Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ Ἰουλιανοῦ βασιλέως βʹ

Γρηγόριος ὁ Ναζιανζηνός

Η αντιπαραβολή των ταφών Κωνσταντίου και Ιουλιανού

Η ένδοξη και τιμητική μεταφορά του λειψάνου του Κωνσταντίου στην Κωνσταντινούπολη, σε πλήρη αντίθεση με την άδοξη και περιφρονημένη μεταφορά του σώματος του Ιουλιανού στην Ταρσό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 8

ΙϚʹ. Τί λοιπὸν ἦν ἢ τὸ σῶμα Ῥωμαίοις ἐπαναχθῆναι τοῦ δυσσεβοῦς, καίπερ οὕτω καταστρέψαντος; Ἐπεὶ δὲ καὶ ἡμῖν ἐστι νεκρὸς ὁ πρὸ αὐτοῦ καταλύσας τὸν βίον, ἴδωμεν κἀνταῦθα τοῖν βασιλέοιν ἀμφοῖν τὸ διάφορον, εἴ τι καὶ τοῦτο φέρει πρὸς εὐδαιμονίαν ἢ κακοδαιμονίαν τοῖς ἀπελθοῦσιν. Ὁ μέν γε παραπέμπεται πανδήμοις εὐφημίαις τε καὶ πομπαῖς, καὶ τούτοις δὴ τοῖς ἡμετέροις σεμνοῖς, ᾠδαῖς παννύχοις καὶ δᾳδουχίαις, αἷς Χριστιανοὶ τιμᾷν μετάστασιν εὐσεβῆ νομίζομεν· καὶ γίνεται πανήγυρις μετὰ πάθους ἡ ἐκκομιδὴ τοῦ σώματος.

Εἰ δέ τῳ πιστὸς ὁ λόγος, καὶ τοῦτο διεδόθη ταῖς τῶν πολλῶν ἀκοαῖς, ὅτι, ἐπειδὴ τὸν Ταῦρον ὑπερβάλλοι τὸ σῶμα πρὸς τὴν πατρῴαν αὐτῷ πόλιν διασωζόμενον, ταύτην δὴ τὴν ὁμώνυμον ἐκείνοις καὶ μεγαλώνυμον, φωνή τις ἐκ τῶν ἄκρων ἔστιν οἷς ἐξηκούετο, οἷον ψαλλόντων τε καὶ παραπεμπόντων, ἀγγελικῶν οἶμαι δυνάμεων, γέρας τῆς εὐσεβείας ἐκείνῳ, καὶ ἀντίδοσις ἐπιτάφιος. Καὶ γὰρ εἰ τὴν ὀρθὴν δόξαν παρακινεῖν ἔδοξεν, ἀλλὰ καὶ τοῦτο τῆς τῶν ὑποδυναστευόντων σκαιότητος καὶ κακοδοξίας τὸ ἔγκλημα, οἳ, ἁπλῆν καὶ ἀπαγῆ εἰς εὐσέβειαν παραλαβόντες ψυχὴν, οὐ προορωμένην τὰ βάραθρα, ἀπήγαγον ᾗπερ ἐβούλοντο, καὶ προσχήματι ἀκριβείας τὸν ζῆλον κακίαν εἰργάσαντο.

ΙΖ. Ἀλλ᾽ οὖν ἡμεῖς, τὸ κοινότερον, τόν τε πατέρα ἐννοοῦντες τὸν βαλόμενον τὴν κρηπίδα τῆς βασιλικῆς τῷ Χριστιανισμῷ δυναστείας καὶ πίστεως, καὶ τὸν εἰς αὐτὸν κατελθόντα κλῆρον τοῦ δόγματος, ἐγεραίρομεν τὰ εἰκότα τὸ σκῆνος τοῦ δικαίᾳ βασιλείᾳ συζήσαντος, καὶ τὸν βίον καταλύσαντος τῷ ὁσίῳ τέλει, καὶ τὸ κράτος ἡμῖν καταλείψαντος. Ὡς δὲ πλησιάζοι τῇ μεγάλῃ καὶ βασιλίδι πόλει, τί δεῖ λέγειν δορυφορίας τε τοῦ στρατοῦ παντὸς, καὶ τάξιν ἐνόπλιον, ὡς ζῶντι τῷ βασιλεῖ γινομένην, ἢ τῆς λαμπρᾶς πόλεως ἔκχυσιν, ὀνομαστοτάτην τῶν πώποτε γενομένων ἢ ἐσομένων;

