήσεως, μέτρῳ καὶ μύθῳ, καὶ οἷον καταγλυκαινόντων τούτοις τὴν ἀκοὴν, αὐτοῖς δὲ ἀποῤῥητότερον εἶναι καὶ βαθύτερον τὸν ἐναποκείμενον τούτοις νοῦν, καὶ διαβατὸν ὀλίγοις τῶν σοφωτέρων, σκοπεῖτε, ὡς ἁπλῶς καὶ δικαίως περὶ τούτων ἐγὼ διαλέξομαι. Πρῶτον μὲν πῶς ἐπαινοῦσι τοὺς ὧν σέβουσιν ὑβριστὰς, καὶ μικροῦ τῶν ἰσοθέων ἀξιοῦσι τιμῶν, οἷς τὸ μὴ δοῦναι δίκην τῆς ἀσεβείας κέρδος αὔταρκες ἦν; Εἰ γὰρ τοῖς εἰς ἕνα θεὸν αὐτῶν καὶ ἰδίᾳ καὶ μικρὰ βλασφημήσασι θάνατος ἢ ζημία παρὰ τῶν νόμων, τί πάσχειν ἔδει τοὺς πᾶσιν ὁμοῦ καὶ δημοσίᾳ, καὶ ἐπὶ τοῖς αἰσχίστοις ἐπαφιέντας τὴν ποίησιν, καὶ μακρῷ χρόνῳ παραδόντας τὴν κωμῳδίαν; Ἔπειτα καὶ τοῦτο λογίζεσθαι ἄξιον· εἰσὶ καὶ παρ᾽ ἡμῖν κατ᾽ ἐπίκρυψιν λόγοι τινὲς, οὐκ ἀρνήσομαι, ἀλλὰ τίς ὁ τρόπος αὐτῶν τῆς διπλόης, καὶ τίς ἡ δύναμις;

Οὔτε τὸ φαινόμενον ἀπρεπὲς, καὶ τὸ κρυπτόμενον θαυμάσιον καὶ ὑπέρλαμπρον τοῖς εἰς τὸ βάθος εἰσαγομένοις, καὶ ὥσπερ τι σῶμα καλὸν καὶ ἀπρόσιτον, οὐ φαύλῃ τῇ ἐσθῆτι περικαλύπτεται· δεῖ γὰρ, ὡς γοῦν ἔμοιγε δοκεῖ, τῶν θείων μηδὲ τὰς ἐνδείξεις, καὶ τὰς ἐμφάσεις ἀπρεπεῖς εἶναι καὶ ἀναξίας τῶν δηλουμένων, μηδὲ οἵαις ἂν καὶ ἄνθρωποι λεγομέναις περὶ αὐτῶν δυσχεραίνοιεν· ἀλλ᾽ ἢ τὸ κάλλιστον πάντως ἔχειν, ἢ μὴ τὸ αἴσχιστον, ἵνα τὸ μὲν τοὺς σοφωτέρους εὐφραίνῃ, τὸ δὲ μὴ βλάπτῃ τοὺς πλείονας.

ΡΙΘʹ. Ὑμῖν δὲ οὔτε τὸ νοούμενον ἀξιόπιστον, καὶ τὸ προβεβλημένον ὀλέθριον. Καὶ τίς ἡ σύνεσις διὰ βορβόρου πρὸς πόλιν ἄγειν, ἢ διὰ προβόλων τε καὶ ὑφάλων εἰς ὅρμον ἐπείγεσθαι; Τί γὰρ ἐκ τούτου συμβήσεται; καὶ τί τῶν λόγων τὸ πέρας· Σὺ μὲν ληρήσεις, καὶ ἀλληγορήσεις τὰς σὰς ἀτυχίας ἢ φαντασίας· ὁ δὲ πεισόμενος οὐκ ἔσται· τὸ γὰρ ὁρώμενον πιθανώτερον. Οὔτε οὖν τὸν ἀκροατὴν ὤνησας, καὶ τὸν θεατὴν ἀπώλεσας μετὰ τοῦ φαινομένου γενόμενον. Ἀλλ᾽ ὁ μὲν θεωρητικὸς τόπος αὐτοῖς τοιοῦτος, καὶ οὕτω πόῤῥω τῶν ὑποθέσεων, ὡς πάντα πρότερον εἶναι συμβαλεῖν ἀλλήλοις, καὶ εἰς ἓν ἀγαγεῖν τὰ μακρῷ κεχωρισμένα, ἢ ταῦτα συνθεῖναι καὶ συναρμόσαι, καὶ τοῦ αὐτοῦ ἀνδρὸς εἶναι φῆσαι, τὰ μυθολογήματά τε λέγω καὶ τὰ σκεπάσματα.

