Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ Ἰουλιανοῦ βασιλέως Α΄

Γρηγόριος ὁ Ναζιανζηνός

Ανοιχτοί διωγμοί, ακρότητες κατά των Χριστιανών και το μαρτύριο του Μάρκου Αρεθουσίων

Οι βιαιότητες κατά των πιστών και των παρθένων, η εκούσια παράδοση και το πολυώδυνο μαρτύριο του Μάρκου Αρεθουσίων, καθώς και ο έλεγχος της βασιλικής υποκρισίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 8 από 10

ΠϚʹ. Ἵνα γὰρ ἐάσω τὰ κατὰ τῶν ἁγίων οἴκων προστάγματα, δημοσίᾳ τε προτιθέμενα καὶ ἰδίᾳ πληρούμενα, καὶ σύλησιν ἀναθημάτων τε καὶ χρημάτων, οὐ μᾶλλον ἐξ ἀσεβείας ἢ ἀπληστίας, καὶ σκευῶν ἱερῶν ἁρπαγὴν, χερσὶ βεβήλοις ὑβριζομένων, τούς τε ὑπὲρ τούτων ἀγομένους καὶ στρεβλουμένους, ἱερεῖς τε καὶ ἀρχομένους, καὶ τοὺς πλήρεις αἱμάτων κίονας ταῖς τούτων χερσὶ κυκλουμένους, καὶ ζωννυμένους, ξαινομένων ταῖς μάστιξι, τούς τε διαθέοντας τοξότας κατὰ πόλεις καὶ χώρας ὠμοτέρους, καὶ θερμοτέρους τοῦ ταῦτα ἐπιτάττοντος, ὡς ἂν ἀντὶ Περσῶν καὶ Σκυθῶν καὶ τῶν ἄλλων βαρβάρων παραστήσωνται· ἵνα μὴ ταῦτα λέγω, τίς οὐκ οἶδε τὴν Ἀλεξανδρέων ἀπανθρωπίαν; οἳ πρὸς πολλοῖς ἄλλοις, οἷς ἐνεανιεύσαντο καθ᾽ ἡμῶν ἀμέτρως τῷ καιρῷ χρησάμενοι, δῆμος ὄντες στασιώδης φύσει καὶ μανικὸς, ἔτι καὶ τοῦτο λέγονται προσθεῖναι τοῖς ἀσεβήμασιν, αἵματος διπλοῦ τὸν ἱερὸν οἶκον ἡμῶν ἐμπλῆσαι, ὅσος τε θυσιῶν καὶ ὅσος ἀνθρώπων· καὶ ταῦτα ἐργάσασθαι, στρατηγοῦντός τινος ἐνὸς τῶν βασιλικῶν φιλοσόφων, ἐκ τούτων μόνον ὀνομασθέντος;

Τίς ἀγνοεῖ τὴν Ἡλιουπολιτῶν συστροφήν; τίς τὴν Γαζαίων ἀπόνοιαν, τῶν ὑπ᾽ ἐκείνου θαυμαζομένων καὶ τιμωμένων, ὅτι καλῶς αὐτοῦ τῆς μεγαλοπρεπείας ᾔσθοντο; τίς τὴν Ἀρεθουσίων μανίαν, τῶν τέως ἀγνοουμένων, ἐξ ἐκείνου δὲ τοῦ καιροῦ καὶ λίαν ἐπιγινωσκομένων; Ποιεῖ γὰρ περιβοήτους οὐ δεξιὰ πρᾶξις μόνον, ἀλλὰ καὶ κακία, νικῶσα πονηρῶν εὐδοκίμησιν.

ΠΖʹ. Οἱ μὲν γὰρ λέγονται, δεῖ γὰρ ἓν ἐκ πολλῶν εἰπεῖν, φρίκης καὶ τοῖς ἀθέοις ἄξιον, παρθένους ἁγνὰς καὶ ὑπερκοσμίους, ἀψαύστους μικροῦ καὶ ὀφθαλμοῖς ἀῤῥένων, εἰς μέσον προαγαγόντες, καὶ τῆς ἐσθῆτος γυμνώσαντες, ἵνα τῇ θέᾳ πρότερον ἐνυβρίσωσιν, εἶτ᾽ ἀνακείραντες, καὶ διχάσαντες (ὢ πῶς ἐνέγκω σου, Χριστὲ, τὴν τότε μακροθυμίαν!) οἱ μὲν καὶ ἰδίοις ὀδοῦσι κακῶς ἑστιαθῆναι, καὶ τῆς ἑαυτῶν κακοδαιμονίας ἀξίως, ὠμῶν τῶν ἡπάτων ἐμφορηθῆναι, καὶ μετ᾽ ἐκείνην τὴν τροφὴν ἄλλην προσενέγκασθαι, τὴν κοινήν τε καὶ νενομισμένην· οἱ δὲ σπαίρουσιν ἔτι τοῖς σπλάγχνοις συώδη τροφὴν ἐπισπείραντες, καὶ συῶν ἐπαφέντες τοὺς θερμοτέρους, οἷον ἀγαγεῖν ἐκεῖνο τὸ θέατρον σάρκας ἰδεῖν κριθαῖς συνεσθιομένας, καὶ σπαραττομένας, τροφὴν ἀνάμικτον, καὶ τότε πρῶτον ὀφθεῖσαν καὶ ἀκουσθεῖσαν· ἣν θρέψαι μόνον τοὺς ἑαυτοῦ δαίμονας, ὁ τούτων δημιουργὸς ἄξιος ἦν· ὡς μὲν οὖν καὶ καλῶς ἔθρεψεν ἐκ τοῦ αἵματος ἐκείνου καὶ τῆς πληγῆς, ἣν κατὰ τῶν σπλάγχνων ἐδέξατο· κἂν ἀναισθήτως ἔχωσι πρὸς τὰ τοιαῦτα οἱ δείλαιοι, καὶ μηδὲ τὸ φρονεῖν ἐκ τῆς δυσσεβείας ἔχοντες.

