Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ Ἰουλιανοῦ βασιλέως βʹ

Γρηγόριος ὁ Ναζιανζηνός

Η θεία παρέμβαση και η σωτηρία μέσω της προσευχής της Εκκλησίας

Η αναγκαιότητα της παρέμβασης του Θεού για την ανακοπή της ασέβειας, η διάψευση των παγανιστικών προσδοκιών και η σωτηρία των χριστιανών μέσω των ικεσιών τους, με ιστορικό παράδειγμα τον Εζεκία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 8

Κρεῖσσον γὰρ ἢ τούτων πλησθῆναι τὴν οἰκουμένην κακῶν, καὶ τοιοῦτον ἀναφανῆναι τέρας, οἷον οὔπω πρότερον· πολλῶν μὲν ἐπικλυσμῶν θρυλλουμένων, πολλῶν δὲ ἐμπρησμῶν, καὶ βρασμῶν γῆς, καὶ χασμάτων, ἔτι δὲ ἀνδρῶν ἀπανθρωποτάτων καὶ θηρίων ἀλλοκότων τε καὶ συνθέτων, ὧν ἡ φύσις ἐκαινοτόμησε. Ταύτῃ τοι καὶ τέλος ἄξιον ἠνέγκατο τῆς ἀπονοίας· ἐνταῦθα μόνον οὐκ ἀνασχομένου τοῦ Θεοῦ τῆς συνήθους μακροθυμίας, ἔνθα πολλοῖς κακὸν ἦν τὸ φιλάνθρωπον, καὶ πολλὴν μὲν ἔμελλε παρέξειν ἀθυμίαν τοῖς κατορθοῦσι, πολλὴν δὲ τοῖς ἁμαρτάνουσι καταφρόνησιν· ὡς οὐκ ἐφορῶντος οὐδενὸς τὰ ἡμέτερα, οὐδὲ οὔσης τινὸς κυβερνήσεως ἢ ἀντιδόσεως, ἀλλὰ τοῦ αὐτομάτου τὸ πᾶν φέροντός τε καὶ περιτρέποντος· ὃ διανοίας ἐστὶ πονηρᾶς καὶ λίαν ἐπισφαλῶς περὶ τῶν μεγίστων διακειμένης.

ΚΕʹ. Ταῦτα τῶν Γαλιλαίων ἡμῶν, ταῦτα τῶν ἀτίμων τὰ διηγήματα· ταῦτα οἱ τὸν ἐσταυρωμένον προσκυνοῦντες ἡμεῖς, ταῦτα οἱ τῶν ἁλιέων μαθηταὶ καὶ τῶν ἀπαιδεύτων, ὡς αὐτοὶ λέγουσι· ταῦτα οἱ τοῖς γραϊδίοις συγκαθεζόμενοι, καὶ συμψάλλοντες· ταῦτα οἱ ταῖς μακραῖς νηστείαις ἐκτετηγμένοι καὶ ἡμιθνῆτες· ταῦτα οἱ μάτην ἀγρυπνοῦντες ἡμεῖς, καὶ ταῖς παννύχοις στάσεσι παραληροῦντες, καὶ ὑμᾶς καταβάλλοντες. Ποῦ εἰσιν οἱ γραμματικοί; ποῦ εἰσιν οἱ σύμβουλοι; Ἐκ τῶν παρ᾽ ἡμῖν τινος ἀσόφων, ὡς γοῦν ὑμῖν δοκεῖ, λαμβάνω τὸν ἐπινίκιον. Ποῦ αἱ θυσίαι, καὶ τελεταὶ, καὶ μυστήρια; ποῦ σφάγια φανερά τε καὶ ἀφανῆ; ποῦ τέχνη κατὰ τῶν ἐντόμων ἐπαινουμένη; ποῦ τερατεία προγνώσεως καὶ σημεῖα ἐγγαστριμύθων; ποῦ Βαβυλὼν ἡ ἔνδοξος θρυλλουμένη, καὶ οἰκουμένη πᾶσα περινοουμένη δι᾽ ὀλίγου καὶ ἐναγοῦς αἵματος; ποῦ δὲ οἱ ἐν τῇ χειρὶ κρατούμενοι Πέρσαι καὶ Μῆδοι; ποῦ δὲ οἱ προπεμπόμενοι καὶ παραπέμποντες, καὶ προπολεμοῦντες καὶ συμπολεμοῦντες θεοί; ποῦ αἱ κατὰ Χριστιανῶν μαντεῖαι, καὶ ἀπειλαὶ, καὶ ἡ κατὰ προθεσμίαν κατάλυσις ἡμῶν μέχρις ὀνόματος; Οἴχεται πάντα, διέψευσται, διεῤῥύηκεν, ὄναρ ἐφάνη τῶν ἀσεβῶν τὰ κομπάσματα.

