Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ Ἰουλιανοῦ βασιλέως βʹ

Γρηγόριος ὁ Ναζιανζηνός

Η κακοδιοίκηση, η δημόσια συμπεριφορά και ο χαρακτήρας του Ιουλιανού

Η κριτική του συγγραφέα στις αυθαιρεσίες του Ιουλιανού, στην απρεπή συμπεριφορά του κατά τις δημόσιες εμφανίσεις και θυσίες, καθώς και η πρώιμη διάγνωση του ασεβούς χαρακτήρα του από τη συνάντησή τους στην Αθήνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 8

ΙΘʹ. Καὶ ταῦτα διῆλθον ὡς μέγιστα τῶν ἐκείνου κατηγορημάτων καὶ κυριώτατα, οὐκ ἀγνοῶν, ὅτι δυσὶ μὲν καὶ τρισὶ τῶν περὶ τὰ βασίλεια κολάκων, καὶ τὴν ἀσέβειαν ὁμοτίμων (τοὺς γὰρ ἄλλους ἑκὼν παρίημι), τοσοῦτος ἐδόθη τῆς ἀσεβείας μισθὸς, ὥστε οὐδὲν ἐκώλυεν ἐντὸς ὀλίγου χρόνου, πᾶσαν αὐτοὺς ἂν ληΐσασθαι τὴν ὑπὸ Ῥωμαίοις γῆν τε καὶ θάλασσαν, εἰ μὴ θᾶττον πέρας ἐδόθη τοῖς πράγμασι δεξιόν· τοσοῦτον ὑπερέβαλλον λῃστείᾳ καὶ ἀπληστίᾳ τοὺς πρὶν ἑκατοντάχειρας· αἱ δὲ τῶν ἐθνῶν ἀρχαὶ οὐ τοῖς ἐπιεικεστάτοις, ἀλλὰ τοῖς ἀπανθρωποτάτοις ἐνεχειρίζοντο· καὶ μία ψῆφος ἦν εἰς ἀρχὴν, ἡ παράβασις, καὶ τὸ τυχεῖν τῶν παρ᾽ ἐκείνου δωρεῶν, τοὺς τὰ κάκιστα περὶ ἑαυτῶν βουλευσαμένους.

Κʹ. Τί δ᾽ ἂν εἰ λέγοιμι δικῶν μεταθέσεις καὶ μετακλίσεις διὰ μέσης νυκτὸς πολλάκις μεταβαλλομένων καὶ περιτρεπομένων, ὥσπερ ἀμπώτιδας· ἐπεὶ καὶ δικάζειν ὁ γεννάδας ἠξίου, πάντα ἑαυτοῦ διὰ φιλοτιμίαν ποιούμενος; Τάχα ἂν μικρὰ λίαν ἐγκαλεῖν δόξαιμι, καὶ τὰ μέγιστα τοῖς μικροῖς καθυβρίζειν. Πλήν γε ὁμολογείσθω, ὅτι οὐκ Ἠλυσίων πεδίων ἄξια ταῦτα, οὐδὲ τῆς Ῥαδαμάνθυος ἐκεῖσε δόξης, ἧς μοίρας ἀξιοῦσιν ἐκεῖνον οἱ τῆς αὐτῆς φατρίας τε καὶ τάξεως. Ἓν τῶν ἐκείνου θαυμάζειν ἔχω· πολλοὺς γὰρ τῶν αὐτῷ συνήθων τε καὶ γνωρίμων, ἐκ τῶν κατὰ τὴν Ἀσίαν διατριβῶν μάλιστα, ἐκάλει μὲν κατὰ πᾶσαν σπουδὴν, ὡς δράσων θαυμάσια, οἷα καὶ ταῖς ἐλπίσιν ἐπτέρου, μεμνημένους τῶν ὑποσχέσεων· ἐπεὶ δὲ παρεῖεν, τοῦτο ἐκεῖνο αἱ τῶν ψήφων κλοπαὶ, καὶ τῶν ὄψεων ἀπάται· τοὺς μὲν τοὺς δὲ τὸν τρόπον, τοὺς δὲ τὸν διαπαίζων· ἔστι δὲ οὓς καὶ τραπέζῃ φιλοφρονούμενος, καὶ πολὺ τὸ Ἑταῖρε προπίνων, καὶ λαρυγγίζων ἀντ᾽ ἄλλου τινὸς δελεάσματος, ἀπράκτους ἀπέπεμπεν, οὐκ ἔχοντας ὅτῳ μέμφονται πλέον, ἐκείνῳ τῆς ἀπάτης ἢ σφίσιν αὐτοῖς τῆς κουφότητος.