ΠΗʹ. Τὸ δέ γε Μάρκου τοῦ θαυμασίου καὶ Ἀρεθουσίων, τίς οὕτως ἔξω τῆς καθ᾽ ἡμᾶς οἰκουμένης, ὥστε ἀγνοεῖν, καὶ μὴ φθάνειν τῇ διηγήσει τὸν μνημονεύοντα; Οὗτος ἐπὶ Κωνσταντίου τοῦ πάνυ, κατὰ τὴν τότε δεδομένην ἐξουσίαν Χριστιανοῖς, δαιμόνωντι καθελὼν οἰκητήριον, καὶ πολλοὺς Χριστιανῶν ἀπὸ τῆς Ἑλληνικῆς πλάνης μεταστήσας εἰς σωτηρίαν οὐχ ἧττον διὰ τὴν τοῦ βίου λαμπρότητα ἢ τὴν τοῦ λόγου δύναμιν, ἦν μὲν ἐκ πλείονος ἐν ὀργῇ τοῖς Ἀρεθουσίοις, μᾶλλον δὲ Ἀρεθουσίων τοῖς φιλοδαίμοσιν. Ἐπεὶ δὲ τὰ πράγματα ἐκινήθη Χριστιανοῖς, καὶ τὰ τῶν Ἑλλήνων φλεγμαίνειν ἤρξατο, τὴν τοῦ καιροῦ δυναστείαν οὐκ ἔφυγε. Φιλοῦσι γὰρ οἱ δῆμοι, κἂν πρὸς τὸ παρὸν κατάσχωσι τὰς ὀργὰς, ὥσπερ πῦρ ἐμφωλεῦον ὕλαις, ἢ ῥεῦμα βίᾳ κρατούμενον, εἰ καιροῦ λάβοιντο, ἀνάπτεσθαί τε καὶ ἀναῤῥήγνυσθαι. Ὁρῶν οὖν τὴν τοῦ δήμου κίνησιν ἐπ᾽ αὐτὸν, οὐδὲν μέτριον ἢ ἐννοούντων, ἢ ἀπειλούντων, τὰ μὲν πρῶτα δρασμὸν βουλεύεται, οὐ δι᾽ ἀνανδρίαν μᾶλλον ἢ τὴν φεύγειν ἐκ πόλεως εἰς πόλιν κελεύουσαν ἐντολὴν, καὶ ὑποχωρεῖν τοῖς διώκταις· χρῆναι γὰρ μὴ τὰ ἑαυτῶν σκοπεῖν μόνον Χριστιανοὺς ὄντας, μηδὲ εἰ λίαν εἶεν ἀνδρειότατοί τε καὶ καρτερικώτατοι, ἀλλὰ καὶ τῶν διωκόντων φείδεσθαι, ὡς, τό γε εἰς αὐτοὺς ἧκον μέρος, μὴ τῷ κινδύνῳ τι συνεισφέρειν τῶν πολεμίων.

Ἐπεὶ δὲ ᾔσθετο πολλῶν μὲν δι᾽ αὐτὸν ἑλκομένων καὶ ἀγομένων, πολλῶν δὲ τῶν περὶ ψυχῆς τρεχόντων διὰ τὴν τῶν διωκόντων ὠμότητα, οὐκ ἠνέσχετο τῷ καθ᾽ ἑαυτὸν ἀσφαλεῖ τοὺς ἄλλους περιορᾷν κινδυνεύοντας· καὶ διὰ τοῦτο βουλεύεται βουλὴν ἀρίστην τε καὶ φιλοσοφωτάτην· ἐκ τῆς φυγῆς ἐπάνεισι, καὶ τῷ δήμῳ φέρων ἑαυτὸν ἐκδίδωσι χρῆσθαι ὅτι βούλοιντο, καὶ πρὸς τὴν τοῦ καιροῦ παρατάσσεται δυσκολίαν. Ἐνταῦθα τί μὲν ἀπῆν τῶν δεινῶν; τί δὲ οὐκ ἐπενοεῖτο βαρύτερον; ἄλλων ἄλλο τι συνεισφερόντων πρὸς ἑνὸς κακοῦ συμφωνίαν, οὐδὲ τὸ φιλόσοφον τοῦ ἀνδρὸς αἰδουμένων, εἰ μή τι ἄλλο, τῶν ἐγκειμένων· διὰ τοῦτο μὲν οὖν καὶ πλέον ἀγανακτούντων, ὅτι περιφρόνησιν αὐτῶν μᾶλλον ἢ ἀνδρείαν πρὸς τοὺς κινδύνους τὴν τοῦ ἀνδρὸς παρουσίαν ἐνόμιζον.

