ΡΒʹ. Ἡμέτεροι, φησὶν, οἱ λόγοι, καὶ τὸ Ἑλληνίζειν, ὧν καὶ τὸ σέβειν θεούς· ὑμῶν δὲ ἡ ἀλογία καὶ ἡ ἀγροικία· καὶ οὐδὲν ὑπὲρ τὸ, Πίστευσον, τῆς ὑμετέρας ἐστὶ σοφίας. Οὐκ ἂν μὲν, οἶμαι, τούτου καταγελάσαιεν οἱ παρ᾽ ὑμῖν τὰ Πυθαγόρου φιλοσοφοῦντες, οἷς τὸ, Αὐτὸς ἔφα, τὸ πρῶτον καὶ μέγιστόν ἐστι τῶν δογμάτων, καὶ τῶν Χρυσῶν ἐπῶν, εἴτ᾽ οὖν μολιβῶν αἱρετώτερον. Μετὰ γὰρ τὴν πρώτην καὶ πολυύμνητον τοῖς τὰ ἐκείνου τελουμένοις φιλοσοφίαν τῆς σιωπῆς, ἵνα λόγου μέτρα τῷ σιωπᾷν ἀσκηθῶσιν, ἔννομον, φησὶν, ἦν ὁτιοῦν τῶν δογμάτων ἐρωτωμένοις, ἔπειτ᾽ ἀποφαινομένοις, ἀπαιτουμένου καὶ λόγου, ἄλλο μὲν μηδὲν ἀποκρίνεσθαι, ὅτι δὲ Πυθαγόρᾳ τοῦτ᾽ εἴη δεδογμένον· καὶ λόγον εἶναι τοῦ δόγματος, τὸ παραστὰν ἐκείνῳ, ἀνεύθυνόν τε καὶ ἀβασάνιστον· εἰς ταυτὸν ἥκοντος τοῦ, Αὐτὸς ἔφα, τῷ παρ᾽ ἡμῖν, Πίστευσον, ἐν ἄλλαις συλλαβαῖς τε καὶ ῥήμασι, κἂν εἰ μὴ παύοισθε κωμῳδοῦντες τοῦτο καὶ διασύροντες.