ΚΑʹ. Ἐκεῖνο δὲ πῶς οὐκ ἐπαινετὸν τῆς τοῦ φιλοσόφου παιδεύσεως, ὅτι τοσοῦτον ἀόργητος ἦν, καὶ τῶν παθῶν ὑψηλότερος, κατὰ τοὺς πώποτε τῶν βασιλέων ἀτρέπτους καὶ ἀκινήτους, καὶ μηδ᾽ ἂν, εἴ τι γένοιτο, τοῦ προσώπου τι παρατρέψαντας, ἢ πάθους ἴχνος ἐπισημαίνοντας· ὥσθ᾽ ὅτι μὲν βοῶν καὶ σεισμῶν ἐπλήρου τὰ βασίλεια δικάζων, ὥσπερ αὐτὸς ὢν ὁ τυραννούμενος καὶ ζημιούμενος, οὐκ ἄλλοις ταῦτα πάσχουσιν, ἐπαμύνων; Ταῦτα μὲν οὐδὲ λόγου τινὸς ἀξιώσομεν· τοῦτο δὲ τίς ἀγνοεῖ τῶν ἁπάντων, ὅτι πολλοὺς προσιόντας οἷ δημοσίᾳ καὶ τῶν ἀγροικοτέρων, ὥστε τυχεῖν τινος ὧν ἄνθρωποι βασιλέων δέονται, παίων πὺξ δημοσίᾳ καὶ λὰξ ἐναλλόμενος οὕτω διετίθει κακῶς, ὥστ᾽ ἀγαπᾷν ἐκείνους τὸ μή τι παθεῖν χαλεπώτερον;

ΚΒʹ. Τὰς δὲ φυσήσεις τε καὶ ἀντιφυσήσεις, ἃς ὁ θαυμάσιος ἐκεῖνος, καὶ τὰ ἡμέτερα διασύρων, τοῖς γραϊδίοις ἀντεπεδείκνυτο, τὸ ἐπιβώμιον πῦρ ἀνάπτων, ποῦ λόγου θήσομεν; Ἢ καλόν γε τοῦ Ῥωμαίων βασιλέως τὰς γνάθους ὁρᾷν ἀσχημονούσας, καὶ γέλωτα πολὺν παρεχούσας, οὐ τοῖς ἔξωθεν μόνον, ἀλλὰ καὶ αὐτοῖς, οἷς ταῦτα ποιῶν ἀρέσκειν ᾤετο. Τὴν Ἀθηνᾶν δὲ οὐκ ἤκουε, τὴν ἑαυτοῦ θεὸν, ὅτι καὶ τοῖς αὐλοῖς κατηράσατο, οἷς ἐνασχημονοῦσαν ἑαυτὴν κατεμάνθανεν, ἀντ᾽ ἐσόπτρου χρησαμένη τῷ ὕδατι. Τὰς δὲ προπόσεις τε καὶ φιλοτησίας, ἃς δημοσίᾳ ταῖς πόρναις προὔπινέ τε καὶ ἀντιπροὐπίνετο, ὑποκλέπτων τὸ ἀσελγὲς μυστηρίου προσχήματι, πῶς οὐ θαυμάζειν ἄξιον;