ΚϚʹ. Ὁ μὲν οὖν τοῦ Ἰούδα βασιλεὺς Ἐζεκίας, ἐλθόντος ἐπ᾽ αὐτὸν δυνάμει πολλῇ τῶν ἀλλοφύλων τινὸς βασιλέως, καὶ στρατοπέδῳ κυκλώσαντος τὴν Ἱερουσαλὴμ, λόγους τε βλασφήμους καὶ ἀσεβεῖς κατά τε τοῦ βασιλέως καὶ αὐτοῦ τοῦ Θεοῦ πικρῶς ἀποῤῥίψαντος, ὡς οὐδ᾽ ἂν ὁτιοῦν γένηται, περισώσοντος ἐκ τῆς αὐτοῦ δυναστείας τὴν πόλιν, ἐπὶ τὸ ἱερὸν ἐλθὼν, καὶ τὴν ἐσθῆτα περιῤῥηξάμενος, δακρύων τε προχέων πηγὰς, καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἀνατείνας, τὸν Θεὸν τῆς Σεναχηρεὶμ βλασφημίας ἐπιμαρτύρεται, κἀκεῖνον ἔκδικον γενέσθαι τῆς τῶν ἀπειλουμένων ὑπερηφανίας ἐπιζητεῖ· Εἶδες, Κύριε, λέγων, ὅσα ὠνείδισέ σε ὁ ἀλλόφυλος οὗτος τὸν Θεὸν τοῦ Ἰσραήλ· εἶδες, Κύριε, μὴ παρασιωπήσῃς· καὶ οὐκ ἐψεύσθη γε τῆς αἰτήσεως· ἀλλ᾽ ᾔσθετο ἔργῳ τῆς ἑαυτοῦ μανίας ὁ θεομάχος, καὶ ἀπῆλθεν ἄπρακτος μετὰ τῶν ἀπειλῶν ὑπό τινος ἀοράτου δυνάμεως ἐπιπεσούσης ἄφνω, καὶ τὸ πολὺ τῆς στρατιᾶς ἀποβαλὼν, καὶ ἀγγελίᾳ πικρᾷ μεταναστὰς, ἀδοκήτως λυούσῃ καὶ τὴν πολιορκίαν, καὶ τὰς ἐλπίδας.

Ταῦτα Ἐζεκίας, ὁ τὴν πολλὴν περιβεβλημένος δύναμιν, ὁ τῆς μεγάλης βασιλεὺς Ἱερουσαλὴμ, ὁ τάχα ἂν ἀποκρουσόμενος καὶ δι᾽ ἑαυτοῦ τὸν πολέμιον. Ἡμεῖς δὲ, οἷς μόνον καὶ ὅπλον, καὶ τεῖχος, καὶ ἄλλο πᾶν ἀμυντήριον, ἡ πρὸς τὸν Θεὸν ἐλπὶς ὑπελείπετο, πᾶσαν ἀνθρωπίνην περιῃρημένοις καὶ περικεκομμένοις ἐπικουρίαν παντάπασι, τίνα ἄρα ἕτερον ἢ τῆς εὐχῆς ἀκροατὴν, ἢ κωλυτὴν τῶν ἀπειλουμένων ἕξειν ἐμέλλομεν, ἢ τὸν ὀμνύοντα κατὰ τῆς ὑπερηφανίας Ἰακὼβ Θεόν; Ὢ τῶν ἀπίστων διηγημάτων! Ὢ τῆς τῶν ἐλπιζομένων θρασύτητος! Ἐπηγγέλθημεν ἀντ᾽ ἄλλου τινὸς ἱερείου τοῖς δαίμοσι· καὶ ἡ μεγάλη τοῦ Θεοῦ κληρονομία, τὸ ἅγιον ἔθνος, τὸ βασίλειον ἱεράτευμα, μιᾶς ἆθλον ἐλπίδος, καὶ ἑνὸς πολέμου νικητήριον ἐγενόμεθα.