ΠΘʹ. Ἤγετο γέρων ἱερεὺς, ἀθλητὴς ἐθελοντὴς διὰ μέσης τῆς πόλεως, αἰδέσιμος τὴν ἡλικίαν, τὴν πολιτείαν αἰδεσιμώτερος, πᾶσι πλὴν τῶν διωκόντων καὶ τυραννούντων· ἤγετο δὲ ἡλικίᾳ πάσῃ καὶ τύχῃ, οὐ τῷ μὲν, τῷ δ᾽ οὔ· πᾶσι δὲ ὁμοίως, ἀνδράσι, γυναιξὶ, νέοις, πρεσβύταις, ὅσοι τε τὰ πολιτικὰ διῴκουν, καὶ ὅσοι τῶν ἐπ᾽ ἀξίας. Ἀγὼν δὲ ἦν ἅπασιν εἷς, ἀλλήλους ὑπερβαλέσθαι τῇ περὶ τὸν πρεσβύτη θρασύτητι· καὶ μέρος εὐσεβείας ἅπασιν ἐνομίζετο, ὅτι πλεῖστα ἐκεῖνον δρᾶσαι κακὰ, καὶ γέροντα νικῆσαι ἀθλητὴν κατὰ πάσης ἀγωνιζόμενον τῆς πόλεως· εἵλκετο διὰ πλατειῶν, ὠθεῖτο καθ᾽ ὑπονόμων· τῶν τριχῶν εἵλκετο, οὐκ ἔστιν ὅτου μὴ μέρους τοῦ σώματος, μιγνυμένης τῇ αἰκίᾳ τῆς ὕβρεως, παρὰ τῶν ἀξίως ἐν Μίθρου ταῦτα κολαζομένων· παισὶν ἐκ παίδων μετέωρος ἀντεπέμπετο, γραφίσιν ὑποδεχομένων τὸ γενναῖον σῶμα, καὶ παίγνιον ποιουμένων τὴν τραγῳδίαν· πιέσμασι τὰς κνήμας ἐθλίβετο μέχρις ὀστέων αὐτῶν· λίνοις τὰ ὦτα διετέμνετο, καὶ τούτων τοῖς στεῤῥοτάτοις καὶ λεπτοτάτοις· σαργάνῃ πρὸς ὕψος αἰρόμενος, μέλιτι καὶ γάρῳ διάβροχος, σφηξὶ καὶ μελίσσαις ἐξαίνετο μεσούσης ἡμέρας, ἡλίου τὸ φλογῶδες ἐλλάμποντος· καὶ τοῦ μὲν τὰς σάρκας ἐκτήκοντος, τοῖς δὲ θερμοτέραν ποιοῦντος τὴν βρῶσιν τῶν μακαρίων ἐκείνων σαρκῶν, οὐ γὰρ ἀθλίων ἂν εἴποιμι.

Ἐνταῦθα δὴ λέγεται, ὡς ἂν καὶ τοῦτο ἀξιωθείη γραφῆς, ὁ πρεσβύτης ἐκεῖνος καὶ νέος πρὸς τοὺς ἀγῶνας, (μηδὲ γὰρ ἐν τοῖς δεινοῖς τὸ φαιδρὸν ἀπολιπεῖν, ἀλλὰ καὶ ἐντρυφᾷν ταῖς βασάνοις), τὸ μνημονευόμενον ἐκεῖνο καὶ ᾀδόμενον ἐπειπεῖν· ὡς ἐπαινοίη τὸ σύμβολον, ἑαυτὸν μὲν ὑψηλὸν ὁρῶν, ἐκείνους δὲ ταπεινοὺς καὶ κάτω κειμένους· τοσοῦτον περιῆν τῶν κρατούντων, καὶ οὕτως ἦν πόῤῥω τῶν λυπηρῶν, ὡς ἄλλῳ παρὼν κινδυνεύοντι, καὶ πομπὴν ἀλλ᾽ οὐ συμφορὰν τὸ πρᾶγμα ποιούμενος.

ϟʹ. Καίτοι ταῦτα τίς οὐκ ἂν ᾐδέσθη τῶν καὶ μετρίως ἐπιεικῶν τε καὶ φιλανθρώπων; Ἀλλ᾽ οὐκ ἐκείνους γε εἴασεν ὁ καιρὸς, οὐδὲ ἡ τοῦ βασιλέως ὁρμὴ, τὸ ἀπάνθρωπον ἀπαιτοῦσα καὶ δήμους, καὶ πόλεις, καὶ ἄρχοντας, εἰ καὶ μὴ τοῖς πολλοῖς ἐδόκει τῶν ἀγνοούντων τὸ βάθος τῆς ἐκείνου κακοηθείας.

Τοιαῦτα ἡμῖν τὰ τοῦ στεῤῥοῦ γέροντος. Καὶ ταῦτα ὑπὲρ τίνος; ἵνα χρυσοῦν ἕνα μὴ πρόηται τοῖς βασανισταῖς· ᾧ καὶ δῆλον, ὡς ὑπὲρ εὐσεβείας διεκαρτέρει. Ἕως μὲν γὰρ, βαρυτάτην ποιησάμενοι τοῦ ναοῦ τὴν ἀποτίμησιν, τὸ πᾶν ᾔτουν χρυσίον, ἢ αὐτόν γε ἀναδείμασθαι τὸν νεὼν ἐκέλευον, ἐδόκει τὸ ἀδύνατον τοῦ ἐπιτάγματος μᾶλλον ἢ τὸ εὐσεβὲς τῆς ψυχῆς ποιεῖν ἐκείνῳ τὴν ἔνστασιν· ἐπεὶ δὲ νικῶν αὐτοὺς κατὰ μικρὸν τῇ καρτερίᾳ, καὶ ὑφαιρῶν ἀεί τι τῆς ἀποτιμήσεως, τελευταῖον εἰς τοῦτο κατέστησεν, ὡς κομιδῆ μικρὸν εἶναι τὸ αἰτούμενον, καὶ ὅσον ῥᾷστον καταβαλεῖν· καὶ ἴσος ἀγὼν ἦν τοῖς μὲν νικῆσαι τῷ καὶ ὁτιοῦν λαβεῖν, τῷ δὲ μὴ κρατηθῆναι τῷ μηδὲ ὅλως καταβαλεῖν, καίτοι πολλῶν ὄντων τῶν καὶ πλεῖον συνεισφέρειν προθυμουμένων οὐ μόνον διὰ τὴν εὐσέβειαν, ἀλλὰ καὶ διὰ τὸ τοῦ ἀνδρὸς ἀνάλωτον καὶ ἀήττητον· τηνικαῦτα ἐδείχθη σαφῶς οὐ περὶ χρημάτων, ἀλλὰ περὶ τοῦ εὐσεβοῦς τὸν ἀγῶνα τιθέμενος.