ΡΚʹ. Τί δ᾽ ἂν εἴποις περὶ τοῦ ἠθικοῦ μέρους αὐτῶν; Πόθεν, καὶ ἐκ τίνων ὁρμώμενοι, καὶ τίσι χρώμενοι λόγοις, πλάττειν αὐτοὺς εἰς ἀρετὴν δυνήσονται, καὶ πλείστου ποιεῖν ἀξίους ταῖς παραινέσεσιν; Ἄριστον ὁμόνοια, καὶ τὸ συμφρονεῖν ἀλλήλοις πόλεις, καὶ δήμους, καὶ οἰκίας, καὶ τοὺς καθ᾽ ἕκαστον, νόμῳ καὶ τάξει φύσεως ἑπομένους, ἣ πάντα διεῖλέ τε καὶ συνέδησε, καὶ τὸ πᾶν τοῦτο κόσμον ἕνα ἐκ πλειόνων πεποίηκε. Τίσι τοῦτο διδάξουσιν ὑποδείγμασιν; Ἆρα τοὺς πολέμους λέγοντες τῶν θεῶν, καὶ τὰς στάσεις, καὶ τὰς ἐπαναστάσεις, καὶ τῶν κακῶν τὸ πλῆθος, ὧν αὐτοί τε ἔχουσι, καὶ ἀλλήλοις παρέχουσιν, ἰδίᾳ τε καὶ δημοσίᾳ, ὧν μικροῦ πᾶσα πεπλήρωται συγγραφή τε καὶ ποίησις; Θᾶττον μέν τ᾽ ἂν ἐξ εἰρηνικῶν μαχίμους, καὶ παραπλῆγας ἀντὶ σοφῶν, ἢ τοὐναντίον μετρίους καὶ σώφρονας ἀντὶ θρασέων καὶ ἀπαιδεύτων τοῖς τοιούτοις ἂν ἐργάσαιντο παραδείγμασιν.

Οὓς γὰρ καὶ δίχα τῶν εἰς τὸ χεῖρον ἑλκόντων χαλεπὸν μεταθεῖναι κακίας, καὶ πρὸς τὴν κρείσσω μεταστῆσαι μοῖραν ἀπὸ τῆς χείρονος, τούτους τίς ἂν πείσειεν ἡμέρους εἶναι καὶ καθεκτοὺς, θεοῖς χρωμένους ὁδηγοῖς τῶν παθῶν καὶ προστάταις· ἔνθα τὸ κακὸν εἶναι καὶ τίμιον, ὡς θεῶν τινα προϊστάμενον, οὗ τὸ πάθος ἐστὶ βωμοῖς τε καὶ θυσίαις τιμώμενον, καὶ παῤῥησίαν εἰληφὸς ἔννομον; Τοῦτο γὰρ τὸ δεινότατον, ὅτι ἃ τοῖς νόμοις κολάζεται, ταῦτα ὡς θεῖα σέβεται· τοσαύτη τις ὑμῖν τῆς ἀδικίας ἡ περιουσία.