Ἀλλ᾽ ὁ θρασὺς καὶ γεννάδας ἐκεῖνος, καὶ νέᾳ τῇ πορφυρίδι καλλωπιζόμενος, καὶ διὰ τοῦτο, ὡς τὸ εἰκὸς, μέγα φρονῶν, μέρος γίνεται καὶ αὐτὸς ἐκείνῳ τῆς προπομπίου τιμῆς, τὴν αὐτὴν καὶ ἀντιδιδοὺς καὶ ἀντιλαμβάνων χάριν, τὸ μέν τι βιασθεὶς, τὸ δὲ ἑκὼν, ὡς λέγουσιν. Ὁ γὰρ στρατὸς ἅπας, εἰ καὶ τοῦ παρόντος ἥττητο κράτους, ἀλλ᾽ οὖν πλεῖον τῷ κατοιχομένῳ νέμων αἰδοῦς (ἐπειδὴ καὶ πεφύκαμεν εὐνούστεροί πως εἶναι τοῖς ἔτι προσφάτοις πάθεσι, τῷ φίλτρῳ προσπάσχοντες, καὶ τὸν ἔλεον τούτῳ προσάπτοντες), καὶ διὰ τοῦτο οὐκ ἀνεχόμενοι τὸ μὴ οὐχ ὡς βασιλέα τιμηθῆναι τοῦτον, καὶ προσδεχθῆναι πείθουσι τὸν ἀποστάτην, καὶ συναναγκάζουσιν ὑπαντῆσαι τῷ νεκρῷ μετὰ τοῦ προσήκοντος σχήματος· τὸ δὲ ἦν, ἀποκοσμήσαντα τὴν κεφαλὴν τοῦ διαδήματος, καὶ ὑποκύψαντα τῷ βασιλεῖ τὰ εἰκότα, οὕτως ἐπὶ τὸν τάφον συμπαραπέμψαι τοῖς ἄγουσι, καὶ τὸν ἀοίδιμον τῶν Ἀποστόλων σηκὸν, οἳ δὴ τὸ ἱερὸν γένος καὶ ὑπεδέξαντο καὶ διαφυλάττουσι, μικροῦ τὰ ἴσα γέρα καρπούμενον. Οὕτως ὁ ἡμέτερος.

ΙΗʹ. Τῷ δὲ αἰσχρὰ μὲν τὰ τῆς ἐκστρατείας (ἠλαύνετο δήμοις καὶ πόλεσι, καὶ φωναῖς δημοσίαις καὶ βωμολόχοις, ὧν ἔτι καὶ νῦν οἱ πολλοὶ μνημονεύουσιν), ἀδοξοτέρα δὲ ἡ ἐπάνοδος. Τίς δὲ ἡ ἀδοξία; Μῖμοι γελοίων ἦγον αὐτὸν, καὶ τοῖς ἀπὸ τῆς σκηνῆς αἴσχεσιν ἐπομπεύετο καταυλούμενός τε καὶ κατορχούμενος, καὶ τὴν ἄρνησιν, καὶ τὴν ἧτταν, καὶ τὸ τέλος ὀνειδιζόμενος. Καὶ τί γὰρ οὐ πάσχων κακῶν; τί δὲ οὐκ ἀκούων οἷς οἱ τοιοῦτοι νεανιεύονται, τέχνην τὴν ὕβριν ἔχοντες, ἕως ἡ Ταρσέων αὐτὸν ὑποδέχεται πόλις, οὐκ οἶδ᾽ ὅπως καὶ ἀνθ᾽ ὅτου τὴν ὕβριν ταύτην κατακριθεῖσα; Ἔνθα δέ οἱ τέμενος ἄτιμον, καὶ τάφος ἐξάγιστος, καὶ ναὸς ἀπόπτυστος, καὶ οὐδὲ θεατὸς εὐσεβῶν ὄψεσι.