ϟΑʹ. Ἆρ᾽ οὖν ἐπιεικείας ταῦτα καὶ ἡμερότητος, ἢ τοὐναντίον θράσους καὶ ἀπανθρωπίας ἐστὶ γνωρίσματα, λεγέτωσαν ἡμῖν οἱ τὸν φιλόσοφον βασιλέα θαυμάζοντες. Ἐγὼ μὲν οὐδένα τῶν πάντων ἀπορεῖν οἶμαι τῆς δικαίας καὶ ἀληθοῦς ἀποκρίσεως.

Καὶ οὔπω προστέθεικα, ὅτι τῶν σεσωκότων τὸν ἐξάγιστον, ἡνίκα τὸ γένος αὐτῷ πᾶν ἐκινδύνευε, καὶ διὰ κλοπῆς ὑπεξαγαγόντων, εἷς οὗτος ἦν· ὑπὲρ οὗ τάχα μόνου δικαίως ταῦτα ἔπασχε, καὶ πλείω προσπαθεῖν ἄξιος ἦν, ὅτι κακὸν τοσοῦτο τῇ οἰκουμένῃ πάσῃ σώζων ἐλάνθανε. Φασί τοι διὰ ταῦτα καὶ τὸν τηνικαῦτα ὕπαρχον (γενέσθαι γὰρ ἄνδρα Ἕλληνα μὲν τὴν θρησκείαν, τὸν τρόπον δὲ ὑπὲρ Ἕλληνα, καὶ κατὰ τοὺς ἀρίστους τῶν πάλαι καὶ νῦν ἐπαινουμένων), ἐκεῖνο πρὸς τὸν βασιλέα μετὰ παῤῥησίας εἰπεῖν, οὐ φέροντα τὸ πολυειδὲς τῆς τοῦ ἀνδρὸς αἰκίας καὶ καρτερίας· Οὐκ αἰσχυνόμεθα, βασιλεῦ, παρὰ τοσοῦτον ἡττώμενοι πάντων Χριστιανῶν, ὡς μηδὲ γέροντος ἑνὸς κρατεῖν δυνηθῆναι πάσας διεξελθόντος βασάνους; Καὶ οὗ κρατῆσαι μὴ μέγα, τούτου πῶς οὐ τῆς ἐσχάτης συμφορᾶς ἀπελθεῖν ἡττημένους; Καὶ, ὡς ἔοικε, τοῖς αὐτοῖς ὕπαρχοι μὲν ᾐσχύνοντο, βασιλεῖς δὲ ἐκαλλωπίζοντο. Τούτων τί ἂν γένοιτο τοῖς δρῶσι μᾶλλον ἀθλιώτερον ἢ τοῖς πάσχουσι; Τὰ μὲν δὴ τῶν Ἀρεθουσίων τοιαῦτα καὶ οὕτως ἔχοντα, ὡς μικρὰν εἶναι τὴν Ἐχέτου καὶ Φαλάριδος ἀπανθρωπίαν πρὸς τὴν ἐκείνων ὠμότητα, μᾶλλον δὲ τοῦ ταῦτα πείθοντος καὶ κατασκευάζοντος· εἴπερ τοῦ σπέρματος τὰ βλαστήματα, καὶ τοῦ πνεύματος τὰ ναυάγια.