ΡΚΑʹ. Δεύτερον αὐτοῖς προκείσθω γονέων αἰδὼς καὶ τιμὴ, καὶ τὸ τὴν πρώτην αἰτίαν τοῦ εἶναι σέβειν μετὰ τὴν πρώτην· τοῦτο καὶ λόγος εἰσηγείσθω, καὶ θεολογία πειθέτω. Πῶς δὲ οὐ πείσει Κρόνος Οὐρανὸν ἐκτεμὼν, ἵν᾽ ἄγονος ᾖ θεῶν, καὶ δῷ κύμασιν ἀποτελέσαι θεὸν, ἀφροῦ γέννημα· καὶ Κρόνῳ Ζεὺς ἐπανιστάμενος, κατὰ μίμησιν τοῦ πατρὸς, ὁ γλυκὺς λίθος καὶ πικρὸς τυραννοκτόνος· εἴτε τι ἄλλο τοιοῦτον αὐτοῖς εἰς τιμὴν τῶν γεννησαμένων αἱ βίβλοι φέρουσι. Τρίτον αὐτοῖς ἔστω χρημάτων ὑπεροψία, καὶ τὸ μὴ πανταχόθεν κερδαίνειν, μηδὲ τοῦ δυστυχεῖν ἀῤῥαβῶνα, τὸ κακῶς κτᾶσθαι λαμβάνειν. Πῶς οὖν ὁ Κερδῷος αὐτοῖς σταθήσεται, καὶ τὸ σακέλλιον προβληθήσεται, καὶ ἡ κλεπτικὴ τοῦ θεοῦ δύναμις τιμηθήσεται, καὶ τό· Ἄνευ χαλκοῦ Φοῖβον μὴ μαντεύεσθαι, μηδὲ εἶναί τι τοῦ ὀβολοῦ τιμιώτερον; Ταῦτα γὰρ αὐτῶν τὰ σεμνὰ καὶ σεβάσμια.

ΡΚΒʹ. Τί ἔτι; Σωφροσύνην διδασκέτωσαν, ἐγκράτειαν εἰσηγείσθωσαν· καὶ ὁ πείθων ἐγγὺς, πάντα γινόμενος διὰ τὰς γυναῖκας, ὁ Ζεὺς, καὶ Φρυξὶ μειρακίσκοις ἀετὸς ἐραστὴς ὁ φίλτατος (ἵν᾽ ὡς ἥδιστα συμποσιάζοιεν οἱ θεοὶ, τοῖς Διὸς οἰνοχοούμενοι παιδικοῖς)· καὶ ταῖς πεντήκοντα Θεστίου θυγατράσιν ἐναθλεύων Ἡρακλῆς ἐν μιᾷ νυκτὶ ὁ Τριέσπερος, καὶ τρισκαιδέκατον ἆθλον τοῦτον ἐπιτελέσας, οὐκ οἶδ᾽ ὅπως τοῖς ἄλλοις γε οὐ συναριθμούμενον.

Ἐπικοπτέτω τὸν θυμὸν Ἄρης, μέθην Διόνυσος, μισοξενίαν Ἄρτεμις, ἀπάτην ὁ λοξίας αὐτῶν χρησμολόγος, γέλωτος ἀμετρίαν ὁ καταχωλεύων θεὸς, τῶν θεῶν λυπουμένων, καὶ ἀραιαῖς ταῖς κνήμαις ἐπιῤῥωννύμενος· γαστριμαργίαν ὁ Ζεὺς ἐπὶ δαῖτα λιπαρὰν τρέχων μετ᾽ ἀμύμονας Αἰθιοπῆας σὺν τοῖς λοιποῖς δαίμοσιν· ὁ Βουθοίνας, τὸν γεωργὸν τυραννήσας, καὶ τὸν ἀρότην βοῦν λαφύξας, καὶ τὴν κλῆσιν λαβὼν ἐκ τῆς πράξεως, καὶ πάντες ταῖς κνίσσαις καὶ ταῖς λοιβαῖς ἐπιτρέχοντες.