ΚΖʹ. Ταῦτα Χριστιανοῖς παρὰ σοῦ ἀνθ᾽ ὧν ἐσώθης δι᾽ αὐτῶν κακῶς τὰ ἐπίχειρα; Ταῦτα Κυρίῳ τῷ Θεῷ σου ἀνταπέδωκας; Πρότερον μὲν οὖν, ἡνίκα ἔτι ἀνεῖχε καὶ ἀνεβάλλετο τὴν ὑπὲρ ἡμῶν ὀργὴν ὁ Θεὸς, καὶ οὔπω πάντα τὸν ἑαυτοῦ ζῆλον ἐξέκαυσεν, ἀλλ᾽ ὑψηλὴν ἔτι κατὰ τῶν ἀσεβῶν εἶχε τὴν χεῖρα, καὶ τὸ τόξον ἐνέτεινε μὲν καὶ ἡτοίμασε, κατεῖχε δὲ βίᾳ, καὶ ὥσπερ τι νόσημα ὕπουλον καὶ κακόηθες ἐκραγῆναι πρότερον ὅλην αὐτοῦ τὴν πονηρίαν ἀνέμενεν, ὥσπερ δὴ Θεοῦ κρίσεως νόμος, ἵν᾽ ἢ σώσῃ τῇ μετανοίᾳ ἢ κολάσηται δικαιότερον· τότε μὲν, δυσανασχετοῦντες τοῖς γινομένοις, καὶ πρὸς τὸ μέλλον κάμνοντες (οὐ γὰρ ἐφέρομεν τὴν ἀποκρυπτομένην αὐτοῦ τοῖς οἰκείοις χρηστότητα), ἐκείνας ἠφίεμεν πρὸς τὸν Θεὸν τὰς φωνὰς, τὰ μὲν ὡς δεσπότην ἐπικαλούμενοι, τὰ δὲ ὡς πρὸς πατέρα χρηστὸν ποτνιώμενοι, τὰ δὲ οἷον ὀνειδίζοντες καὶ δικαιολογούμενοι πρὸς αὐτὸν, οἷα τὰ τῶν ἀλγούντων· Ἵνα τί ἀπώσω, ὁ Θεὸς, εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;

Καὶ μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾽ ἀρχῆς, ἣν περιεποιήσω τοῖς τοῦ μονογενοῦς Λόγου σου πάθεσιν, ἣν τῆς μεγάλης σου διαθήκης ἠξίωσας, ἣν καὶ εἵλκυσας εἰς οὐρανοὺς τῷ καινῷ μυστηρίῳ, καὶ τῷ ἀῤῥαβῶνι τοῦ Πνεύματος· καὶ, Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὑπομιμνήσκοντες ὅσα ἐπονηρεύσαντο κατὰ τῶν ἁγίων σου οἱ ἐχθροὶ, καὶ κατὰ τῶν ἑορτῶν σου ἐκαυχήσαντο· τὴν ῥομφαίαν τε προεκαλούμεθα, καὶ τὰς Αἰγυπτιακὰς μάστιγας, καὶ δικάσαι τὴν ἑαυτοῦ δίκην ἠξιοῦμεν, καὶ διαναστῆναί ποτε διεκελευόμεθα κατὰ τῶν ἀσεβῶν· Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, λέγοντες, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται, τόν τε λαόν σου ταπεινώσουσι, καὶ τὴν κληρονομίαν σου κακώσουσι, φθέγξονταί τε ὁμοίως ἀνομίαν καὶ δράσουσι; καὶ μὴν κἀκείνας ἔτι τὰς γοερὰς καὶ τούτων οἰκειοτέρας φωνάς· Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν καὶ ὕβριν τοῖς γείτοσιν ἡμῶν, παραβολήν τε τοῖς ἔθνεσι, καὶ γέλωτα πᾶσιν ἀνθρώποις· ἄμπελόν τέ τινα ἐλέγομεν, καὶ ἐξ Αἰγύπτου μετενηνεγμένην τῆς σκοτεινῆς ἀθεΐας, καὶ εἰς κάλλος πίστεως αὐξηθεῖσαν καὶ μέγεθος, εἶτα τὸν φραγμὸν περιῃρημένην, τὴν φρουροῦσαν ἡμᾶς τέως ἐπισκοπὴν τοῦ Θεοῦ, καὶ πᾶσι τοῖς διοδεύουσιν ἐκκειμένην πονηροῖς δυνάσταις, καὶ λελυμασμένην ἀγρίῳ συῒ τῷ τὴν κακίαν ἰδιάζοντι πονηρῷ, καὶ κακίας βορβόρου γέμοντι.