ϟΒʹ. Τἄλλα δὲ οἷα καὶ ὅσα;Τίς ἄν μοι δοίη τὴν Ἡροδότου καὶ Θουκυδίδου σχολήν τε καὶ γλῶτταν, ἵνα καὶ τῷ μέλλοντι χρόνῳ παραδῶ τὴν τοῦ ἀνδρὸς πονηρίαν, καὶ στηλιτευθῇ τοῖς μετέπειτα τὰ τοῦ καιροῦ διηγήματα; Σιωπήσομαι τὸν Ὀρόντην καὶ τοὺς νυκτερινοὺς νεκροὺς, οὓς τῷ βασιλεῖ συνέκρυπτεν οὗτος στεινόμενος νεκύεσσι, καὶ κτείνων ἀδήλως· ἐνταῦθα γὰρ τὰ τοῦ ἔπους εἰπεῖν οἰκειότερον. Παραδραμοῦμαι καὶ τῶν βασιλείων τὰ κοῖλα καὶ ἀπωτάτω, ὅσα τε ἐν λάκκοις καὶ φρέασι, καὶ διώρυξι κακῶν γέμοντα θησαυρῶν τε καὶ μυστηρίων· οὐ μόνον τῶν ἀνατεμνομένων παίδων τε καὶ παρθένων ἐπὶ ψυχαγωγίᾳ καὶ μαντείᾳ, καὶ θυσίαις οὐ νενομισμέναις, ἀλλὰ καὶ τῶν ὑπὲρ εὐσεβείας κινδυνευόντων. Συγχωρήσωμεν, εἰ δοκεῖ, ταῦτα, οἷς κἀκεῖνος ᾐσχύνετο, τοῦτό γε ποιῶν μέτριον· δῆλον δὲ τῷ κρύπτειν ἐπιχειρεῖν, ὡς οὐκ εὐπρεπὲς ὂν τὸ ἄγος δημοσιεύεσθαι· τὰ μὲν γὰρ Καισαρέων τῶν ἡμετέρων, τούτων δὲ τῶν μεγαλοφυῶν καὶ θερμῶν εἰς εὐσέβειαν, οὕτως ὑπ᾽ αὐτοῦ περιεληλαμένων καὶ ὑβρισμένων, ἴσως οὐδὲν ὀνειδίζειν ἄξιον· ἐδόκει γὰρ ὑπὲρ τῆς τύχης ἐνδίκως ἀγανακτῶν ἐν καιρῷ τῆς εὐτυχίας ἀτυχησάσης, ἐπὶ ταύτην προεληλυθέναι τὴν ἀντίδοσιν· ἐπειδὴ δεῖ τι καὶ συγχωρεῖν καὶ ἀδικίᾳ κατακρατούσῃ.

ϟΓʹ. Ἀλλὰ τίς οὐκ οἶδεν, ὡς, δήμου τινὸς ἐπιμανέντος Χριστιανοῖς, καὶ πολὺν μὲν ἐργασαμένων φόνον, πλείω δὲ ἀπειλούντων, ἐπειδὴ μέσην βαδίζων ὁ τοῦ ἔθνους ἄρχων τοῦ καιροῦ καὶ τῶν νόμων (τῷ μὲν γὰρ δουλεύειν ᾤετο δεῖν, τοὺς δὲ μετρίως ᾐσχύνετο), καὶ διὰ τοῦτο πολλοὺς μὲν ἀπαγαγὼν Χριστιανῶν, ὀλίγοις δὲ τῶν Ἑλλήνων ἐπιτιμήσας, εἶτ᾽ ἀναχθεὶς τῷ βασιλεῖ, κατηγορίας γενομένης, ἄτιμος καὶ ἀνάρπαστος περὶ τούτων ἐκρίνετο· καὶ τοὺς νόμους προὐβάλλετο, καθ᾽ οὓς ἐπιστεύθη δικάζειν, μικροῦ μὲν ἀπήχθη τὴν ἐπὶ θανάτῳ· τέλος δὲ, φιλανθρωπίας τυχὼν, ἐξορίαν κατακρίνεται; Καὶ ἡ ἀπόφασις ὡς θαυμασία τε καὶ φιλάνθρωπος! Τί γὰρ μέγα, φησὶν ὁ δίκαιος δικαστὴς, καὶ μὴ διώκων Χριστιανοὺς, εἰ Γαλιλαίους δέκα μία χεὶρ Ἑλληνικὴ κατειργάσατο; Ταῦτα οὐκ ὠμότης περιφανής; ταῦτα οὐ πρόγραμμα διωγμοῦ, καὶ πολύ γε τῶν δημοσίᾳ προτιθεμένων ἐναργέστερον καὶ φοβερώτερον;

Τί γὰρ διαφέρει τοῦ κίνδυνον προγράψαι Χριστιανοῖς τὸ τοῖς διώκταις Χριστιανῶν ἡδόμενον φαίνεσθαι, καὶ μέγα ἔγκλημα ποιεῖσθαι τὸ μετριάζειν; τὸ γὰρ βούλεσθαι βασιλέως ἄγραφός ἐστι νόμος, τῷ κράτει συνηγορούμενος, καὶ πολύ γε τῶν γραπτῶν ἰσχυρότερος, τῶν οὐ δυναστείᾳ βοηθουμένων.