ΚΓʹ. Ταῦτα τοῖς μὲν ἄλλοις ἡ πεῖρα παρέστησε, καὶ ἡ δυναστεία προλαβοῦσα τὴν ἐξουσίαν· ἐμοὶ δὲ καὶ πόῤῥωθεν τρόπον τινὰ ἑωρᾶτο, ἐξ οὗ τῷ ἀνδρὶ συνεγενόμην Ἀθήνῃσιν. Ἦλθε γὰρ κἀκεῖσε, ἄρτι τῶν κατὰ τὸν ἀδελφὸν αὐτοῦ νεωτερισθέντων, τὸν βασιλέα τοῦτο αὐτὸ παραιτησάμενος. Διττὸς δὲ αὐτοῦ τῆς ἐπιδημίας ὁ λόγος· ὁ μὲν εὐπρεπέστερος, καθ᾽ ἱστορίαν τῆς Ἑλλάδος καὶ τῶν ἐκεῖσε παιδευτηρίων· ὁ δὲ ἀποῤῥητότερος, καὶ οὐ πολλοῖς γνώριμος, ὥστε τοῖς ἐκεῖ θύταις καὶ ἀπατεῶσι περὶ τῶν καθ᾽ ἑαυτὸν συγγενέσθαι, οὔπω παῤῥησίαν ἐχούσης τῆς ἀσεβείας. Τότε τοίνυν οὐ φαῦλος ἐγὼ τοῦ ἀνδρὸς εἰκαστὴς οἶδα γενόμενος, καίτοι γε οὐ τῶν εὖ πεφυκότων περὶ ταῦτα εἷς ὤν. Ἀλλ᾽ ἐποίει με μαντικὸν ἡ τοῦ ἤθους ἀνωμαλία, καὶ τὸ περιττὸν τῆς ἐκστάσεως· εἴπερ μάντις ἄριστος, ὅστις εἰκάζειν οἶδε καλῶς.

Οὐδενὸς γὰρ ἐδόκει μοι σημεῖον εἶναι χρηστοῦ αὐχὴν ἀπαγὴς, ὦμοι παλλόμενοι καὶ ἀνασηκούμενοι, ὀφθαλμὸς σοβούμενος καὶ περιφερόμενος, καὶ μανικὸν βλέπων, πόδες ἀστατοῦντες καὶ μετοκλάζοντες, μυκτὴρ ὕβριν πνέων καὶ περιφρόνησιν, προσώπου σχηματισμοὶ καταγέλαστοι τὸ αὐτὸ φέροντες, γέλωτες ἀκρατεῖς τε καὶ βρασματώδεις, νεύσεις καὶ ἀνανεύσεις σὺν οὐδενὶ λόγῳ, λόγος ἱστάμενος καὶ κοπτόμενος πνεύματι, ἐρωτήσεις ἄτακτοι καὶ ἀσύνετοι, ἀποκρίσεις οὐδὲν τούτων ἀμείνους, ἀλλήλαις ἐπεμβαίνουσαι καὶ οὐκ εὐσταθεῖς, οὐδὲ τάξει προϊοῦσαι παιδεύσεως.

ΚΔʹ. Τί ἂν τὰ καθ᾽ ἕκαστον γράφοιμι; Τοῦτον πρὸ τῶν ἔργων ἐθεασάμην, ὃν καὶ ἐπὶ τῶν ἔργων ἐγνώρισα. Καὶ εἴ μοι παρῆσάν τινες τῶν τηνικαῦτα συνόντων καὶ ἀκουσάντων, οὐ χαλεπῶς ἂν ἐμαρτύρησαν· οἷς, ἐπειδὴ ταῦτα ἐθεασάμην, εὐθὺς ἐφθεγξάμην· Οἷον κακὸν ἡ Ῥωμαίων τρέφει! καὶ προαγορεύσας, καὶ γενέσθαι ψευδόμαντις ἐμαυτοῦ κατευξάμενος.