ΚΗʹ. Ταῦτα μὲν οὖν πρότερον καὶ διενοούμην καὶ ἀνεβόων πρὸς τὸν Θεόν· νυνὶ δὲ οἵας ἀνθ᾽ οἵων μεταλαμβάνω φωνάς! θρηνῶ λοιπὸν τῶν ἀσεβῶν τὴν ἀπώλειαν, καὶ γίνομαι φιλάνθρωπος τοῖς μισοῦσι, καὶ τοιαῦτα φθέγγομαι· Πῶς ἐγένοντο εἰς ἐρήμωσιν; ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν, ὡς κονιορτὸς ὃν ὑφείλετο λαίλαψ, ὡς χνοῦς ὑπ᾽ ἀνέμου διαῤῥιπτούμενος, ὡς ἑωθινὴ δρόσος, ὡς ῥοῖζος πεμφθέντος βέλους, ὡς προσβολὴ βροντῆς, ὡς ἀστραπὴ διᾴττουσα. Εἰ μὲν οὖν νῦν μεταπεισθεῖεν, καὶ, τῆς πολλῆς παυσάμενοι πλάνης καὶ μέθης, μεταδιώξαιεν τὴν ἀλήθειαν, τάχα ἄν τι γένοιτο κέρδος αὐτοῖς καὶ τοῦ πτώματος· ἐπειδὴ καὶ τὸ παιδευθῆναι πολλάκις εἰς καλὸν τοῖς πάσχουσιν· εἰ δ᾽ ἐπὶ τῆς αὐτῆς μένοιεν γνώμης, καὶ περιέχοιντο τῶν εἰδώλων ἔτι, μηδὲ, ὃ καὶ τοὺς ἠλιθίους παιδεύει, σωφρονισθεῖεν τῇ συμφορᾷ. Τὴν μὲν Ἱερουσαλὴμ θρηνεῖ τοσοῦτον Ἱερεμίας, ὥστε καὶ τοῖς ἀψύχοις διακελεύεται θρῆνον, καὶ τῶν τειχῶν προκαλεῖται δάκρυον. Τούτοις δὲ τίς εὑρεθήσεται θρῆνος ἐπάξιος; Ἢ τίς ἂν ὀδύραιτο τὰ παρόντα, ἀφεὶς τὰ τῆς μελλούσης δακρύειν κολάσεως, ἀνθ᾽ ὧν ἠφρονεύσαντο, καὶ ἐμακρύνθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα· οὐ μόνον δὲ, ἀλλὰ καὶ τοῖς λατρεύουσι τῷ Θεῷ ἐπανέστησαν, καὶ χεῖρα ἐπανετείναντο δυσσεβῆ καὶ τοιούτων κακῶν ἀξίαν;

ΚΘʹ. Τοῦτο μὲν οὖν, ὅπη τῷ Θεῷ φίλον, οὕτως ἐχέτω. Τίς οἶδεν εἰ ὁ λύων τοὺς πεπεδημένους Θεὸς, καὶ ἀνάγων ἐκ τῶν πυλῶν τοῦ θανάτου τὸν βαρύν τε καὶ κάτω νεύοντα, ὁ μὴ βουλόμενος τοῦ ἁμαρτωλοῦ τὸν θάνατον, ἀλλὰ τὴν ἐπάνοδον, ὁ καὶ ἡμᾶς καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου φωτίσας καὶ συνετίσας, καὶ τούτους ποτὲ ἀναλήψεται, καὶ ποιμανεῖ τῇ ποιμαντικῇ ῥάβδῳ, τὴν βαρεῖαν καὶ σιδηρᾶν καταθέμενος;