ϟΔʹ. Οὒ, φασὶν οἱ τὰ ἐκείνου σέβοντες, καὶ τὸν νέον ἡμῖν θεὸν ἀναπλάττοντες, τὸν ἡδὺν καὶ φιλάνθρωπον· ἀλλ᾽ ὅτι μὴ δημοσίᾳ, διωκέσθωσαν Χριστιανοὶ, προὔθηκε, καὶ πάντα πασχέτωσαν, ὅσα δοκεῖ τοῖς διώκουσιν, ἀφιέντες αὐτὸν τῆς τοῦ διώκειν αἰτίας. Τὴν ὕδραν δὲ οὐδεὶς πώποτε εἶπεν ἥμερον, ὅτι ἐννέα κεφαλὰς ἀντὶ μιᾶς προὐβάλλετο, εἴ τι τῷ μύθῳ πειστέον· οὐδὲ τὴν Παταρικὴν Χίμαιραν, ὅτι τρεῖς καὶ ἀνομοίους, ὥστε εἶναι φοβερωτέραν· ἢ τὸν ἐν ᾅδου Κέρβερον, ὅτι τοσαύτας τε καὶ ὁμοίας· ἢ τὸ θαλάττιον κακὸν τὴν Σκύλλαν, ὅτι ἓξ ἐν κύκλῳ καὶ φευκτοτάτας· καίτοι γε τὰ ἄνω, φασὶν, αὐτῆς χρηστὰ καὶ φιλάνθρωπα, καὶ εἰς ὄψιν οὐκ ἀηδῆ· κόρη γὰρ ἦν πρὸς ἡμᾶς τι συγγενὲς ἔχουσα· αἱ δὲ ἀπὸ τούτου κυνώδεις κεφαλαὶ καὶ θηριώδεις οὐδενὸς ἦσαν ἀγαθοῦ, στόλους ὅλους ἁρπάζουσαι καὶ μηδὲν εἰς κίνδυνον διαφέρουσαι τῆς ἀντιθέτοι Χαρύβδεως. Ἢ καὶ τῶν τοξοτῶν σὺ καὶ τῶν σφενδονιτῶν τὰ βέλη καὶ τοὺς λίθους καταιτιάσῃ, ἀλλ᾽ οὐ τοὺς σφενδονῶντας καὶ τοὺς τοξεύοντας; ἔτι δὲ τῶν κυνηγετῶν τοὺς κύνας, καὶ τῶν φαρμακέων τὰ δηλητήρια, καὶ τῶν κεραττόντων βοῶν καὶ σπαραττόντων θηρίων τὰ κέρατα καὶ τοὺς ὄνυχας· οἱ δὲ χρώμενοι τούτοις ἐκτὸς στήσονται καὶ οὐ μεθέξουσι τῆς ὧν τολμῶσιν αἰτίας;

Πολλῆς ταῦτα τῆς ἀλογίας, καὶ ὄντως σοφιστοῦ δεόμενα, τοῖς ἑαυτοῦ συνηγοροῦντος κακοῖς, καὶ τῇ τοῦ λόγου δυνάμει τὸ ἀληθὲς συγκαλύπτοντος. Ἀλλ᾽ οὐκ ἔστι· ὅπως ἑαυτὸν ἀποκρύψει, οὐδ᾽ ἂν πολλὰ στραφῇ καὶ παντοῖος γένηται ταῖς ἐπινοίαις, οὐδ᾽ εἰ τὴν Ἄϊδος κυνέην, ὃ δὴ λέγεται, περιθέμενος, ἢ τῷ δακτυλίῳ Γύγου, καὶ τῇ στροφῇ τῆς σφενδόνης χρησάμενος, ἑαυτὸν ἀποκλέψειε· τοὐναντίον μὲν οὖν, ὅσῳ φεύγειν ἐπιχειρεῖ καὶ διαδιδράσκειν, τοσούτῳ πλέον ἁλίσκεται παρὰ ἀληθείᾳ δικαζούσῃ, καὶ τοῖς συνετωτέροις τούτων κριταῖς, ὡς ταῦτα πράττων τε καὶ τολμῶν, οἷς οὐδ᾽ ἂν αὐτὸς ὡς δικαίως πραττομένοις ἔχῃ συνηγορεῖν· οὕτως εὐάλωτόν ἐστιν ἡ πονηρία, καὶ πανταχόθεν ἑαυτῇ περιπίπτουσα.

ϟΕʹ. Καὶ οὐχ ἃ μὲν ἔπραττεν ἤδη, τοιαῦτα καὶ οὕτω πόῤῥω βασιλικῆς εὐγενείας καὶ μεγαλοπρεπείας· ἃ δὲ διενοεῖτο πράξειν, ἡμερώτερά τε καὶ βασιλικώτερα. Πολλοῦ μέντ᾽ ἂν ἄξιον ἦν, εἰ μὴ πολὺ τῶν εἰρημένων ἀπανθρωπότερα. Ὥσπερ γὰρ δράκοντος κινουμένου φολίδες, αἱ μὲν ἤδη φρίσσουσιν, αἱ δὲ ἐπιφρίσσουσιν, αἱ δὲ μέλλουσι, τὰς δὲ οὐκ ἔστι μὴ κινηθῆναι, κἂν ἠρεμοῦσαι τέως τυγχάνωσιν· εἰ βούλει δὲ, ὥσπερ κεραυνῷ, τὰ μὲν ἤδη κατέχεται, τὰ δὲ προμελαίνεται, μέχρις ἂν καὶ ταῦτα ἐπέλθῃ τοῦ κακοῦ δυναστεύοντος, οὕτω κἀκείνῳ τὰ μὲν ἤδη παρηνομεῖτο, τὰ δὲ ὑπεγράφετο ταῖς ἐλπίσι καὶ ταῖς καθ᾽ ἡμῶν ἀπειλαῖς· καὶ ταῦτα οὕτως ἔκτοπα, καὶ πόῤῥω τῶν εἰθισμένων, ὡς τῆς ἐκείνου διανοίας εἶναι μόνης, ταῦτα καὶ βουλεύσασθαι, καὶ εἰς ἔργον ἀγαγεῖν ἐθελῆσαι, καίτοι πολλῶν πρὸ αὐτοῦ γεγενημένων διωκτῶν καὶ πολεμίων Χριστιανοῖς.

