ΟΗʹ. Πάντων δὲ ἀτοπώτατον, τὸν μὲν Σωτῆρα καὶ Δεσπότην ἁπάντων, τὸν τοῦδε τοῦ παντὸς δημιουργόν τε καὶ κυβερνήτην, τὸν τοῦ μεγάλου Πατρὸς καὶ Υἱὸν, καὶ Λόγον, καὶ προσαγωγέα, καὶ ἀρχιερέα, καὶ σύνθρονον· τὸν ὑπὲρ ἡμῶν τῶν ἀτιμασάντων αὐτοῦ τὴν εἰκόνα, καὶ πρὸς τὸν χοῦν ἀπενηνεγμένων, καὶ ἀγνοησάντων τὸ μέγα τῆς συζυγίας μυστήριον, μὴ μόνον εἰς δούλου καταβάντα μορφὴν, ἀλλὰ καὶ ἐπὶ τὸν σταυρὸν ἀναβάντα, καὶ συναγαγόντα τὴν ἐμὴν ἁμαρτίαν τεθνηξομένην· τοῦτον μὲν Σαμαρείτην ἀκούοντα, καὶ ὃ πολλῷ χεῖρον, δαιμονᾷν ἐγκαλούμενον, μήτε αἰσχύνεσθαι, μήτε ἐγκαλεῖν τοῖς ὑβρίζουσιν· ᾧ καὶ ταῖς ἀγγελικαῖς παρατάξεσι, καὶ λόγῳ μόνῳ ἀμύνεσθαι τοὺς πονηροὺς ῥᾴδιον ἦν· ἀλλ᾽ ἡμέρως πάνυ καὶ πράως τοὺς ὑβρίζοντας ἀποπέμπεσθαι, καὶ ὑπὲρ τῶν σταυρούντων αὐτὸν ἀφιέναι δάκρυον, ἡμᾶς δὲ οἴεσθαι ἀλγήσειν οὕτω καλουμένους, ἢ αἰσχυνεῖσθαι, ἢ τῆς ὑπὲρ τοῦ καλοῦ φιλοτιμίας διὰ τοῦτο ἀποστήσεσθαι, καὶ πλείω ποιήσεσθαι λόγον τῶν ὕβρεων τούτων ἢ τῶν ψυχῶν καὶ σωμάτων, ὧν καταφρονεῖν ἴσμεν ὑπὲρ τῆς ἀληθείας; Ἀλλὰ τοῦτο μὲν, ὅπερ εἶπον, γελοῖον μᾶλλον ἢ λυπηρὸν, καὶ εἰς τὴν σκηνὴν ἀποπεμπόμεθα· πάντως οὔ ποτ᾽ ἂν ὑπερβαλλοίμεθα τοὺς ῥᾳδίως ἐκεῖ κατὰ τῆς κόῤῥης τά γε τοιαῦτα παιζομένους, καὶ παίζοντας.