ΡΚΓʹ. Καίτοι πῶς ταῦτα τῶν ἡμετέρων ἐγγὺς, οἷς ὅρος μὲν φιλίας αὐτὸς ἕκαστος, καὶ τὸ τὰ αὐτὰ βούλεσθαι τοῖς πλησίον ἃ καὶ σφίσιν αὐτοῖς· ἔγκλημα δ᾽ οὐ μόνον τὸ γενέσθαι κακὸν, ἀλλὰ καὶ τὸ μελλῆσαι μικροῦ, καὶ τῆς ὀργῆς κολαζομένης, ὡς πράξεως· οἷς σωφροσύνη μὲν οὕτω σπουδάζεται, ὥστε καὶ ὀφθαλμὸς ἀναστέλλεται· χεὶρ δὲ φονικὴ τοσοῦτον πόῤῥωθεν εἴργεται ὥστε καὶ θυμὸς σωφρονίζεται· ἐπίορκον δὲ ὀμόσαι οὕτω δεινὸν καὶ ὑπέρογκον, ὥστε καὶ τὸν ὅρκον μόνοις ἡμῖν τυγχάνειν ἀπώμοτον; Χρήματα δὲ τοῖς μὲν πολλοῖς οὐδ᾽ ἐγένετο· πολλοῖς δὲ διὰ τοῦτ᾽ ἂν ἦν ἡδέως πλείω καὶ μόνον, ἵνα πλειόνων ὑπερίδωσι, τὸ μηδὲν ἔχειν ἀντὶ παντὸς πλούτου φιλοσοφοῦντες· γαστέρα δὲ τοῖς πολλοῖς ἀποῤῥίψαντες ὡς πικρὰν δέσποιναν καὶ ἀπόπτυστον, καὶ πάντων κακῶν μητέρα· οὐ μέγα φῆσαι, ὅτι μηδὲ σάρκες εἶναι βιάζονται, τῷ ἀθανάτῳ τὸ θνητὸν ἀναλίσκοντες· καὶ νόμος εἷς αὐτοῖς ἀρετῆς, τὸ μηδὲ τῶν μικρῶν ἡττᾶσθαι, καὶ πᾶσι παρορωμένων. Τὸ γὰρ κάλλιστον, ὅτι, τῶν ἄλλων τὰ τέλη τιμωρουμένων κατὰ τοὺς νόμους, ἡμεῖς καὶ τὰς ἀρχὰς κολάζομεν, ὥσπερ τι ῥεῦμα πονηρὸν καὶ δυσκάθεκτον πόῤῥωθεν ἀναστέλλοντες.

ΡΚΔʹ. Ποῦ δὲ καὶ παρὰ τίσιν ἀνθρώπων, εἰπέ μοι, τὸ λοιδορουμένους εὐφημεῖν, βλασφημουμένους παρακαλεῖν, ὡς οὐ τῆς κακηγορίας βλαπτούσης μᾶλλον ἢ τῆς ἀληθείας, διωκομένους ὑποχωρεῖν, γυμνομένους προσαπεκδύεσθαι, καταρωμένους ὑπερεύχεσθαι τῶν ἀρωμένων· ἑνὶ λόγῳ, χρηστότητι νικᾷν θρασύτητα, καὶ βελτίους ποιεῖν τοὺς ἀδικοῦντας, οἷς καρτεροῦμεν πάσχοντες; Καίτοι κἂν εἰ κακίαν δοίημεν αὐτοὺς κολάζειν ταῖς τοῦ πλάσματος παραινέσεσι, ποῦ τὸ φθάσαι πρὸς τὰ μέτρα τῆς ἡμετέρας ἀρετῆς καὶ παιδεύσεως, οἷς καὶ τὸ μὴ προβαίνειν τῷ καλῷ, μηδὲ νέους ἀντὶ παλαιῶν ἀεὶ γίνεσθαι, ἀλλ᾽ ἐν ταυτῷ μένειν κακία δοκεῖ; Στρόμβων τὸ πάθος περιτρεχόντων, οὐ προϊόντων, καὶ στάσιμον κινουμένων, ἵν᾽ οὕτως εἴπω, τῇ βίᾳ τῆς μάστιγος. Καὶ δεῖ τὸ μὲν ἡμῖν ἐξηνύσθαι τῶν καλῶν, τοῦ δὲ ἔχεσθαι, τοῦ δὲ ἐφίεσθαι μέχρι τοῦ τέλους καὶ τῆς θεώσεως, ἐφ᾽ ᾗ γεγόναμεν καὶ πρὸς ἣν ἐπειγόμεθα, οἵ γε διαβατικοὶ τὴν διάνοιαν, καί τι τῆς τοῦ Θεοῦ μεγαλονοίας ἐλπίζοντες ἄξιον.