ϟϚʹ. Ἃ γὰρ μήτε Διοκλητιανὸς, ὁ πρῶτος ἐνυβρίσας Χριστιανοῖς, μήτε ὁ τοῦτον ἐκδεξάμενος καὶ ὑπερβαλὼν Μαξιμιανὸς ἐνεθυμήθη πώποτε, μήτε Μαξιμῖνος, ὁ μετ᾽ ἐκείνους, καὶ ὑπὲρ ἐκείνους διώκτης (οὗ τὰ σύμβολα τῆς ἐπὶ τούτῳ πληγῆς αἱ εἰκόνες φέρουσιν ἔτι δημοσίᾳ προκείμεναι, καὶ στηλιτεύουσαι τὴν λώβην τοῦ σώματος), ταῦτα ἐκεῖνος διενοεῖτο μὲν, ὡς οἱ τῶν ἀποῤῥήτων ἐκείνου κοινωνοὶ καὶ μάρτυρες· ἐπεσχέθη δὲ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ, καὶ τοῖς Χριστιανῶν δάκρυσιν, ἃ πολλὰ δὴ καὶ παρὰ πολλῶν ἐχέθη, τοῦτο μόνον ἐχόντων κατὰ τοῦ διώκτου φάρμακον· ταῦτα δὲ ἦν πάσης μὲν παῤῥησίας ἀποστερεῖσθαι Χριστιανοὺς, πάντων δὲ αὐτοὺς εἴργεσθαι συλλόγων, ἀγορῶν, πανηγύρεων, τῶν δικαστηρίων αὐτῶν μὴ γὰρ ἐξεῖναι κεχρῆσθαι τούτοις, ὅστις μὴ κατὰ τῶν βωμῶν θυμιάσειεν ἔμπροσθεν κειμένων, καὶ μισθὸν δοίη μέγαν οὕτω καὶ τοσούτου πράγματος. Ὦ νόμοι, καὶ νομοθέται, καὶ βασιλεῖς, οἳ καθάπερ οὐρανοῦ κάλλος, καὶ ἡλίου φῶς, καὶ ἀέρος χύσις, ἅπασι πρόκεινται φιλανθρωπία κοινή τε καὶ ἄφθονος, οὕτω δὲ καὶ τὴν τῶν νόμων μετουσίαν προθέντες ἅπασιν ἐλευθέροις, ἴσην τε καὶ ὁμότιμον!

ἧς ἐκεῖνος ἀποστερήσειν διενοεῖτο Χριστιανούς· ὡς μήτε τυραννουμένοις δίκας ἐξεῖναι λαβεῖν, μήτε ζημιουμένοις εἰς χρήματα, μήτε ἄλλο τι πάσχουσι μικρὸν ἢ μεῖζον τῶν ἀπηγορευμένων ἐπικουρεῖσθαι τοῖς νόμοις· ἀλλ᾽ ἐξορίστους εἶναι, καὶ ἀναιρεῖσθαι, καὶ μικροῦ τῶν ἀναπνοῶν εἴργεσθαι· ἃ τοῖς μὲν πάσχουσι πλείω φιλοτιμίαν εἶχε καὶ τὴν πρὸς Θεὸν παῤῥησίαν, τοῖς δρῶσι δὲ μείζω τὴν παρανομίαν καὶ ἀδοξίαν.

ϟΖʹ. Καὶ ὁ λόγος ὡς πάνσοφος τοῦ φονευτοῦ καὶ προστάτου, καὶ παρανόμου καὶ νομοθέτου, ἢ, ἵν᾽ οἰκειότερον εἴπω, τοῦ ἐχθροῦ καὶ ἐκδικητοῦ, κατὰ τὸν ἡμετέρον λόγον· εἶναι γὰρ τοῦ ἡμετέρου νόμου μήτε ἀμύνεσθαι, μήτε δικάζεσθαι, μήτε κεκτῆσθαί τι τὴν ἀρχὴν, μήτε νομίζειν ἴδιόν τι· ἀλλὰ ζῇν ἑτέρωθι, καὶ τῶν παρόντων καταφρονεῖν ὡς οὐκ ὄντων· κακοῦ δὲ μὴ ἀντιδιδόναι, μηδὲ ἐξεῖναι, κακόν· μηδὲ τὴν παρειὰν παιομένους φείδεσθαι τῆς ἑτέρας, ἀλλὰ καὶ ταύτην ἐμπαρέχειν τῷ παίοντι, καὶ τὸν χιτῶνα τῷ ἱματίῳ προσαποδύεσθαι.

Προσθήσει δὲ ἴσως, ὅτι καὶ ὑπερεύχεσθαι τῶν ἀδικούντων, καὶ τὰ κάλλιστα βούλεσθαι τοῖς διώκουσι. Τί δὲ οὐκ ἔμελλε ταῦτα γινώσκειν ἀκριβῶς ὁ τῶν θείων ὑπαναγνώστης ποτὲ λογίων, καὶ τῆς τοῦ μεγάλου βήματος ἠξιωμένος τιμῆς, καὶ τοὺς μάρτυρας τιμῶν σηκοῖς τε καὶ τεμένεσιν;

ϟΗʹ. Οὗ τοῦτο πρῶτον θαυμάζω, πῶς τούτοις μὲν ἀκριβῶς καθωμίλησεν, ἐκεῖνο δὲ οὐκ ἀνέγνω, ἢ ἑκὼν παρέδραμεν· ὅτι Κακὸς κακῶς ἀπολεῖται; πᾶς ὁ τὸ Θεῖον ἐξαρνησάμενος, καὶ ὃ τούτου μεῖζόν ἐστι, τοὺς ἐμμένοντας τῇ ὁμολογίᾳ περιωθῶν, καὶ τοιούτοις κακοῖς περιβάλλων, οἷς αὐτὸς περιπεσεῖν ἦν ἄξιος.

Εἰ μὲν οὖν ὥσπερ ἡμᾶς τοιούτους εἶναι νομοθετεῖ, καὶ τοῖς ὡρισμένοις ἐμμένειν, οὕτω δύναται δεῖξαι, καὶ αὐτῷ τὸ κάκιστον εἶναι προστεταγμένον, ἢ τοῖς αὐτοῦ θεοῖς ἐν καλῷ τοῦτο τυγχάνον· καὶ εἰς δύο ταῦτα διῃρημένων τῶν ἕξεων, ἀρετήν τε, φημὶ, καὶ κακίαν, ἡμῖν μὲν ἀποκεκρίσθαι τὴν κρείσσω μοῖραν, αὐτοῖς δὲ ἀπεῤῥίφθαι τὴν χείρονα· λεγέτω τοῦτο, καὶ οὕτω νικήσομεν ὑπὸ μάρτυσι τοῖς ἐχθροῖς, καὶ τοῖς διώκουσι τὰ ἡμέτερα· εἰ δὲ καὶ αὐτοί τι μεταποιοῦνται καλοκἀγαθίας καὶ ἡμερότητος, λόγῳ γοῦν, εἰ καὶ μὴ τοῖς ἔργοις αὐτοῖς, καὶ οὐχ οὕτως εἰσὶν ἀναίσχυντοι, κἂν σφόδρα ὦσι κακοὶ, καὶ πονηροῖς θεοῖς χαίροντες, ὥστε φάσκειν ὥσπερ ἄλλον τινὰ κλῆρον προσήκειν αὐτοῖς τὴν κακίαν· δειξάτωσαν πῶς ἢ ποῦ δίκαιον ἡμᾶς μὲν καὶ πάσχοντας καρτερεῖν, αὐτοὺς δὲ μηδὲ φειδομένων φείδεσθαι· σκόπει γὰρ οὕτω. Τῶν μὲν ἡμῖν γεγονότων καιρῶν τοῦ δύνασθαι, τῶν δὲ ὑμῖν ἄλλοτε ἄλλως τούτων περιτρεχόντων τε καὶ μεθισταμένων, τί τοιοῦτο παρὰ Χριστιανῶν ποτε συνέβη τοῖς ὑμετέροις, οἷα παρ᾽ ὑμῶν πολλάκις Χριστιανοῖς; Ποίας παῤῥησίας ὑμᾶς ἀπεστερήσαμεν; Τίσι δήμους ἐπανεστήσαμεν ζέοντας; τίσιν ἄρχοντας, πλείω τῶν ἐπιταττομένων ὑπηρετοῦντας; Τίσι τὸν περὶ ψυχῆς ἐπηγάγομεν κίνδυνον; Μᾶλλον δὲ τίνας ἀρχῶν ἀπηλάσαμεν, καὶ τῶν ἄλλων τιμῶν αἳ τοῖς ἀρίστοις ὀφείλονται;

Καὶ συνελόντα φάναι, τίνι τι τοιοῦτον ἐπενηνόχαμεν, οἷα πολλὰ παρ᾽ ὑμῶν τὰ μὲν ἐτολμήθη, τὰ δὲ ἠπειλήθη; Ἀλλ᾽ οὐδ᾽ ἂν αὐτοὶ φαίητε, οἱ τὸ ἥμερον ἡμῖν ἐγκαλοῦντες καὶ τὸ φιλάνθρωπον.

ϟΘ. Ἔπειτα πῶς ἐκεῖνο οὐ λογίζῃ, ὦ σοφώτατε πάντων καὶ συνετώτατε, ὁ πρὸς τὸ τῆς ἀρετῆς ἄκρον συγκλείων Χριστιανοὺς, ὅτι τῆς ἡμετέρας νομοθεσίας τὰ μὲν ἀνάγκην ἔχει τοῖς ἐπιταττομένοις, ἃ καὶ μὴ φυλάττουσι κίνδυνος· τὰ δὲ οὐκ ἀνάγκην, αἵρεσιν δέ· ἃ φυλάττουσι μὲν, τιμὴν καὶ ἀντίδοσιν, μὴ φυλάττουσι δὲ, οὐδ᾽ ὅντιν᾽ οὖν κίνδυνον;

Εἰ μὲν γὰρ οἷόν τε ἦν ἅπαντας ἀρίστους εἶναι, καὶ τοῦ ἄκρου τῆς ἀρετῆς ἐπιβαίνειν, τοῦτ᾽ ἂν ἦν κράτιστόν τε καὶ τελεώτατον· ἐπεὶ δὲ χωρὶς τὰ θεῖα τῶν ἀνθρωπίνων, καὶ τοῖς μὲν οὐκ ἔστιν ὅτου μὴ τῶν καλῶν μέτεστι, τοῖς δὲ μέγα, κἂν εἰ τοῦ μέσου τυγχάνοιεν, τί σοι βούλεται τὸ ταῦτα νομοθετεῖν, ἃ μὴ τῶν πάντων ἐστὶν, ἢ κατακρίτους εἶναι τοὺς οὐ φυλάσσοντας; Ὥσπερ γὰρ ὅστις οὐ κολάσεως ἄξιος, ἤδη καὶ ἀναῤῥήσεως· οὕτως ὅστις οὐκ ἀναῤῥήσεως, ἤδη καὶ τιμωρίας· ἀλλ᾽ ἐν ὅροις δεῖ μένοντας τῆς ἡμετέρας φιλοσοφίας, καὶ τῆς ἀνθρωπίνης δυνάμεως, οὕτως ἀπαιτεῖν καὶ τὸ κατορθούμενον.